*όπου ''Ενός'' στα αρχαία ελληνικά σημαίνει ''άνθρωπος''. Έν=Ένα=One=Ο.Ν.Ε.=Ο.Η.Ε=UN=Γυνή=Οίνος=Venus/Αφροδίτη.

Η ''Πλειοψηφία του Ενός'' δεν αναφέρεται μόνο στο γεγονός ότι στην ζυγαριά της οικονομίας οι πολλοί βουλιάζουν και ο ένας διασώζεται αλλά, επιπροσθέτως, σημαίνει ότι αυτός ο ένας (1) άνθρωπος διασώζει κυρία και έλκει το πλοίο της κυβέρνησης, τον κύβο που ερρίφθη και βυθίζεται (όπως ακριβώς σε μιαν ζυγαριά όπου η μάζα των πολλών χάνεται λόγω του βάρους). Η βάση της ερευνητικής μεθόδου στηρίζεται στην διαδικασία λήψης αποφάσεων κατά πλειοψηφία και την έκδοση αποτελεσμάτων μετρήσεων, ερευνών, ψηφοφορίας, εκλογής στα Ευρωπαϊκά Συμβούλια και στις Συνόδους Κορυφής της Ε.Κ. που διασώζουν μιαν χώρα -άνευ δικαιώματος αρνησικυρίας (βέτο)- από την ανισορροπία του Δημοσίου και από το “φούντο” του ταμείου της, δηλ. το Δ.Ν.Τ., με βάση τον Μηχανισμό Συναλλαγματικών Ισοτιμιών του Ευρωπαϊκού Νομισματικού Συστήματος και το εσωτερικό δίκτυο INNERNET πληρωμής της εργασίας των Ελλήνων κατ' οίκον: είναι το μοναδικό οικονομικό και τραπεζικό σύστημα στον κόσμο που λειτουργεί ως ραδιο-τηλεοπτικό κανάλι θετικών ειδήσεων και νέων μέσω προγραμμάτων και ταινιών με σκοπό την επικοινωνία με το κοινό. Αφενός χρησιμεύει ως Τράπεζα (Data Bank) πληροφοριών, δεδομένων και αίματος με προσωπική περιουσία 300 τρις Φοινίκων και αφετέρου βασίζεται στους θεσμούς της Ελεύθερης Οικονομίας ("Free Market"), στην απόλυτη τραπεζική πίστη, στο επιτόκιο Labor και στο ελληνικό νόμισμα οίκου (I.Q., συμβολική ονομασία για τον Φοίνικα, ο οποίος είναι το νόμισμα των Ελλήνων που αγαπούν την πατρίδα τους, που γνωρίζουν επαρκώς αρχαία και νέα Ελληνικά, Λατινικά, Αγγλικά, Γαλλικά κ.τ.λ., αγαπούν την έντεχνη μουσική, ελληνική και ξένη, και την ίδια την Τέχνη ενώ, με βάση την κατά κεφαλήν καλλιέργεια του Α.Ε.Π. αποτελεί την πλέον ανθούσα οικονομία στην Ευρώπη). Πρόκειται για μιαν νομισματική μονάδα που χαμηλότερη από αυτήν στον κόσμο σε αξία πλούτου δεν υπάρχει διότι πρωτίστως η νοημοσύνη και το νόμισμα των πολιτών που την χρησιμοποιούν δεν υποτιμάται ΠΟΤΕ: ειδικότερα, στηρίζεται στο νόμισμα της Αναγέννησης -ο Φοίνιξ- με βάση την ρήτρα E.C.U., δηλαδή 1 Φοίνιξ=3 Δολλάρια ενώ το Ευρώ υπολογίζεται με βάση τις συναλλαγματικές ισοτιμίες των υπολοίπων νομισμάτων με βάση το E.C.U., το E.C.U. όμως υπολογίζεται ΜΕ ΤΗΝ ΕΞΑΙΡΕΣΗ ΤΗΣ ΕΛΛΑΔΑΣ!

ΜΠΕΙΤΕ ΣΤΑ ΠΟΡΤΑΛ ΚΑΙ ΤΑ ΤΑΜΠΛΕΤ ΤΟΥ ΔΗΜΟΣΙΟΓΡΑΦΟΥ:

ΙΣΤΟΛΟΓΙΟ ΕΞΑΤΟΜΙΚΕΥΜΕΝΗΣ ΕΝΗΜΕΡΩΣΗΣ: www.my-insense.blogspot.com ΕΡΓΑΛΕΙΟ ΕΞΥΠΝΗΣ ΠΛΗΡΟΦΟΡΗΣΗΣ: wwwpropagenda.blogspot.gr
ΠΛΑΤΦΟΡΜΑ ΑΡΧ.ΕΛΛΗΝΙΚΩΝ: wwwmetafrasths.blogspot.com ΣΕΛΙΔΑ ΓΙΑ ΤΟΝ TYΠΟ: www.prothexousia.blogspot.com ΜΥ-INSENSE: wwwmiss-insense.blogspot.com
ΕΔΩ ΚΑΤΕΒΑΖΩ ΤΙΣ ΚΑΛΥΤΕΡΕΣ ΜΕΛΕΤΕΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΔΗΜΟΣΙΟΓΡΑΦΙΑΣ: www.scribd.com/user/22895639/ChrysJazz

Κυριακή, 23 Μαΐου 2010

ΠΟΡΦΥΡΙΟΣ - ΕΠΙΛΟΓΕΣ ΑΡΧΑΙΩΝ ΚΕΙΜΕΝΩΝ

Περί αγαλμάτων

Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ᾽ ἐπίθεσθε, βέβηλοι
σοφίας θεολόγου νοήματα δεικνύς, οἷς τὸν θεὸν καὶ
τοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει
ἐμήνυσαν ἄνδρες τὰ ἀφανῆ φανεροῖς ἀποτυπώσαντες
πλάσμασι, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων
ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα. Θαυμαστὸν
δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμα-
θεστάτους, καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους
μὲν ὁρῶσι τὰς στήλας, ξίλα δὲ τὰς δέλτους, ἐξυφασμένην
δὲ πάπυρον τὰς βίβλους.
Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου καὶ ἐν πυρὸς αἰθερίου
περιχύσει διάγοντος, ἀφανοῦς τε τυγχάνοντος αἰσθήσει
περὶ θνητὸν βίον ἀσχόλῳ, διὰ μὲν τῆς διαυγοῦς ὕλης, οἷον
κρυστάλλου ἢ Παρίου λίθου ἢ καὶ ἐλέφαντος, εἰς τὴν τοῦ
φωτὸς αὐτοῦ ἔννοιαν ἐνῆγον· διὰ δὲ τῆς τοῦ χρυσοῦ, εἰς τὴν
τοῦ πυρὸς διανόησιν καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ
μιαίνεται. Πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ ἀφανὲς αὐτοῦ
τῆς οὐσίας ἐδήλωσαν. Καὶ ἀνθρωποειδεῖς μὲν ἀπετύπουν
τοὺς θεούς, ὅτι λογικὸν τὸ θεῖον, καλοὺς δέ, ὅτι κάλλος ἐν
ἐκείνοις ἀκήρατον· διαφόροις δὲ σχήμασι καὶ ἡλικίαις,
καθέδραις τε καὶ στάσεσι καὶ ἀμφιάσεσι, καὶ τοὺς μὲν
ἄρρενας, τὰς δὲ θηλείας, καὶ παρθένους καὶ ἐφήβους ἢ
γάμου πεῖραν εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς
διαφορᾶς. Ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς
ἀπένειμαν· σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα, ἰδίως τε
κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ᾽ ὅπου δὲ καὶ τύχῃ καὶ
ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ κατὰ τὸν
οὐρανὸν κινήσει, ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις·
κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς τῆς σελήνης·
πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ καὶ διὰ τοῦτο
τοῖς Ὀλυμπίοις θεοῖς· ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ
κύλινδρον, σπορᾷ δὲ καὶ γενέσει φάλητα καὶ τὸ τρίγωνον
σχῆμα διὰ τὸ μόριον τῆς θηλείας.

Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν οὑτωσὶ διασκοπού-
μενος. Τὸν γὰρ Δία τὸν νοῦν τοῦ κόσμου ὑπολαμβάνοντες,
ὃς τὰ ἐν αὐτῷ ἐδημιούργησεν ἔχων τὸν κόσμον, ἐν μὲν ταῖς
θεολογίαις ταύτῃ περὶ αὐτοῦ παραδεδώκασιν οἱ τὰ Ὀρφέως
εἰπόντες·

Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος,
Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ᾽ ἐκ πάντα τέτυκται.
Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄμβροτος ἔπλετο νύμφη.
Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος,
Ζεὺς βασιλεὺς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος.
Ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων,
ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται,
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ,
καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής·
πάντα γὰρ ἐν Ζηνὸς μεγάλῳ τάδε σώματι κεῖται.

Τοῦ δή τοι κεφαλὴ μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα
οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι
ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται,
ταύρεα δ᾽ ἀμφοτέρωθε δύο χρύσεια κέρατα,
ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων,
ὄμματα δ᾽ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη.

Νοῦς δέ _ο_ἱ ἀψευδής, βασιλήϊος, ἄφθιτος αἰθήρ,
ᾧ δὴ πάντα κλύει καὶ φράζεται· οὐδέ τίς ἐστιν
αὐδή, οὐδ᾽ ἐνοπή, οὐδὲ κτύπος, οὐδὲ μὲν ὄσσα
ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος.
Ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα.

Σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον,
ἄτρομον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται·
ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο
ἀὴρ εὐρυβίης· πτέρυγες δέ οἱ ἐξεφύοντο
τῇς ἐπὶ πάντα ποτᾶθ᾽· ἱερὴ δέ οἱ ἔπλετο νηδύς
γαῖά τε παμμήτωρ ὀρέων τ᾽ αἰπεινὰ κάρηνα·
μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης
καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθε ῥίζαι
τάρταρα τ᾽ εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης.
Πάντα δ᾽ ἀποκρύψας αὖθις φάος ἐς πολυγηθές
μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι, θέσκελα ῥέζων.
Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων, καὶ θεὸς ἐκ θεῶν·
Ζεὺς δὲ καθὸ νοῦς ἀφ᾽ οὗ προφέρει πάντα καὶ δημιουργεῖ
τοῖς νοήμασι.
Τῶν δὴ θεολόγων τὰ περὶ τοῦ θεοῦ τοῦτον ἐξηγησα-
μένων τὸν τρόπον, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν οἵαν
ὁ λόγος ἐμήνυσεν, οὔθ᾽ οἷόν τε ἦν, οὔτ᾽ εἴ τις ἐπενόησε, τὸ
ζωτικὸν καὶ νοερὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας
ἐδείκνυεν. Ἀνθρωπόμορφον δὲ τοῦ Διὸς τὸ δείκηλον
πεποιήκασιν, ὅτι νοῦς ἦν καθ᾽ ὃν ἐδημιούργει, καὶ λόγοις
σπερματικοῖς ἀπετέλει τὰ πάντα. Κάθηται δέ, τὸ ἑδραῖον
τῆς δυνάμεως αἰνιττόμενος· γυμνὰ δὲ ἔχει τὰ ἄνω, ὅτι
φανὸς ἐν τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσίν
ἐστι· σκέπεται δὲ αὐτῷ τὰ πρόσθια, ὅτι ἀφανὴς τοῖς κάτω
κεκρυμμένοις. Ἔχει δὲ τῇ μὲν λαιᾷ τὸ σκῆπτρον, καθ᾽ ὃ
μάλιστα τῶν τοῦ σώματος μερῶν τὸ ἡγεμονικώτατόν τε
καὶ νοερώτατον ὑποικουρεῖ σπλάγχνον, ἡ καρδία· βασιλεὺς
γὰρ τοῦ κόσμου ὁ δημιουργικὸς νοῦς· προτείνει δὲ τῇ δεξιᾷ
ἢ ἀετόν, ὅτι κρατεῖ τῶν ἀεροπόρων θεῶν ὡς τῶν μεταρ-
σίων ὀρνέων ὁ ἀετός, ἢ νίκην, ὅτι νενίκηκεν αὐτὸς πάντα.

Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν
αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. Ἔστι
γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος.
Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα
ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου
καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· ληθὼ γὰρ
αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν· καὶ ὅτι
ψυχαῖς ὑπὸ σελήνην γενομέναις λήθη ξυνομαρτεῖ τοῦ
θείου· διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος
τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί.

Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως
Ἑστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ᾽ ἑστίας πυρὸς
ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν
αὐτὴν γυναικὸς εἴδει προμάστου. Τὴν δὲ Ῥέαν προσεῖπον
τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ
Δήμητραν τὴν τῆς πεδινῆς καὶ γονίμου. Ἡ Δημήτηρ δὲ τὰ
μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ Ῥέᾳ, διενήνοχε δὲ ὅτι
αὐτὴ κυεῖ τὴν Κόρην ἐκ Διός, τουτέστι τὸν κόρον ἐκ
τῶν φρυγανωδῶν σπερμάτων. Διὸ καὶ κατέστεπται τὸ
βρέτας αὐτῆς τοῖς στάχυσι, μήκωνές τε περὶ αὐτὴν τῆς
πολυγονίας σύμβολον.
Ἐπεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν
τις δύναμις, ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει
κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ
σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν
ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς.
Ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ
κρυπτομένην ὑπὸ γῆν.
Τῶν δὲ ἀκροδρύων καὶ ὄλως τῶν φυτευτικῶν ἡ δύναμις
Διόνυσος ὀνομάζεται.
Ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. Σύμβολα γὰρ ἡ Κόρη
φέρει τὰς προβολὰς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν
ἐκφύσεων· ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ
κέρατα, ἔστι δὲ θηλύμορφος, μηνύων τὴν περὶ τὴν γένεσιν
τῶν ἀκροδρύων ἀρρενόθηλυν δύναμιν. Πλούτων δὲ ὁ Κόρης
ἅρπαξ κυνῆν μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ
σκῆπτρον τὸ κολοβὸν σημεῖον τῆς τῶν κάτω βασιλείας.
Ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν εἰς τρία
διῃρημένην, εἰς τὴν καταβολὴν καὶ τὴν ὑποδοχὴν καὶ τὴν
ἀνάδοσιν· οὐ γὰρ παρὰ τὸ τὰς κῆρας ἔχειν βοράν, ὃ δηλοῖ
τὰς ψυχάς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ᾗ χορηγὸς
ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην.
Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσιν ἀναλογίᾳ
προσήκοντες. Ἀλλ᾽ ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαι-
νομένων ἀνθέων, καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων·
ὅθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν,
μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν
τελείωσιν· ὁ δὲ Ἄδωνις τῆς τῶν τελείων καρπῶν ἐκτομῆς
σύμβολον.
Ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως,
οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. Σύμβολα δέ ἐστι τὸ
μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς οὐρανίου
περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν
αὐτοῦ, ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος.
Ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεώς τις μέτοχος ἦν
δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις, τῷ τὰ τεθειμένα
καὶ ἑκάστῳ κείμενα λέγειν.

Διὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις ἐξηγήσεως
τυχοῦσα, θρησκεύεται· ὡς μὲν παρθένος καὶ Ἑστία, ἡ
κεντροφόρος· ὡς δὲ τοκάς, ἡ τροφός· ὡς δὲ Ῥέα, ἡ πετρο-
ποιὸς καὶ ὄρειος· ὡς δὲ Δημήτηρ, ἡ χλοηφόρος· ὡς δὲ
Θέμις, ἡ χρησμῳδός· τοῦ εἰς αὐτὴν κατιόντος σπερματικοῦ
λόγου εἰς τὸν Πρίαπον ἐκτετυπωμένου· οὗ τὸ μὲν περὶ τοὺς
ξηροὺς καρποὺς Κόρη, τὸ δὲ κατὰ τοὺς ὑγροὺς καὶ τὰ
ἀκρόδρυα Διόνυσος καλεῖται· τῆς μὲν Κόρης ὑπὸ Πλούτω-
νος τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν
σπόρον, τοῦ δὲ Διονύσου κατὰ τὰ πάθη τῆς δυνάμεως
ὑπὸ γῆν μὲν νεωτέρας καὶ καλλιγόνης βλαστάνειν ἀρχομένου,
ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως σύμβολον τὸν
Ἄττιν ἐχούσης, τῆς δὲ κατὰ τὴν τελεσιουργίαν ἐκτομῆς,
τὸν Ἄδωνιν· καὶ τῆς μὲν πνευματικῆς διὰ πάντων δυνά-
μεως εἰς Σειληνὸν ἀναπλαττομένης, τῆς δὲ εἰς ἔκστασιν
ἀπ᾽ αὐτῶν παραγωγῆς εἰς Βάκχην· ὥσπερ αὖ τῆς εἰς τὰ
ἀφροδίσια ἐρεθιζούσης ὁρμῆς διὰ τῶν Σατύρων. Διὰ δὴ
τούτων τῶν συμβόλων ἡ περίγειος ἐκκαλύπτεται δύναμις.

Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν προσεῖπον,
τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες. Τῆς δὲ ὅλης ἡ
μὲν τῶν ποτίμων πεποιημένη, Ἀχελῷος αὐτοῖς κέκληται,
ἡ δὲ τῶν θαλασσίων Ποσειδῶν, πάλιν τῆς θαλασσοποιοῦ,
καθὸ γεννητική, Ἀμφιτρίτης οὔσης. Καὶ αἱ μὲν τῶν γλυκέων
ὑδάτων μερικαὶ δυνάμεις Νύμφαι, αἱ δὲ τῶν θαλασσίων
Νηρηΐδες κέκληνται.

Τοῦ δ᾽ αὖ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον,
ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασι· πίλον δὲ
περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς,
ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον· τὸ δὲ
εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον, δεόμενόν
τε στηρίγματος καὶ βάσεως τῆς ἐφ᾽ ὕλης· διὸ χωλεύει, ὕλης
δεόμενον εἰς ὑπέρεισμα.
Καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες, Ἀπόλ-
λωνα προσεῖπον ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως.
Ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι, ἥ τε ὑποσελήνιος
σφαῖρα καὶ ἑπτὰ τῶν πλανητῶν καὶ μία τῆς ἀπλανοῦς.
Περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην· τοῦτο μὲν ὅτι πυρὸς
πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσι· τοῦτο
δὲ ὅτι λάλον καιόμενον, εἰς παράστασιν τοῦ προφητεύειν
τὸν θεόν.
Καθὸ δὲ ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος,
Ἡρακλέα αὐτὸν προσεῖπον ἐκ τοῦ κλᾶσθαι πρὸς τὸν ἀέρα,
ἀπ᾽ ἀνατολῆς εἰς δύσιν ἰόντα. Δώδεκα δ᾽ ἄθλους ἐκμοχθεῖν
ἐμυθολόγησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως τῶν
ζῳδίων τὸ σύμβολον ἐπιφημίσαντες. Ῥόπαλον δὲ αὐτῷ
καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς ἀνωμαλίας μήνυμα,
τὸ δὲ τῆς κατὰ τὸ ζῴδιον ἐμφανιστικὸν ἰσχύος.
Τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως Ἀσκληπιὸς τὸ σύμ-
βολον· ᾧ τὸ μὲν βάκτρον δεδώκασι, τῆς τῶν καμνόντων
ὑπερείσεως καὶ ἀναστάσεως, ὁ δὲ ὄφις περισπειρᾶται,
τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον,
πνευματικώτατον γὰρ τὸ ζῷόν ἐστι καὶ τὴν ἀσθένειαν τοῦ
σώματος ἀποδύεται· δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι. Τῆς
γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς
ἀναβιώσεως εἰδέναι τινὰ βοτάνην.
Τῆς δ᾽ αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ᾽
ἣν τοὺς καρποὺς πεπαίνει, ἡ πυρὸς δύναμις Διόνυσος
κέκληται, ἑτέρως __ἢ ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις,
ἢ παρὰ τὸ δινεῖν, ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν
οὐρανὸν περιφοράν. Ἧι δὲ περὶ τὰς ὥρας τοῦ κόσμου
περιπολεῖ καὶ χρόνων ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος,
Ὧρος κατὰ τοῦτο κέκληται. Τῆς δ᾽ αὖ γεωργικῆς αὐτοῦ
δυνάμεως καθ᾽ ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ
Πλούτων. Ὁμοίως μέντοι καὶ φθαρτικὴν ἔχει δύναμιν,
διὸ τῷ Πλούτωνι συνοικίζουσι τὸν Σάραπιν· τοῦ μὲν
δεδυκότος ὑπὸ γῆν φωτὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι
σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω
δυνάμεως, τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ
ἀφανές.
Ὁ δὲ Κέρβερος τρικέφαλος μέν, ὅτι τρεῖς αἱ ἄνω χῶραι
ἡλίου, ἀνατολή, μεσημβρία, δύσις.

Τὴν δὲ σελήνην παρὰ τὸ σέλας ὑπολαβόντες, Ἄρτεμιν
προσηγόρευσαν, οἷον ἀερότεμιν. Λοχεία τε ἡ Ἄρτεμις,
καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις
προσθετικὴ εἰς τὸ τίκτειν. Ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ,
τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον,
Ἀθρηνᾶ τις οὖσα. Ἑκάτη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ
αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς
δυνάμεως. Διὸ τρίμορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας
φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον καὶ τὰς
λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις
φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ
τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ᾽ αὖ πανσελήνου ἡ
χαλκοσάνδαλος σύμβολον. Ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς
δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον· ἐκ δὲ τοῦ μήκωνος
τὸ γόνιμον καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν
ψυχῶν, ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον.

Καὶ Εἰλείθυια δὲ ἡ αὐτή, τῆς γεννητικῆς δυνάμεως σύμ-
βολον. Τόξα δὲ φέρει καθάπερ ἡ Ἄρτεμις, διὰ τὴν τῶν
ὠδίνων ὀξύτητα.
Πάλιν δ᾽ αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέ-
ρονται, ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικήν, Λάχεσις δὲ ἐπὶ
τὴν θρεπτικήν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον τοῦ
θεοῦ.
Συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν
δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ, δύναμιν ἐμποιοῦσαν αὐτῇ·
καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. Προσοικίζουσι δὲ
καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν καὶ διὰ
τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσι.

Τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ
ψυχρὰν κατεῖδον· διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ
προσανέθεσαν, ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα, πολιόν,
πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον.
Τῶν δὲ καιρῶν σύμβολα οἱ Κούρητες, τὸν χρόνον βου-
κολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει.
Τῶν δὲ Ὡρῶν αἱ μὲν ὀλυμπιάδες εἰσὶ τοῦ ἡλίου, αἳ καὶ
ἀνοίγουσι τὰς κατὰ τὸν ἀέρα πύλας· αἱ δὲ ἐπιχθόνιοι, τῆς
Δήμητρος· καὶ τὸν κάλαθον ἔχουσι τὸν μὲν τῶν ἀνθέων,
σύμβολον τοῦ ἔαρος· τὸν δὲ τῶν σταχύων, τοῦ θέρους.

Τοῦ δὲ Ἄρεος τὴν δύναμιν καταλαβόντες διάπυρον,
πολέμων ποιητικὴν καὶ αἱματουργόν, βλάπτειν τε καὶ
ὠφελεῖν δυναμένην ἐποίησαν.

Τὸν δὲ τῆς Ἀφροδίτης ἀστέρα τηρήσαντες γενεσιουργόν,
ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν
διὰ τὴν γένεσιν, ὡραίαν δὲ ὅτι καὶ
Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ.
Καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν· σκέπειν
δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ δύναμις καὶ
ἐκθρέψεως· εἶναι δὲ ἀπὸ θαλάττης, στοιχείου διύγρου καὶ
θερμοῦ καὶ πολλὰ κινουμένου καὶ διὰ τὴν συγκίνησιν
ἀφριῶντος, τὸ σπερματικὸν αἰνιττόμενοι.

Τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ
ὁ Ἑρμῆς παραστατικός. Ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ
τὴν εὐτονίαν· δείκνυσι δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν
διήκοντα διὰ πάντων.

Λοιπὸν δὲ σύνθετος λόγος ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς, Ἑκάτη
δὲ ὁ ἐν σελήνῃ, Ἑρμόπαν δὲ ὁ ἐν τῷ παντί. Κατὰ πάντων
γὰρ ὁ ποιητικὸς καὶ σπερματικός. Σύνθετος δὲ καὶ οἷον
μιξέλλην καὶ παρ᾽ Αἰγυπτίοις ὁ Ἑρμάνουβις.
Ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης
ὁ Ἔρως παραστατικός· διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως,
νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις
αὐτοῦ.

Τοῦ δὲ παντὸς τὸν Πᾶνα σύμβολον ἔθεντο· τὰ μὲν
κέρατα δόντες σύμβολα ἡλίου καὶ σελήνης· τὴν δὲ νεβρίδα
τῶν κατ᾽ οὐρανὸν ἀστέρων, ἢ τῆς τοῦ παντὸς ποικιλίας.

Τὸν δημιουργόν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγο-
ρεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ μέλανος
ἔχοντα, κρατοῦντα ζώνην καὶ σκῆπτρον, ἐπὶ δὲ τῆς
κεφαλῆς πτερὸν βασίλειον περικείμενον, ὅτι λόγος δυσεύρε-
τος καὶ ἐγκεκρυμμένος καὶ οὐ φανός, καὶ ὅτι ζωοποιός, καὶ
ὅτι βασιλεύς, καὶ ὅτι νοερῶς κινεῖται· διὸ ἡ τοῦ πτεροῦ
φύσις ἐν τῇ κεφαλῇ κεῖται. Τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ
στόματος προΐεσθαί φασιν ὠόν, ἐξ οὗ γεννᾶσθαι θεὸν ὃν
αὐτοὶ προσαγορεύουσι Φθᾶ, οἱ δὲ Ἕλληνες Ἥφαιστον·
ἑρμηνεύουσιν δὲ τὸ ὠὸν τὸν κόσμον. Ἀφιέρωται δὲ τῷ θεῷ
τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτοποτεῖν.
Αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε ἀνέπλασαν·
ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβηκότας
ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱμάτιον περιβεβλη-
μένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν, διὰ τὸ
μὴ μεταβαίνειν, καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν,
καὶ ὅτι σφαιροειδὴς ὁ κόσμος.

Ἥλιον δὲ σημαίνουσι ποτὲ μὲν δι᾽ ἀνθρώπου ἐπιβεβη-
κότος πλοῖον, τοῦ πλοίου ἐπὶ κροκοδείλου κειμένου. Δηλοῖ
δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν· ὁ δὲ κροκόδειλος
πότιμον ὕδωρ, ἐν ᾧ φέρεται ὁ ἥλιος. Ἐσημαίνετο τοίνυν
ὁ ἥλιος δι᾽ ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν
ποιεῖσθαι.

Τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν Ἶσιν
προσεῖπον διὰ τὴν ἰσότητα, ἀφ᾽ ἧς τὸ δίκαιον· οὐρανίαν
δὲ τὴν σελήνην, χθονίαν δὲ τὴνν καρποφόρον ἐν ᾗ κατοι-
κοῦμεν, λέγουσι.
Τὸ δὲ αὐτὸ δύναται Δημήτηρ παρ᾽ Ἕλλησι καὶ Ἶσις
παρ᾽ Αἰγυπτίοις· καὶ πάλιν Κόρη παρ᾽ Ἕλλησι καὶ
Διόνυσος, καὶ Ἶσις καὶ Ὄσιρις παρ᾽ Αἰγυπτίοις. Αὕτη δὲ
τρέφουσα καὶ αἴρουσα τὰ ἐπὶ γῆς· ὁ δὲ Ὄσιρις παρ᾽
Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις
ἀπομειλίσσονται εἰς γῆν ἀφανιζομένην ἐν τῷ σπόρῳ, καὶ
ὑφ᾽ ἡμῶν καταναλισκομένην εἰς τροφάς.
Λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας τοῦ Νείλου
δυνάμεως. Ἀλλ᾽ ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν,
Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις· ὅταν δὲ τὴν
οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ κατα-
φέρεσθαι οἴονται. Πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλις-
σόμενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. Ἡ δὲ
ἐν τοῖς μύθοις μισγομένη τῷ Ὀσίριδι Ἶσις ἡ Αἰγυπτία ἐστὶ
γῆ· διόπερ ἰσοῦται καὶ κυεῖ καὶ ποιεῖ τοὺς καρπούς· διὸ
ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παρα-
δέδοται.
Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα,
πεπλασμένον μέν, ἀλλ᾽ ἀνδρείκελον καὶ καθήμενον, κυα-
νοῦν τε τὴν χρόαν, κεφαλὴν δὲ κριοῦ κεκτημένον καὶ
βασίλειον, κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δι-
σκοειδής. Κάθηται δὲ παρακειμένου κεραμέου ἀγγείου,
ἐφ᾽ οὗ ἄνθρωπον ἀναπλάσσει. Δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ
πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον
ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυάνου χρῶμα, ὅτι ὑδραγωγὸς
ἐν συνόδῳ ἡ σελήνη.
Τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος πόλει
καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος
ἄνθρωπος, ζιβύνῃ χειρούμενος Τυφῶνα ἱπποποτάμῳ
εἰκασμένον. Λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα, τῆς μὲν λευκό-
τητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ
ἱερακείου προσώπου τὸ ἀφ᾽ ἡλίου φωτίζεσθαι καὶ πνεῦμα
λαμβάνειν· τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσι, φωτὸς δὲ καὶ
πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν
καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν, ἔνθα τὸ φῶς. Ὁ δὲ ἱπποπό-
ταμος τὸν δυτικὸν δηλοῖ πόλον παρὰ τὸ καταπίνειν εἰς
ἑαυτὸν τοὺς περιπολοῦντας. Θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει
ταύτῃ ὁ Ὧρος.
Ἡ δὲ τῆς Εἰλειθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει.
Τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετομένην, ἧς τὸ
πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. Σημαίνει δὲ τὸ
μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην.
Ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὴν γῦπα,
θηλείας πάσας ἀποφαινόμενοι.

Ἐν δὲ τοῖς κατ᾽ Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης
εἰς εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται, δᾳδοῦχος δὲ εἰς
τὴν ἡλίου, καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνης, ὁ δὲ
ἱεροκῆρυξ Ἑρμοῦ.

Καὶ ἄνθρωπος δὲ παρ᾽ Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς
παρείληπται. Ἄναβις γάρ ἐστι κώμη Αἰγύπτου, ἐν ᾗ
θεραπεύεται ἄνθρωπος, καὶ θύεται τούτῳ, καὶ ἐπὶ τῶν
βωμῶν τὰ ἱερεῖα κάεται· ὁ δὲ μετ᾽ ὀλίγον φάγοι ἂν τὰ
ὡς ἀνθρώπῳ αὐτῷ παρεσκευασμένα.

Ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο
καὶ σύμβολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀνα-
χθέντας θεοῖς ἐν ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς
θρησκείαις βουθυτεῖν. Ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς
ἀνιέρωσαν.
Ἀλλ᾽ ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πόλει καλούμενος
Μνεῦις βοῶν ἐστι μέγιστος, σφόδρα μέλας, μάλιστα
ὅτι καὶ ὁ ἥλιος ὁ πολὺς μελαίνει τὰ ἀνθρώπεια σώματα.
Ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς καὶ τὸ
πᾶν σῶμα ἀνάτριχον, καθάπερ ὁ ἥλιος τὸν ἐναντίον τῷ
πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρχεις μεγίστους, ἐπειδήπερ
ὁ περὶ τὰ ἀφροδίσια ἵμερος γίνεται ὑπὸ θερμότητος, ὅ τε
ἥλιος σπερμαίνειν λέγεται τὴν φύσιν.
Σελήνῃ δὲ ταῦρον ἀνέθεσαν, ὃν Ἆπιν ἐπονομάζουσι,
μέλανα μὲν καὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους, φέροντα δὲ σημεῖα
ἡλίου καὶ σελήνης, ὅτι καὶ τῆς σελήνης τὸ φῶς ἐξ ἡλίου·
ἡλίου δὲ σημεῖον τὸ μέλαν τοῦ σώματος καὶ ὁ ὑπὸ τῇ
γλώττῃ κάνθαρος, σελήνης δὲ σύμβολον τό τε διχότομον
καὶ ἀμφίκυρτον.

Περί της εκ λογίων φιλοσοφίας

Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ μόνου
βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυόμενος, οἷς δὴ καὶ μεταδώ-
σεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγὼ τοὺς θεοὺς μαρτύρομαι, ὡς
οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ
μή που λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέστερον μεταβέ-
βληκα, ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα, ἤ τι τῶν μὴ πρὸς τὴν
πρόθεσιν συντεινόντων διέγραψα, ὥστε τὸν νοῦν ἀκραιφνῆ τῶν
ῥηθέντων διετήρησα, εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον
ἢ τὴν ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην. ἕξει δὲ ἡ παροῦσα
συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσοφίαν δογμάτων ἀναγραφήν,
ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν· ἐπ᾽ ὀλίγον δὲ καὶ τῆς χρηστικῆς
ἁψόμεθα πραγματείας, ἥ τις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ πρὸς
τὴν ὅλην κάθαρσιν τοῦ βίου. ἣν δ᾽ ἔχει ὠφέλειαν ἡ συναγωγὴ μά-
λιστα εἴσονται, ὅσοιπερ τὴν ἀλήθειαν ὠδίναντες ηὔξαντό ποτε τῆς
ἐκ θεῶν ἐπιφανείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν
τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν.
Σὺ δ᾽, εἴπερ τι, καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν, μηδ᾽ ἄχρι καὶ
τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης
οὐκ εὐαγοῦς κολακείας. κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς
παραβαίνοντι ταύτας ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν
παρ᾽ ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. δοτέον δὴ τοῖς τὸν βίον ἐν-
στησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν.
Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότατα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ
φανερῶς περὶ αὐτῶν ἐθέσπισαν, ἀλλὰ δι᾽ αἰνιγμάτων.
Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ
εὐσεβείας, ἃ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν ἀναγράφοιμεν ἄν,
ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν.
Ἔστι δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος, ἅμα καὶ διαίρεσιν τῆς τῶν
θεῶν περιέχων τάξεως·
Ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθών,
μηδ᾽ ἐπιλήθεο τῶν μακάρων, θυσίας ἐναγίζων
πῆ μὲν ἐπιχθονίοις, πῆ δ᾽ οὐρανίοις, ποτὲ δ᾽ αἴθρης
αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο,
ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασι·
πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε.
ζῴων δ᾽ ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς
ἀείσω - δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο -
τοῖς μὲν ἐπιχθονίοις, τοῖς δ᾽ οὐρανίοισι θεοῖσι.
φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ᾽ ἐναλίγκια χροιῇ.
τῶν χθονίων διάειρε τριχῇ θυσίας ἐναγίζων,
νερτερίων κατάθαπτε, καὶ εἰς βόθρον αἵματ᾽ ἴαλλε.
χεῦε μέλι Νύμφαισι Διωνύσοιό τε δῶρα.
ὅσσοι δ᾽ ἀμφὶς γῆν πωτώμενοι αἰὲν ἔασι,
τοῖς δὲ, φόνου πλήσας πάντη πυριπληθέα βωμόν,
ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο πετεινοῦ,
καὶ μέλι φυράσας Δηωίῳ ἀλφίτῳ ἔνθευ
ἀτμούς τε λιβάνοιο, καὶ οὐλοχύτας ἐπίβαλλε.
εὖτε δ᾽ ἐπὶ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας
κὰκ κεφαλῆς θυσίαζε, καὶ εἰς βαθὺ κῦμα θαλάσσης
ζῷον ὅλον προΐαλλε. τελευτήσας τάδε πάντα
ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο οὐρανιώνων.
ἀστραίοις δἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν
αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς
λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι.
ἄκρα μὲν Ἡφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι,
ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα
ἠέρα ῥευσταλέον· ἐπὶ δ᾽ εὐχὰς πέμπετε τοῖσδε.
Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν
διαίρεσιν τῶν θεῶν ἐκδιδόμενα. ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθο-
νίων θεῶν, καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν
δ᾽ ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις
ἱερεῖα τετράποδα μέλανα θύειν παρακελεύεται. περὶ δὲ τὸν τρόπον
τῆς θυσίας ἐξαλλάττει. τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάζειν ἐπὶ βω-
μῶν, τοῖς δ᾽ ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται, καὶ μέντοι
καὶ θάπτειν τούτοις θύσαντας τὰ σώματα. ὅτι γὰρ κοινὰ τούτων
καὶ τὰ τετράποδα, αὐτὸς ἐρωτηθεὶς ἐπήγαγε.
ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων,
τετράποδα· χθονίοις ἀρνῶν νεοπηγέα γυῖα.
τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυτοῦντας, καὶ τὸ
αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μέν,
ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. φησὶ γάρ
τοῖς δ᾽ ἑτέροις τὰ πετεινά, θαλασσαίοις δὲ κελαινά,
πᾶσι μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινά· μόνοις δὲ
τοῖς θαλασσίοις τὰ κελαινά· οὐκοῦν τοῖς ἄλλοις λευκά. τοῖς δ᾽ οὐρα-
νίοις καὶ αἰθερίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ
δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν
ἄλλων μή. οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους ἐν-
ταῦθα ἀστραίους.
Ἆρ᾽ οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμβολα τῷ εὐσυ-
νέτῳ δῆλα; τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα· τῷ γὰρ
ὁμοίῳ χαίρει τὸ ὅμοιον. χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δή-
μητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν
μεθ᾽ ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκοτεινή.
τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον. τοῖς
μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι· ἐπὶ γὰρ τῆς γῆς ἀνα-
στρέφονται οὗτοι. τοῖς δ᾽ ἐπιχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα δια-
τρίβουσι. τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. καὶ γὰρ τὸ ὕδωρ
ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεῖα πρό-
σφορα· τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως
ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφό-
τερα, ἅπερ ἐστὶν ἄκρα· οὓς κοινωνεῖν τῆς θυσίας δεῖ. δοτῆρες
γὰρ οὗτοι ἀγαθῶν· οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.
Οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτε δῖα μάταιον
οὐδ᾽ ἀκράαντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις·
ἀλλ᾽ ἀπὸ παγκρατεροῖο νόου πατρόθεν κατιοῦσα
αἰὲν ἀληθείῃ σελαγίζεται, ἀμφὶ δὲ μῆτις
ἔμπεδος ἀρρήκτοισι μένει λογίοισι βεβαία.
δεσμῷ δ᾽ οὖν κλήιζε· θεὴν γὰρ ἄγεις με τοσήνδε,
ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον.
Καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή. Ταύτης
δὲ τὸ μὲν θυμοειδές, τὸ δὲ ἐπιθυμητικόν· ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ
καλεῖται.
Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται, αὐτοὶ δεδηλώκασιν, ὥσπερ
ὁ Διδυμαῖος διὰ τούτων· - ἦν δ᾽ ἡ πεῦσις, εἰ δεῖ ὀμόσαι τῷ ἐπαγα-
γόντι τὸν ὅρκον -
Μητέρι μὲν μακάρων μέλεται Τιτηνίδι Ῥείῃ
αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος·
Παλλάδι δ᾽ εὐπήληκι μόθοι καὶ δῆρις Ἐνυοῦς,
καὶ βαλίαις σκυλάκεσσι βαθυσκοπέλους ἀνὰ πρῶνας
θῆρας ὀρειονόμους ἐλάαν Λητωίδι κούρῃ·
Ἥρῃ δ᾽ εὐκελάδῳ μαλακὴ χύσις ἠέρος ὑγρῆς·
λήια δ᾽ εὐαλδῆ κομέειν σταχυητρόφα Δηοῖ·
Ἴσιδι δ᾽ αὖ Φαρίῃ, γονίμοις παρὰ χεύμασι Νείλου,
μαστεύειν οἴστροισιν ἑὸν πόσιν ἁβρὸν Ὄσιριν.
Ὦ μέγα πᾶσιν χάρμα βροτοῖσιν
ἀπὸ σῶν ἱερῶν ματέρος ἁγνᾶς
προθορὼν τοκετῶν.
Οἷς ἐπιλέγει· Ἀλλ᾽ ὅτε Λατὼ
ὠδὶς ἱερὰ λάζετο πᾶσαν,
ὀροθυνομένων διδύμων τοκετῶν
ἔνδοθι σηκῶν, ἵστατο μὲν γᾶ,
ἵστατο δ᾽ ἀήρ, πάγνυτο νᾶσος,
πάγνυτο κῦμα·
ἀνὰ δ᾽ ἐξέθορες μάντι Λυκωρεῦ,
τοξότα Φοῖβε,
κατὰ χρησμολάλων, βασιλεῦ, τριπόδων.
Καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ·
Τρίκκης ἐξ ἱερῆς ἥκω θεὸς, ὅν ποτε μήτηρ
Φοίβῳ ὑπευνηθεῖσα κυεῖ σοφίης βασιλῆα,
ἴδριν ἰητορίης Ἀσκληπιόν· ἀλλὰ τί πεύθῃ;
Ὁ δ᾽ Ἑρμῆς φησι·
Ὃς δ᾽ ἐγώ, ὃν καλέεις, Ζηνὸς καὶ Μαιάδος υἱός,
Ἑρμείας προβέβηκα, λιπὼν ἀστραῖον ἄνακτα.
Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνε-
δείχθησαν, ὡς ὁ Πὰν τοῦ Διονύσου. δεδήλωκε δὲ τοῦτο ὁ ἐν
Βραγχίδαις Ἀπόλλων διὰ τούτων. Ἐννέα γὰρ εὑρέθησαν ἀποθα-
νόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν,
ἔχρησεν ὁ θεός·
Χρυσόκερως βλοσυροῖο Διωνύσου θεράπων Πάν,
βαίνων ὑλήεντα κατ᾽ οὔρεα, χειρὶ κραταιῇ
ῥάβδον ἔχων, ἑτέρῃ δὲ λιγὺ πνείουσαν ἔμαρπτε
σύριγγα γλαφυρήν, Νύμφῃσι δὲ θυμὸν ἔθελγεν·
ὀξὺ δὲ συρίξας μέλος ἀνέρας ἐπτοίησεν
ὑλοτόμους πάντας, θάμβος δ᾽ ἔχεν εἰσορόωντας
δαίμονος ὀρνυμένου κρυερὸν δέμας οἰστρήεντος.
Καί νύ κε πάντας ἔμαρψε τέλος κρυεροῦ θανάτοιο,
εἰ μή οἱ κότον αἰνὸν ἐνὶ στήθεσσιν ἔχουσα
Ἄρτεμις ἀγροτέρη παῦσεν μένεος κρατεροῖο,
ἣν καὶ χρὴ λίσσεσθ᾽, ἵνα σοι γίγνητ᾽ ἐπαρωγός.
Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασι
καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ οἷστισι χαίρουσι καὶ κρατοῦν-
ται ὑπηγόρευσαν, καὶ μὴν καὶ τίσιν ἀναγκάζονται, τίνα δὲ δεῖ θύ-
ειν, καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι, τὸ σχῆμα τῶν ἀγαλμάτων
ποταπὸν δεῖ ποιεῖν, αὐτοί τε ποίοις σχήμασι φαίνονται ἔν τε ποίοις
διατρίβουσι τόποις. καὶ ὅλως ἓν οὐδέν ἐστιν, ὃ μὴ παρ᾽ αὐτῶν μα-
θόντες οἱ ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. πολλῶν δ᾽ ὄντων, ἃ
τούτων ἐστὶ παραστατικά, ὀλίγα ἐκ τῶν πολλῶν παραθήσομεν, ἵνα
μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν.
Ἀλλὰ τέλει ξόανον, κεκαθαρμένον ὥς σε διδάξω.
πηγάνου ἐξ ἀγρίου δέσμας ποίει, ἠδ᾽ ἐπικόσμει
ζῴοισιν λεπτοῖσι, κατοικιδίοις καλαβώταις.
σμύρνης καὶ στύρακος λιβάνοιό τε μίγματα τρίψας
σὺν κείνοις ζῴοις, καὶ ὑπαιθριάσας ὑπὸ μήνην
αὔξουσαν, τέλει αὐτὸς ἐπευχόμενος τήνδ᾽ εὐχήν.
εἶτ᾽ ἐξέδωκεν εὐχήν, ἐδίδαξέ τε, πόσους ληπτέον ἀσκαλαβώτας·
ὅσσαι μορφαί μοι, τόσσοις ζῴοις σε κελεύω
καὶ σφόδρα ταῦτα τελεῖν· δάφνης δέ μοι αὐτογενέθλου
οἴκου ἐμοῦ χώρημα ποιεῖν. καὶ ἀγάλματι πολλὸν
κείνῳ ἐπευχόμενος δι᾽ ὕπνων ἐμὲ δῖαν ἀθρήσεις.
Λέγει Σάραπις, ἰδὼν τὸν Πᾶνα,
περὶ ἑαυτοῦ·
Φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή·
ἦλθε γάρ, ἠντιβόλησε θεὸς μέγας· εἶδεν ἐμεῖο
κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον,
βόστρυχον ἐκ κεφαλῆς νεάτης χαροποῖσι μετώποις
ἀμφὶς ἰαινόμενον πλοχμοῖς θ᾽ ἱεροῖο γενείου.
Καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσι τοῦ σχήματος, ὥσπερ ὁ
Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε λέγει διδάσκων·
εὔχομαι βροτὸς γεγὼς
Πανὶ σύμφυτος θεῷ,
δισσοκέρατι, δισσόποδι,
_ τραγοσκελεῖ, τρυφῶντι.
Καὶ ἡ Ἑκάτη δὲ περὶ ἑαυτῆς οὕτω φησί·
Ἤδη μοι σύγε πάντα ποίει· ξοάνῳ δ᾽ ἄρ᾽ ἐν αὐτῷ
μορφή μοι πέλεται Δημήτερος ἀγλαοκάρπου,
εἵμασι παλλεύκοις, περὶ ποσσὶ δὲ χρυσοπέδιλος·
ἀμφὶ δὲ τῇ ζώνῃ δολιχοὶ προθέουσι δράκοντες,
ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες, ἄνωθεν
αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους,
σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον.
ὕλη δέ φησιν
ἢ Παρίοιο λίθου ἢ εὐξέστου ἐλέφαντος.
Ἐστὶ δὲ σύμβολα μὲν
τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ
συνεστώς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ
ξίφος, περὶ ἣν εἱλήσθω δράκων· οὐρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι
πρὸ τῶν θυρῶν πεπατταλευμένοι. ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύ-
κασι διὰ τούτων. λέγει δὲ ὁ Πάν·
_ Τούσδε δ᾽ αὖ ἐλαύνετε,
κηρὸν ἐν πυρὸς μένει
θέντες αἰόλου χροός·
λευκὸς ἔστω καὶ μέλας,
χὥστε πῦρ φαεσφόρον
ἄνθρακος πεφλεγμένου.
δεῖμα νερτέρων κυνῶν
γλύμμα δεινὸν τῆς θεᾶς.
λαμπὰς ἔστω πρὸς χέρας,
καὶ ξίφος τὸ ποίνιμον,
καὶ δράκων περισταλὴς
ἅμμασιν κόρην κρατῶν.
δεινὸν ἀμφὶ κρᾶτα δρῦς,
αἰόλη τε κλεὶς ὁμοῦ
καὶ τὸ δαιμόνων κράτος,
μάστιγος ψόφος πολύς.
Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα
τῶν χαρακτήρων, ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄν-
θρωποι μεμήνυκε διὰ τούτων·
Τίς βροτὸς οὐ πεπόθηκε χαρακτῆρας ὀπάσασθαι
χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου αἰγλήεντος;
τίς δὲ τάδ᾽ οὐ φιλέει τῶν δὴ καθύπερθεν ἐφεστώς,
εἰς _ ἓν ἐγειρόμενος εἴρω πολυμερὲς φωτῶν;
Κληίζειν Ἑρμῆν ἠδ᾽ Ἠέλιον κατὰ ταῦτα,
ἡμέρῃ Ἠελίου, Μήνην δ᾽, ὅτε τῆσδε παρείη
ἡμέρη, ἠδὲ Κρόνον ἠδ᾽ ἑξείης Ἀφροδίτην
κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ᾽ ἄριστος,
τῆς ἑπταφθόγγου βασιλεύς, ὃν πάντες ἴσασιν.
Ὀστάνην λέγεις εἰπόντων, ἐπήγαγεν·
Καὶ σφόδρα, καὶ καθ᾽ ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν.
Αἰπεινὴ μὲν ὁδὸς μακάρων τρηχεῖά τε πολλόν,
χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν.
ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι,
ἃς πρῶτοι μερόπων ἐπ᾽ ἀπείρονα πρῆξιν ἔφηναν
οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης·
πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν,
Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν.
Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδός, αἰπεινή τε καὶ τραχεῖα, ἧς
πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν,
οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ
θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις _Ἀσσύριοι γὰρ οὗτο_ι,
Λυδοῖς τε καὶ Ἑβραίοις. ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν
ὁ Ἀπόλλων·
Μοῦνοι Χαλδαῖοι σοφίην λάχον ἠδ᾽ ἄρ᾽ Ἑβραῖοι,
αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.
καὶ πάλιν ἐρωτηθείς, τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανούς, ἔφησε
τάδε·
Εἷς ἐν παντὶ πέλει κόσμῳ κύκλος, ἀλλὰ σὺν ἑπτὰ
ζώναισιν πεφόρηται ἐς ἀστερόεντα κέλευθα -
ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλητοι Ἑβραῖοι
οὐρανίας ὀνόμηναν - ἐς ἑβδόματον δρόμον ἕρπων.
Ἐς δὲ θεὸν βασιλῆα, καὶ ἐς γενετῆρα προπάντων,
ὃν τρομέει καὶ γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
ταρτάριοι τε μυχοί, καὶ δαίμονες ἐκφρίσσουσιν.
ὧν νόμος ἐστὶ πατήρ, ἁγνοὶ δὲ τίουσιν Ἑβραῖοι.
Ἀθανάτων ἄρρητε πατήρ, αἰώνιε, μύστα,
κόσμων ἀμφιδρόμων ἐποχούμενε δέσποτα νώτοις
αἰθερίοις, ἀλκῆς ἵνα σοι μένος ἐστήρικται
πάντ᾽ ἐπιδερκομένῳ καὶ ἀκούοντ᾽ οὔασι καλοῖς,
κλῦθι τεῶν παίδων, οὓς ἤροσας αὐτὸς ἐν ὥραις.
σὴ γὰρ ὑπὲρ κόσμον τε καὶ οὐρανὸν ἀστερόεντα
χρυσῆ ὑπέρκειται πολλὴ αἰώνιος ἀλκή,
ἧς ὑπερῃώρησαι ὀρίνων φωτὶ σεαυτόν,
ἀενάοις ὀχετοῖσι τιθηνῶν νοῦν ἀτάλαντον,
ὅς ῥα κυεῖ τόδε πᾶν, τεκνούμενος ἄφθιτον ὕλην,
ἧς γένεσις δεδόκηται, ὅτε σφε τύποισιν ἔδησας.
ἔνθεν ἐπεισρείουσι γοναὶ ἁγίων μὲν ἀνάκτων
ἀμφὶ σέ, παντόκρατορ βασιλεύτατε καὶ μόνε θνητῶν
ἀθανάτων τε πάτερ μακάρων· αἱ δ᾽ εἰσὶν ἄτερθεν,
ἐκ σέο μὲν γεγαυῖαι, ὑπ᾽ ἀγγελίῃσι δ᾽ ἕκαστα
πρεσβυγενεῖ διάγουσι νόῳ καὶ κάρτεϊ τῷ σῷ.
πρὸς δ᾽ ἔτι καὶ τρίτον ἄλλο γένος ποίησας ἀνάκτων,
οἵ ῥ᾽ ἑκὰς ἦμαρ ἄγουσιν ἀνυμνείοντες ἀοιδαῖς
βουλόμενόν σ᾽ ἐθέλοντες, ἀοιδιάουσι δ᾽ ἐσῶδε.
εἶτα ἐπάγει ὁ χρησμὸς τάδε·
Τύνη δ᾽ ἐσσὶ πατὴρ καὶ μητέρος ἀγλαὸν εἶδος
καὶ τεκέων τέρεν ἄνθος, ἐν εἴδεσιν εἶδος ὑπάρχων
καὶ ψυχὴ καὶ πνεῦμα καὶ ἁρμονίη καὶ ἀριθμός.
Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ ὑπὸ τὸν Σάραπιν ὑπο-
πτεύομεν, οὐδ᾽ ἐκ τῶν συμβόλων μόνον ἀναπεισθέντες, ἀλλ᾽ ὅτι
τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα
γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. ὁ αὐτὸς δὲ τῷ Πλούτωνι
ὁ θεός, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων, καὶ σύμβολα διδοὺς
πρὸς τὴν τούτων ἔλασιν. Οὗτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν,
ὡς πᾶσι ζῴοις ὁμοιούμενοι προσίασι τοῖς ἀνθρώποις· ὅθεν καὶ παρ᾽
Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς
ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται, καὶ ζῷα προσουδίζεται πρὸ
τῆς θρησκείας τῶν θεῶν· ἐξελαυνόντων τῶν ἱερέων τούτους διὰ
τοῦ δοῦναι πνεῦμα, ἤτοι αἷμα ζῴων, καὶ διὰ τῆς τοῦ ἀέρος πλη-
γῆς· ἵνα τούτων ἀπελθόντων παρουσία τοῦ θεοῦ γένηται. καὶ
οἶκος δὲ πᾶς μεστός, καὶ διὰ τοῦτο προκαθαίρουσι, καὶ ἀποβάλ-
λουσι τούτους, ὅταν θεὸν κατακαλῶσι. καὶ τὰ σώματα τοίνυν μεστὰ
ἀπὸ τούτων· καὶ γὰρ μάλιστα ταῖς ποιαῖς τροφαῖς χαίρουσι.
σιτουμένων γὰρ ἡμῶν προσίασι καὶ προσιζάνουσι τῷ σώματι, καὶ
διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ τοὺς θεοὺς προσηγουμένως, ἀλλ᾽ ἵν᾽
οὗτοι ἀποστῶσι. μάλιστα δ᾽ αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις,
καὶ ἀπολαύουσι τούτων, εἰσδύνοντες τοῖς χρωμένοις. ὅλως γὰρ ἡ ἐπί-
τασις τῆς πρός τι ἐπιθυμίας, καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ
ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας· οἳ καὶ εἰς
ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπίπτειν
διὰ τῆς συναπολαύσεως τῆς μετ᾽ αὐτῶν γιγνομένης. ὅπου γὰρ πνεύ-
ματος πλείονος ὁλκή, ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπληρωμένης,
ἢ τῆς προθυμίας δι᾽ ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξω-
θεν σπώσης, ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων σοι δηλούσθω.
ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπων εὑρίσκειν τὰς περὶ αὐτὴν
συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιά-
ζεται τὸ πνεῦμα.
Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων σύμβο-
λον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι,
γῇ, ἀέρι, πονηρὸς δαίμων· οὓς καταπαύει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα.
ἄρχει δ᾽ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς συνέχουσα τὸ τρίστοιχον.
Ἓν χρηστήριον ἔτι παραθεὶς, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται,
καταπαύσω τὸν περὶ ταύτης λόγον·
Ἥδ᾽ ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος,
ταυρῶπις, τρικάρηνος, ἀπηνὴς, χρυσοβέλεμνος,
Φοίβη ἀπειρολεχής, φαεσίμβροτος, Εἰλείθυια,
τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα·
αἰθέρα μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις,
ἠέρα δ᾽ ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι·
γαῖαν ἐμῶν σκυλάκων δνοφερῷ γένει ἡνιοχεύω.
Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπει-
γομένου, ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτο πρὶν λύτρα τῷ πο-
νηρῷ δαίμονι δοῦναι. Λέγει δὲ οὕτως·
Λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ,
πρῶτα χοάς, μετέπειτα πυρὴν ἠδ᾽ αἷμα κελαινόν,
οἴνου παμμέλανός τ᾽ ὀίων θ᾽ ἅμα καλὰ ῥέεθρα.
Καὶ σαφέστερον εἶπε περὶ τῶν αὐτῶν·
Οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος,
καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλαιῶν·
σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε.
Μετὰ ποίας δὲ εὐχῆς ἐρωτηθεὶς ἤρξατο μέν, οὐ μὴν ἐπλήρωσεν,
οὕτως εἰπών·
δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχώς
ἠερίων ὑπένερθε μυχῶν χθονίων τ᾽ ἐφύπερθεν.
Ὀρθῶς καὶ τοῦτο ὁ Ῥόδιος Πυθαγόρας ἀπεφήνατο, ὅτι οὐχ
ἥδονται οἱ κληιζόμενοι ἐπὶ ταῖς θυσίαις θεοί, ἀνάγκῃ δέ τινι ἀκο-
λουθίας συρόμενοι παραγίνονται· καὶ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον.
τινὲς δὲ καὶ ὥσπερ ἔθος ποιησάμενοι τῆς ἑαυτῶν παρουσίας εὐμα-
ρέστερον φοιτῶσι, καὶ μάλιστα ἐὰν καὶ φύσει ἀγαθοὶ τυγχάνωσιν·
οἱ δέ, κἂν ἔθος ἔχωσι τοῦ παραγίνεσθαι, βλάβην τινὰ προθυμοῦνται
ποιεῖν, καὶ μάλιστα ἐὰν ἀμελέστερόν τις δοκῇ ἀναστρέφεσθαι ἐν
τοῖς πράγμασι. τοῦ γὰρ Πυθαγόρου ταῦτα εἰρηκότος παρετήρησα
ἐκ τῶν λογίων, ὡς ἀληθές ἐστι τὸ εἰρημένον. πάντες γὰρ δι᾽ ἀνάγκην
φασὶν ἀφῖχθαι, οὐχ ἁπλῶς δέ, ἀλλ᾽ οἷον, εἰ χρὴ οὕτω φάναι, πει-
θανάγκην. εἴρηται δ᾽ ἐν τοῖς ἔμπροσθεν ἐκεῖνα τὰ τῆς Ἑκάτης,
δι᾽ ὧν φησιν ἐπιφαίνειν·
Ἠέριον, μεγαφεγγές, ἀπείριτον, ἀστεροπληθές,
ἄχραντον, πολὺ δῶμα θεοῦ λίπον, ἠδ᾽ ἐπιβαίνω
γαίης ζῳοτρόφοιο τεῇς ὑποθημοσύνῃσι
πειθοῖ τ᾽ ἀρρήτων ἐπέων, οἷς δὴ φρένα τέρπειν
ἀθανάτων ἐδάη θνητὸς βροτός.
καὶ πάλιν·
ἤλυθον εἰσαΐουσα τεῆς πολυφράδμονος εὐχῆς,
ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσι.
καὶ ἔτι σαφέστερον·
τίπτε δ᾽ ἀεὶ θείοντος ἀπ᾽ αἰθέρος ὧδε χατίζων
θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις;
καὶ ἑξῆς·
τοὺς μὲν ἀπορρήτοις ἐρύων ἴυγξιν ἀπ᾽ αἴθρης
ῥηιδίως ἀέκοντας ἐπὶ χθόνα δῖαν ἄγεσθαι,
τοὺς δὲ μέσους μεσάτοισιν ἐπεμβεβαῶτας ἀήταις,
νόσφι πυρὸς θείοιο, πανομφέας ὥσπερ ὀνείρους
εἰσκρίνεις μερόπεσσιν, ἀεικέα δαίμονας ἔρδων.
καὶ πάλιν·
ἀλλ᾽ οἱ μὲν καθύπερθε μετήοροι οὐρανίωνες
σπερχόμενοι κούφαισι μεθ᾽ Ἁρπυίαισι φέρονται.
ῥίμφα δὲ θειοδάμοισιν ἐπημύσαντες ἀνάγκαις
εἰς χθόν᾽ ἐπειγομένως δηώιον ἀίσσουσι,
θνητοῖς ἐσσομένων ὑποφήτορες.
καὶ πάλιν ἄλλος ἀναγκαζόμενος ἔφη·
κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ᾽ ἐπέδησας ἀνάγκῃ.
Ἐπεὶ καὶ ἐπανάγκους ἑαυτῶν ἐκδιδόασιν, ὡς δηλώσει ὁ ὑπὸ τοῦ
Ἀπόλλωνος ἐκδοθεὶς περὶ ἑαυτοῦ ἐπάναγκος. λέγεται δὲ οὕτως·
Οὔνομ᾽ ἀναγκαίης τόδε καρτερὸν ἠδ᾽ ἔτι βριθύ.
καὶ ἐπήγαγε·
Μόλε δ᾽ ἐσσυμένως τοισίδε μύθοις,
οἵους ἀπ᾽ ἐμῆς κραδίης ἀνάγω,
ἱεροῖσι τύποις
συνθλιβομένου πυρὸς ἁγνοῦ.
τολμᾷ δὲ φύσις ταῦτα προφαίνειν
τῆς σῆς γενέθλης, ἄμβροτε Παιάν.
καὶ πάλιν ὁ Ἀπόλλων·
Ῥεῦμα τὸ Φοιβείης ἀπονεύμενον ὑψόθεν αἴγλης
πνοιῇ ὑπὸ λιγυρῇ κεκαλυμμένον ἠέρος ἁγνοῦ
θελγόμενον μολπαῖσι καὶ ἀρρήτοις ἐπέεσσι,
κάππεσεν ἀμφὶ κάρηνον ἀμωμήτοιο δοχῆος
λεπταλέων ὑμένων· μαλακὸν δ᾽ ἐνέπλησε χιτῶνα,
ἀμβολάδην διὰ γαστρὸς ἀνεσσύμενον παλίνορσον·
αὐλοῦ δ᾽ ἐκ βροτέοιο φίλην ἐτεκνώσατο φωνήν.
Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ᾽
ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως
εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ ψυχῇ,
διὰ τοῦ σώματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν.
Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἱ κληθέντες θεοί, δηλώσει τὰ
τοιαῦτα, λεγόντων·
λύετε λοιπὸν ἄνακτα· βροτὸς θεὸν οὐκέτι χωρεῖ.
καὶ πάλιν·
τίπτ᾽ ἐπιδευόμενοι δηρὸν βροτὸν αἰκίζεσθε;
καὶ πάλιν·
ἕρπε, καὶ ὀτραλέως _ ἐπιέρχεο, τόνδε σαώσας.
καὶ πῶς ἀπολύειν αὐτοὺς χρὴ αὐτὸς διδάξει λέγων·
παύεο δὴ περίφρων ὀάρων, ἀνάπαυε δὲ φῶτα,
θάμνων ἐκλύων πολιὸν τύπον, ἠδ᾽ ἀπὸ γυίων
Νειλαίην ὀθόνην χερσὶν στιβαρῶς ἀπαείρας.
καὶ τὴν ἀπόλυσιν εἶπεν·
ὑψίπρωρον αἶρε ταρσόν, ἴσχε βάξιν ἐκ μυχῶν,
καὶ βραδυνόντων ἀπολῦσαι, φησί·
Σινδόνος ἀμπέτασον νεφέλην, λῦσόν τε δοχῆα.
καὶ πάλιν ἄλλοτε ἀπόλυσιν ἔδωκε τοιαύτην·
Ναϊάδες Νύμφαι Μούσαις μίγα λύετε Φοῖβον
ᾄδουσαι θείαις, ἑκατηβόλον Ἀπόλλωνα.
καὶ πάλιν ἄλλοτε φησι·
λύσατέ μοι στεφάνους, καί μευ πόδας ὕδατι λευκῷ
ῥάνατε, καὶ γραμμὰς ἀπαλείψατε, καί κε μόλοιμι.
Χειρὸς δεξιτερῆς δάφνης κλάδον ἄρατε χερσί,
ψήχετέ τ᾽ ὀφθαλμοὺς διδύμους ῥῖνάς τε προσώπου.
ἄρατε φῶτα γαίηθεν ἀναστήσαντες ἑταῖροι
Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ·
ταύτας γὰρ κρατεῖν, καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως,
διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν.
Δεηθέντος γάρ τινος καταδέξασθαι θεόν, εἰπὼν ὁ θεός, ὅτι ἀνε-
πιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀπο-
τροπιασμοὺς ὑπαγορεύσας, ἐπάγει·
Ῥιπὴ δαιμονίης γὰρ ἁλοῦσ᾽ ἐπιδέδρομεν ἀλκῆς
σαῖσι γοναῖς, ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις.
δι᾽ ὧν καὶ σαφῶς δεδήλωται, ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρ-
μένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν.
Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες
λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσι, καὶ τοῦτο σχεδὸν
πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.
Ἐρωτηθεὶς ὁ Ἀπόλλων, τί τέξεται ἡ γυνή, ἐκ τῶν ἄστρων εἶπεν,
ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου·
Ἐκφύεται γαίηθεν ὁ κλών, ὅτε λείμακες ὄμβρου
διψοσύνῃ κατέμαρψαν ὅλον πόμα μητέρος αὐτῆς,
ἔνδον ὀρινομένης χρόνον ἄρκιον· οὔτι δὲ κοῦρον,
ἀλλὰ κόρην. Φοίβη γὰρ ἐύσκοπος ἤροσεν ἁγνὴν
Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο.
ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν
ὅτι θῆλυ γεννηθήσεται. καὶ μὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν.
ἐπάκουσον γάρ·
ἦ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει,
πνεύμονος ἀλγινόεσσαν ὑπερβλύζων κακότητα,
ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν
εἰς ἔριν ἐστήριξε, κακηπελίῃσι δαμάζειν,
ὑψιπόλοιο Κρόνοιο κακὴν ὑπ᾽ ἀταρπὸν ἰόντος.
ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο
ἀλγινόεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα
σπεύσατο, σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε·
τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ
φευγέμεναι κακόεργον ἐπηπείλησεν Ἄρηα.
Οὕτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ τὴν περὶ στρατιὰν
προθυμίαν ἐφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη·
Ἄρεα κραιπνὸν ἔχει γενεθλήιον, ὅς μιν ὀρίνει,
οὐδέ ἑ ταρχύσει· Ζηνὸς γὰρ ἐπέχραε βουλή,
ἥ οἱ κῦδος ἄρειον ἀπ᾽ Ἄρεος εὐθὺς ὀρέξει.
καὶ πάλιν ἐπ᾽ ἄλλου·
εὐχαίτης ἐπέκειτο Κρόνος, στυγεροῖσι δὲ κέντροις
ἄλγυνεν παιδὸς ταλαοῦ δυσπέμφελον ἠῶ.
Ἀλλ᾽ ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τού-
των συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις,
ἀλλὰ καί τισι τῶν δαιμόνων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν
ἐρωτηθέντες.
Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος
τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν·
Ὦ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης,
ἔτλητ᾽ ἐλθέμεναι καὶ ἐμὴν ἐρεεινέμεν ὀμφήν,
ὅππως δῃωθῆ περικαλλέος ἕδρανα σηκοῦ.
κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν.
εὖτ᾽ ἂν ἄνω πνείοντες ὑπαιθέριοι κελάδοντες
τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες -
κρυμὸς δ᾽ αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται -
μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθήρ,
αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός.
τὸν μὲν δὴ θῆρές γε κατ᾽ οὔρεα δειμαίνοντες
φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν, οὐδὲ μένουσιν
εἰσιδέειν ὄσσοισι καταιβάσιον Διὸς ἔγχος.
τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ
ἠλιβάτων τ᾽ ὀρέων κορυφαὶ νῆές τ᾽ ἐνὶ πόντῳ
δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος·
καὶ δ᾽ αὐτὴ πληγεῖσα Ποσειδαῶνος ἑταίρη
πολλάκις ἠχήεσσ᾽ ἀναχάζεται Ἀμφιτρίτη.
ὑμεῖς οὖν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες
τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ·
ταῖσι γὰρ οὐρανίδαο Διὸς κατένευσε κάρηνον,
ὅττι κε δὴ νήσωσιν, μένειν ἀσάλευτον, ἀτράκτοις.
αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν
πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι.
Ἀμφὶ δὲ Πυθὼ καὶ Κλαρίην, μαντεύματα Φοίβου,
αὐδήσει φάτις ἡμετέρη θεμιτώδεσιν ὀμφαῖς.
μύρια μὲν γαίης μαντήια θέσκελα νώτῳ
ἐβλύσθη, πηγαί τε καὶ ἄσθματα δινήεντα·
καὶ τὰ μὲν ἂψ χθονίοισιν ὑπαὶ κόλποισιν ἔδεκτο
αὐτὴ γαῖα χανοῦσα, τὰ δ᾽ ὤλεσε μυρίος αἰών.
μούνῳ δ᾽ Ἠελίῳ φαεσιμβρότῳ εἰσέτ᾽ ἔασιν
ἐν Διδύμων γυάλοις Μυκαλήιον ἔνθεον ὕδωρ,
Πυθῶνός τ᾽ ἀνὰ πέζαν ὑπαὶ Παρνάσιον αἶπος,
καὶ κραναὴ Κλαρίη, τρηχὺ στόμα φοιβάδος ὀμφῆς.
Νικαεῦσι δὲ χρῶν ἔφη·
Πυθῷον δ᾽ οὐκ ἔστιν ἀναρρῶσαι λάλον ὀμφήν·
ἤδη γὰρ δολιχοῖσιν ἀμαυρωθεῖσα χρόνοισιν
βέβληται κληῖδας ἀμαντεύτοιο σιωπῆς.
Ῥέξατε δ᾽ ὡς ἔθος ἐστὶ θεόπροπα θύματα Φοίβῳ.
Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς
παρόντας ἑκόντας προστιθέναι τὸ ψεῦδος. πολλάκις γοῦν προλέγου-
σιν ὅτι ψεύσονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν
ἀμαθίαν. εἶπε γοῦν ὁ Ἀπόλλων ποτέ, τοιαύτης οὔσης τῆς καταστά-
σεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος.
κλεῖε βίην κάρτος τε λόγων· ψευδηγόρα λέξω.
καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν, δηλώσει τὰ λόγια. ἔφη γοῦν
τις κληθεὶς τῶν θεῶν·
σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν,
ἕδρανα μαντοσύνης γὰρ ἐν ἀστράσι νῦν πεπέδηται.
Ἥ τε Ἑκάτη κληθεῖσα ἐν τοιαύτῃ καταστάσει τοῦ περιέχον-
τός φησι·
Οὐ λαλέω, κλείσω δὲ πύλας δολιχοῖο φάρυγγος.
νυκτὸς γὰρ κέντροισιν ἀχρειοτάτοις προσελαύνει
Τιτηνὶς κερόεσσα θεὴ _ κακοῦς ἄρ᾽ ἰδοῦσα.
καὶ πάλιν, τινῶν εἰπόντων, εἰ καὶ αὐτοὶ οἱ θεοὶ ὑπὸ τὴν εἱμαρ-
μένην εἰσίν, ὅτι φυλάττονται ταῦτα, ἐπήγαγε·
λυέσθω φύσεως _ δεσμὰ, ἵνα σοῖσι πίθωμαι.
ὦ κραδίη, τί λέληκας ἀναλκείῃσι τυπεῖσα;
ὡς ποθέεις μαθέειν, ὅ σε μὴ θέμις ὧδ᾽ ἐρεείνειν.
στῆτε πόθου, παύσασθε βίης, τυτθοί περ ἐόντες.
Ψυχὴ μὲν, μέχρις οὗ δεσμοῖς πρὸς σῶμα κρατεῖται
φθαρτὰ νοοῦσα πάθη θνηταῖς ἀλγηδόσιν εἴκει·
ἡνίκα δ᾽ αὖτε λύσιν βροτέην μετὰ σῶμα μαρανθὲν
ὠκίστην εὕρηται, ἐς αἰθέρα πᾶσα φορεῖται
αἰὲν ἀγήραος οὖσα, μένει δ᾽ εἰς πάμπαν ἀτειρής.
πρωτόγονος γὰρ τοῦτο θεοῦ διέταξε πρόνοια.
Παράδοξον ἴσως δόξειεν ἄν τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ᾽
ἡμῶν. Τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθά-
νατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσι.
Περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων, εἰ ἐστὶ θεός, φησὶν ἡ
Ἑκάτη·
Ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει,
γιγνώσκεις· σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται.
ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη
ψυχή.
Ἐπερωτησάντων δέ, διὰ τί ἐκολάσθη, ἔχρησεν·
Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται·
ψυχὴ δ᾽ εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει.
Αὐτὸς οὖν εὐσεβὴς καὶ εἰς οὐρανούς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσας.
ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν
ἄνοιαν.
θνητὸς ἔην κατὰ σάρκα, σοφὸς τερατώδεσιν ἔργοις,
ἀλλ᾽ ὑπὸ Χαλδαίοισι δικασπολίαισιν ἁλωκώς,
γομφωθεὶς σκολόπεσσι πικρὴν ἀνέπλησε τελευτή


ΠΕΡΙ ΤΟΥ ΠΛΩΤΙΝΟΥ ΒΙΟΥ ΚΑΙ ΤΗΣ ΤΑΞΕΩΣ
ΤΩΝ ΒΙΒΛΙΩΝ ΑΥΤΟΥ


Πλωτῖνος ὁ καθ᾽ ἡμᾶς γεγονὼς φιλόσοφος ἐῴκει μὲν
αἰσχυνομένῳ ὅτι ἐν σώματι εἴη. Ἀπὸ δὲ τῆς τοιαύτης
διαθέσεως οὔτε περὶ τοῦ γένους αὐτοῦ διηγεῖσθαι ἠνείχετο
οὔτε περὶ τῶν γονέων οὔτε περὶ τῆς πατρίδος. Ζωγράφου
δὲ ἀνασχέσθαι ἢ πλάστου τοσοῦτον ἀπηξίου ὥστε καὶ λέγειν
πρὸς Ἀμέλιον δεόμενον εἰκόνα αὐτοῦ γενέσθαι ἐπιτρέψαι·
οὐ γὰρ ἀρκεῖ φέρειν ὃ ἡ φύσις εἴδωλον ἡμῖν περιτέθεικεν,
ἀλλὰ καὶ εἰδώλου εἴδωλον συγχωρεῖν αὐτὸν ἀξιοῦν πολυ-
χρονιώτερον καταλιπεῖν ὡς δή τι τῶν ἀξιοθεάτων ἔργων;
Ὅθεν ἀπαγορεύοντος καὶ καθεδεῖσθαι ἕνεκα τούτου ἀρ-
νουμένου ἔχων φίλον ὁ Ἀμέλιος Καρτέριον τὸν ἄριστον
τῶν τότε γεγονότων ζωγράφων εἰσιέναι καὶ ἀπαντᾶν εἰς
τὰς συνουσίας ποιήσας - ἐξῆν γὰρ τῷ βουλομένῳ φοιτᾶν εἰς
τὰς συνουσίας - τὰς ἐκ τοῦ ὁρᾶν φαντασίας πληκτικωτέρας
λαμβάνειν διὰ τῆς ἐπὶ πλέον προσοχῆς συνείθισεν. Ἔπειτα
γράφοντος ἐκ τοῦ τῇ μνήμῃ ἐναποκειμένου ἰνδάλματος τὸ
εἴκασμα καὶ συνδιορθοῦντος εἰς ὁμοιότητα τὸ ἴχνος τοῦ
Ἀμελίου εἰκόνα αὐτοῦ γενέσθαι ἡ εὐφυία τοῦ Καρτερίου
παρέσχεν ἀγνοοῦντος τοῦ Πλωτίνου ὁμοιοτάτην.
Κωλικῇ δὲ νόσῳ πολλάκις καταπονούμενος οὔτε
κλυστῆρος ἠνέσχετο, οὐκ εἶναι πρὸς τοῦ πρεσβύτου λέγων
ὑπομένειν τὰς τοιαύτας θεραπείας, οὔτε τὰς θηριακὰς
ἀντιδότους λαβεῖν ὑπέμεινε, μηδὲ τῶν ἡμέρων ζῴων τὰς
ἐκ τοῦ σώματος τροφὰς προσίεσθαι λέγων. Λουτροῦ δὲ
ἀπεχόμενος καὶ τρίψεσι καθ᾽ ἑκάστην ἡμέραν χρώμενος
ἐπὶ τῆς οἰκίας, ἐπειδὴ τοῦ λοιμοῦ ἐπιβρίσαντος συνέβη
τοὺς τρίβοντας αὐτὸν ἀποθανεῖν, ἀμελήσας τῆς τοιαύτης
θεραπείας κατ᾽ ὀλίγον τὴν τοῦ κυνάγχου ἀγριότητα κατα-
σκευαζομένην ἔσχε. Κἀμοῦ μὲν παρόντος οὐδέν πω τοιοῦτον
ὑπεφαίνετο· ἀποπλεύσαντος δὲ εἰς τοσοῦτον ἠγριώθη τὸ
πάθος, ὡς ἔλεγεν ἐπανελθόντι Εὐστόχιος ὁ ἑταῖρος ὁ καὶ
παραμείνας αὐτῷ ἄχρι θανάτου, ὡς καὶ τῆς φωνῆς περιαιρε-
θῆναι τὸ τορὸν καὶ εὔηχον βραγχῶντος αὐτοῦ καὶ τὴν ὄψιν
συγχυθῆναι καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἑλκωθῆναι· ὅθεν
ἐκτρεπομένων αὐτοῦ τὰς συναντήσεις τῶν φίλων διὰ τὸ
ἀπὸ στόματος πάντας προσαγορεύειν ἔθος ἔχειν, τῆς μὲν
πόλεως ἀπαλλάττεται, εἰς δὲ τὴν Καμπανίαν ἐλθὼν εἰς
Ζήθου χωρίον ἑταίρου παλαιοῦ αὐτῷ γεγονότος καὶ
τεθνηκότος κατάγεται. Τὰ δ᾽ ἀναγκαῖα αὐτῷ ἔκ τε τῶν τοῦ
Ζήθου ἐτελεῖτο καὶ ἐκ Μητουρνῶν ἐκομίζετο ἐκ τῶν
Καστρικίου· ἐν Μητούρναις γὰρ ὁ Καστρίκιος τὰς κτήσεις
εἶχε. Μέλλων δὲ τελευτᾶν, ὡς ὁ Εὐστόχιος ἡμῖν διηγεῖτο,
ἐπειδὴ ἐν Ποτιόλοις κατοικῶν ὁ Εὐστόχιος βραδέως πρὸς
αὐτὸν ἀφίκετο, εἰπὼν ὅτι σὲ ἔτι περιμένω καὶ φήσας
πειρᾶσθαι τὸν ἐν ὑμῖν θεὸν ἀνάγειν πρὸς τὸ ἐν τῷ παντὶ
θεῖον, δράκοντος ὑπὸ τὴν κλίνην διελθόντος ἐν ᾗ κατέκειτο
καὶ εἰς ὀπὴν ἐν τῷ τοίχῳ ὑπάρχουσαν ὑποδεδυκότος
ἀφῆκε τὸ πνεῦμα ἔτη γεγονώς, ὡς ὁ Εὐστόχιος ἔλεγεν,
ἕξ τε καὶ ἑξήκοντα, τοῦ δευτέρου ἔτους τῆς Κλαυ-
δίου βασιλείας πληρουμένου. Τελευτῶντι δὲ αὐτῷ ἐγὼ μὲν
ὁ Πορφύριος ἐτύγχανον ἐν Λιλυβαίῳ διατρίβων, Ἀμέλιος
δὲ ἐν Ἀπαμείᾳ τῆς Συρίας, Καστρίκιος δὲ ἐν τῇ Ῥώμῃ·
μόνος δὲ παρῆν ὁ Εὐστόχιος. Ἀναψηφίζουσι δὲ ἡμῖν ἀπὸ
τοῦ δευτέρου ἔτους τῆς Κλαυδίου βασιλείας εἰς τοὐπίσω
ἔτη ἕξ τε καὶ ἑξήκοντα ὁ χρόνος αὐτῷ τῆς γενέσεως εἰς
τὸ τρισκαιδέκατον ἔτος τῆς Σεβήρου βασιλείας πίπτει. Οὔτε
δὲ τὸν μῆνα δεδήλωκέ τινι καθ᾽ ὃν γεγέννηται, οὔτε τὴν
γενέθλιον ἡμέραν, ἐπεὶ οὐδὲ θύειν ἢ ἑστιᾶν τινα τοῖς αὐτοῦ
γενεθλίοις ἠξίου, καίπερ ἐν τοῖς Πλάτωνος καὶ Σωκράτους
παραδεδομένοις γενεθλίοις θύων τε καὶ ἑστιῶν τοὺς ἑταί-
ρους, ὅτε καὶ λόγον ἔδει τῶν ἑταίρων τοὺς δυνατοὺς ἐπὶ
τῶν συνελθόντων ἀναγνῶναι.
Ἃ μέντοι ἡμῖν αὐτὸς ἀφ᾽ ἑαυτοῦ ἐν ταῖς ὁμιλίαις
πολλάκις διηγεῖτο, ἦν τοιαῦτα. Προσφοιτᾶν μὲν γὰρ τῇ
τροφῷ καίπερ εἰς γραμματοδιδασκάλου ἀπιόντα ἄχρις ὀγ-
δόου ἔτους ἀπὸ γενέσεως ὄντα καὶ τοὺς μαζοὺς γυμνοῦντα
θηλάζειν προθυμεῖσθαι· ἀκούσαντα δέ ποτε ὅτι ἀτηρόν ἐστι
παιδίον, ἀποσχέσθαι αἰδεσθέντα. Εἰκοστὸν δὲ καὶ ὄγδοον
ἔτος αὐτὸν ἄγοντα ὁρμῆσαι ἐπὶ φιλοσοφίαν καὶ τοῖς τότε
κατὰ τὴν Ἀλεξάνδρειαν εὐδοκιμοῦσι συσταθέντα κατιέναι
ἐκ τῆς ἀκροάσεως αὐτῶν κατηφῆ καὶ λύπης πλήρη, ὡς καί
τινι τῶν φίλων διηγεῖσθαι ἃ πάσχοι· τὸν δὲ συνέντα αὐτοῦ
τῆς ψυχῆς τὸ βούλημα ἀπενέγκαι πρὸς Ἀμμώνιον, οὗ
μηδέπω πεπείρατο. Τὸν δὲ εἰσελθόντα καὶ ἀκούσαντα
φάναι πρὸς τὸν ἑταῖρον· τοῦτον ἐζήτουν. Καὶ ἀπ᾽ ἐκεί-
νης τῆς ἡμέρας συνεχῶς τῷ Ἀμμωνίῳ παραμένοντα τοσαύ-
την ἕξιν ἐν φιλοσοφίᾳ κτήσασθαι, ὡς καὶ τῆς παρὰ τοῖς
Πέρσαις ἐπιτηδευομένης πεῖραν λαβεῖν σπεῦσαι καὶ τῆς
παρ᾽ Ἰνδοῖς κατορθουμένης. Γορδιανοῦ δὲ τοῦ βασιλέως ἐπὶ
τοὺς Πέρσας παριέναι μέλλοντος δοὺς ἑαυτὸν τῷ στρατο-
πέδῳ συνεισῄει ἔτος ἤδη τριακοστὸν ἄγων καὶ ἔννατον.
Ἕνδεκα γὰρ ὅλων ἐτῶν παραμένων τῷ Ἀμμωνίῳ συνεσχό-
λασε. Τοῦ δὲ Γορδιανοῦ περὶ τὴν Μεσοποταμίαν ἀναιρε-
θέντος μόλις φεύγων εἰς τὴν Ἀντιόχειαν διεσώθη. Καὶ
Φιλίππου τὴν βασιλείαν κρατήσαντος τεσσαράκοντα γεγονὼς
ἔτη εἰς τὴν Ῥώμην ἄνεισιν. Ἐρεννίῳ δὲ καὶ Ὠριγένει καὶ
Πλωτίνῳ συνθηκῶν γεγονυιῶν μηδὲν ἐκκαλύπτειν τῶν Ἀμ-
μωνίου δογμάτων ἃ δὴ ἐν ταῖς ἀκροάσεσιν αὐτοῖς ἀνεκεκά-
θαρτο, ἔμενε καὶ ὁ Πλωτῖνος συνὼν μέν τισι τῶν προσιόν-
των, τηρῶν δὲ ἀνέκπυστα τὰ παρὰ τοῦ Ἀμμωνίου δόγματα.
Ἐρεννίου δὲ πρώτου τὰς συνθήκας παραβάντος, Ὠριγένης
μὲν ἠκολούθει τῷ φθάσαντι Ἐρεννίῳ. Ἔγραψε δὲ οὐδὲν
πλὴν τὸ Περὶ τῶν δαιμόνων σύγγραμμα καὶ ἐπὶ Γαλιή-
νου Ὅτι μόνος ποιητὴς ὁ βασιλεύς. Πλωτῖνος δὲ ἄχρι
μὲν πολλοῦ γράφων οὐδὲν διετέλεσεν, ἐκ δὲ τῆς Ἀμμωνίου
συνουσίας ποιούμενος τὰς διατριβάς· καὶ οὕτως ὅλων ἐτῶν
δέκα διετέλεσε, συνὼν μέν τισι, γράφων δὲ οὐδέν. Ἦν δὲ
ἡ διατριβή, ὡς ἂν αὐτοῦ ζητεῖν προτρεπομένου τοὺς
συνόντας, ἀταξίας πλήρης καὶ πολλῆς φλυαρίας, ὡς
Ἀμέλιος ἡμῖν διηγεῖτο. Προσῆλθε δὲ αὐτῷ ὁ Ἀμέλιος
τρίτον ἔτος ἄγοντι ἐν τῇ Ῥώμῃ κατὰ τὸ τρίτον ἔτος
τῆς Φιλίππου βασιλείας καὶ ἄχρι τοῦ πρώτου ἔτους τῆς
Κλαυδίου βασιλείας παραμείνας ἔτη ὅλα συγγέγονεν εἴκοσι
καὶ τέσσαρα, ἕξιν μὲν ἔχων ὅτε προσῆλθεν ἀπὸ τῆς
Λυσιμάχου συνουσίας, φιλοπονίᾳ δὲ ὑπερβαλλόμενος τῶν
καθ᾽ αὑτὸν πάντων διὰ τὸ καὶ σχεδὸν πάντα τὰ Νουμηνίου
καὶ γράψαι καὶ συναγαγεῖν καὶ σχεδὸν τὰ πλεῖστα ἐκμαθεῖν·
σχόλια δὲ ἐκ τῶν συνουσιῶν ποιούμενος ἑκατόν που
βιβλία συνέταξε τῶν σχολίων, ἃ Οὐστιλλιανῷ Ἡσυχίῳ τῷ
Ἀπαμεῖ, ὃν υἱὸν ἔθετο, κεχάρισται.
Τῷ δεκάτῳ δὲ ἔτει τῆς Γαλιήνου βασιλείας ἐγὼ
Πορφύριος ἐκ τῆς Ἑλλάδος μετὰ Ἀντωνίου τοῦ Ῥοδίου
γεγονὼς καταλαμβάνω μὲν τὸν Ἀμέλιον ὀκτωκαιδέκατον
ἔτος ἔχοντα τῆς πρὸς Πλωτῖνον συνουσίας, μηδὲν δέ πω
γράφειν τολμήσαντα πλὴν τῶν σχολίων ἃ οὐδέπω εἰς
ἑκατὸν τὸ πλῆθος αὐτῷ συνῆκτο. Ἦν δὲ ὁ Πλωτῖνος τῷ
δεκάτῳ ἔτει τῆς Γαλιήνου βασιλείας ἀμφὶ τὰ πεντήκοντα
ἔτη καὶ ἐννέα. Ἐγὼ δὲ Πορφύριος τὸ πρῶτον αὐτῷ συγ-
γέγονα αὐτὸς ὢν τότε ἐτῶν τριάκοντα. Ἀπὸ μέντοι τοῦ
πρώτου ἔτους τῆς Γαλιήνου ἀρχῆς προτραπεὶς ὁ Πλωτῖνος
γράφειν τὰς ἐμπιπτούσας ὑποθέσεις, τὸ δέκατον ἔτος τῆς
Γαλιήνου ἀρχῆς, ὅτε τὸ πρῶτον αὐτῷ ἐγὼ ὁ Πορφύριος
ἐγνωρίσθην, γράψας εὑρίσκεται εἴκοσι καὶ ἓν βιβλίον ἃ καὶ
κατείληφα ἐκδεδομένα ὀλίγοις. Οὐδὲ γὰρ ἦν πω ῥᾳδία ἡ
ἔκδοσις οὐδὲ εὐσυνειδήτως ἐγίγνετο οὐδ᾽ ἁπλῶς κἀκ τοῦ
ῥᾴστου, ἀλλὰ μετὰ πάσης κρίσεως τῶν λαμβανόντων. Ἦν
δὲ καὶ τὰ γεγραμμένα ταῦτα ἃ διὰ τὸ μὴ αὐτὸν ἐπιγράφειν
ἄλλος ἄλλο ἑκάστῳ τοὐπίγραμμα ἐτίθει. Αἱ δ᾽ οὖν κρατή-
σασαι ἐπιγραφαί εἰσιν αἵδε· θήσω δὲ καὶ τὰς ἀρχὰς τῶν
βιβλίων, εἰς τὸ εὐεπίγνωστον εἶναι ἀπὸ τῶν ἀρχῶν ἕκαστον
τῶν δηλουμένων βιβλίων·
α Περὶ τοῦ καλοῦ·
οὗ ἡ ἀρχή· τὸ καλὸν ἔστι μὲν ἐν ὄψει πλεῖστον.
β Περὶ ψυχῆς ἀθανασίας·
οὗ ἡ ἀρχή· εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος.
γ Περὶ εἱμαρμένης·
οὗ ἡ ἀρχή· πάντα τὰ γινόμενα.
δ Περὶ οὐσίας τῆς ψυχῆς·
οὗ ἡ ἀρχή· τὴν τῆς ψυχῆς οὐσίαν.
ε Περὶ νοῦ καὶ τῶν ἰδεῶν καὶ τοῦ ὄντος·
οὗ ἡ ἀρχή· πάντες ἄνθρωποι ἐξ ἀρχῆς γενόμενοι.
Περὶ τῆς εἰς τὰ σώματα καθόδου τῆς ψυχῆς·
οὗ ἡ ἀρχή· πολλάκις ἐγειρόμενος.
ζ Πῶς ἀπὸ τοῦ πρώτου τὸ μετὰ τὸ πρῶτον καὶ περὶ
τοῦ ἑνός·
οὗ ἡ ἀρχή· εἴ τι ἐστὶ μετὰ τὸ πρῶτον.
η Εἰ αἱ πᾶσαι ψυχαὶ μία·
οὗ ἡ ἀρχή· ἆρα ὥσπερ ψυχήν.
θ Περὶ τἀγαθοῦ ἢ τοῦ ἑνός·
οὗ ἡ ἀρχή· ἅπαντα τὰ ὄντα.
ι Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων·
οὗ ἡ ἀρχή· τί ποτε ἄρα ἐστὶ τὸ πεποιηκὸς τὰς ψυχάς.
ια Περὶ γενέσεως καὶ τάξεως τῶν μετὰ τὸ πρῶτον·
οὗ ἡ ἀρχή· τὸ ἓν πάντα.
ιβ Περὶ τῶν δύο ὑλῶν·
οὗ ἡ ἀρχή· τὴν λεγομένην ὕλην.
ιγ Ἐπισκέψεις διάφοροι·
οὗ ἡ ἀρχή· νοῦς φησιν ὁρᾷ ἐνούσας ἰδέας.
ιδ Περὶ τῆς κυκλοφορίας·
οὗ ἡ ἀρχή· διὰ τί κύκλῳ κινεῖται.
ιε Περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος·
οὗ ἡ ἀρχή· τῶν μὲν αἱ ὑποστάσεις.
ι Περὶ εὐλόγου ἐξαγωγῆς·
οὗ ἡ ἀρχή· οὐκ ἐξάξεις, ἵνα μὴ ἐξίῃ.
ιζ Περὶ ποιότητος·
οὗ ἡ ἀρχή· ἆρα τὸ ὂν καὶ ἡ οὐσία.
ιη Εἰ καὶ τῶν καθέκαστά εἰσιν ἰδέαι·
οὗ ἡ ἀρχή· εἰ καὶ τοῦ καθέκαστον.
ιθ Περὶ ἀρετῶν·
οὗ ἡ ἀρχή· ἐπειδὴ τὰ κακὰ ἐνταῦθα.
κ Περὶ διαλεκτικῆς·
οὗ ἡ ἀρχή· τίς τέχνη ἢ μέθοδος.
κα Πῶς ἡ ψυχὴ τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας
μέση εἶναι λέγεται·
οὗ ἡ ἀρχή· ἐν τῷ κόσμῳ τῷ νοητῷ.
Ταῦτα μὲν οὖν εἴκοσι καὶ ἓν ὄντα, ὅτε αὐτῷ τὸ πρῶτον
προσῆλθον ὁ Πορφύριος, εὕρηται γεγραμμένα· πεντηκος-
τὸν δὲ καὶ ἔννατον ἔτος ἦγε τότε ὁ Πλωτῖνος.
Συγγεγονὼς δὲ αὐτῷ τοῦτό τε τὸ ἔτος καὶ ἐφεξῆς
ἄλλα ἔτη πέντε - ὀλίγον γὰρ ἔτι πρότερον τῆς δεκαετίας
ἐγεγόνειν ὁ Πορφύριος ἐν τῇ Ῥώμῃ, τοῦ Πλωτίνου τὰς
θερινὰς μὲν ἄγοντος ἀργούς, συνόντος δὲ ἄλλως ἐν ταῖς
ὁμιλίαις - ἐν δὴ τοῖς ἓξ ἔτεσι τούτοις πολλῶν ἐξετάσεων
ἐν ταῖς συνουσίαις γιγνομένων καὶ γράφειν αὐτὸν ἀξιούν-
των Ἀμελίου τε καὶ ἐμοῦ, γράφει μὲν
Περὶ τοῦ τί τὸ ὂν πανταχοῦ ὅλον εἶναι ἓν καὶ ταὐ-
τὸν βιβλία δύο·
α τούτων δὲ τὸ πρῶτον ἀρχὴν ἔχει· ἆρα γε ἡ ψυχὴ πανταχοῦ·
β τοῦ δὲ δευτέρου ἡ ἀρχή· ἓν καὶ ταὐτὸν ἀριθμῷ.
Γράφει δὲ ἐφεξῆς ἄλλα δύο, ὧν
γ τὸ μὲν Περὶ τοῦ τὸ ἐπέκεινα τοῦ ὄντος μὴ νοεῖν
καὶ τί τὸ πρώτως νοοῦν καὶ τί τὸ δευτέρως·
οὗ ἡ ἀρχή· τὸ μέν ἐστι νοεῖν ἄλλο ἄλλο, τὸ δὲ αὐτὸ αὑτό·
δ τὸ δὲ Περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ·
οὗ ἡ ἀρχή· λέγεται τὸ μὲν δυνάμει.
ε Περὶ τῆς τῶν ἀσωμάτων ἀπαθείας·
οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ πάθη λέγοντες.
Περὶ ψυχῆς πρῶτον·
οὗ ἡ ἀρχή· περὶ ψυχῆς ὅσα ἀπορήσαντας δεῖ.
ζ Περὶ ψυχῆς δεύτερον·
οὗ ἡ ἀρχή· τί οὖν ἐρεῖ.
η Περὶ ψυχῆς τρίτον ἢ περὶ τοῦ πῶς ὁρῶμεν·
οὗ ἡ ἀρχή· ἐπειδήπερ ὑπερεθέμεθα.
θ Περὶ θεωρίας·
οὗ ἡ ἀρχή· παίζοντες τὴν πρώτην.
ι Περὶ τοῦ νοητοῦ κάλλους·
οὗ ἡ ἀρχή· ἐπειδή φαμεν.
ια Περὶ νοῦ καὶ ὅτι οὐκ ἔξω τοῦ νοῦ τὰ νοητὰ καὶ
περὶ τἀγαθοῦ·
οὗ ἡ ἀρχή· τὸν νοῦν τὸν ἀληθῆ νοῦν.
ιβ Πρὸς τοὺς γνωστικούς·
οὗ ἡ ἀρχή· ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν.
ιγ Περὶ ἀριθμῶν·
οὗ ἡ ἀρχή· ἆρ᾽ ἐστὶ πλῆθος.
ιδ Πῶς τὰ πόρρω ὁρώμενα μικρὰ φαίνεται;
οὗ ἡ ἀρχή· ἆρά γε τὰ πόρρω ὁρώμενα.
ιε Εἰ ἐν παρατάσει χρόνου τὸ εὐδαιμονεῖν;
οὗ ἡ ἀρχή· τὸ εὐδαιμονεῖν.
ι Περὶ τῆς δι᾽ ὅλων κράσεως·
οὗ ἡ ἀρχή· περὶ τῆς δι᾽ ὅλων λεγομένης.
ιζ Πῶς τὸ πλῆθος τῶν ἰδεῶν ὑπέστη καὶ περὶ τἀγαθοῦ·
οὗ ἡ ἀρχή· εἰς γένεσιν πέμπων ὁ θεός.
ιη Περὶ τοῦ ἑκουσίου·
οὗ ἡ ἀρχή· ἆρ᾽ ἐστὶ περὶ θεῶν.
ιθ Περὶ τοῦ κόσμου·
οὗ ἡ ἀρχή· τὸν κόσμον ἀεὶ λέγοντες.
κ Περὶ αἰσθήσεως καὶ μνήμης·
οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ τυπώσεις.
κα Περὶ τῶν τοῦ ὄντος γενῶν πρῶτον·
οὗ ἡ ἀρχή· περὶ τῶν ὄντων πόσα καὶ τίνα.
κβ Περὶ τῶν τοῦ ὄντος γενῶν δεύτερον·
οὗ ἡ ἀρχή· ἐπειδὴ περὶ τῶν λεγομένων.
κγ Περὶ τῶν τοῦ ὄντος γενῶν τρίτον·
οὗ ἡ ἀρχή· περὶ μὲν τῆς οὐσίας ὅπῃ δοκεῖ.
κδ Περὶ αἰῶνος καὶ χρόνου·
οὗ ἡ ἀρχή· τὸν αἰῶνα καὶ τὸν χρόνον.
Ταῦτα τὰ εἴκοσι καὶ τέτταρα ὄντα ὅσα ἐν τῷ ἑξαέτει
χρόνῳ τῆς παρουσίας ἐμοῦ Πορφυρίου ἔγραψεν, ἐκ προς-
καίρων προβλημάτων τὰς ὑποθέσεις λαβόντα, ὡς ἐκ τῶν
κεφαλαίων ἑκάστου τῶν βιβλίων ἐδηλώσαμεν, μετὰ τῶν
πρὸ τῆς ἐπιδημίας ἡμῶν εἴκοσι καὶ ἑνὸς τὰ πάντα γίνεται
τεσσαρακονταπέντε.
Ἐν δὲ τῇ Σικελίᾳ διατρίβοντός μου - ἐκεῖ γὰρ
ἀνεχώρησα περὶ τὸ πεντεκαιδέκατον ἔτος τῆς βασιλείας
Γαλιήνου - , ὁ Πλωτῖνος γράψας πέντε βιβλία ἀποστέλλει
μοι ταῦτα·
α Περὶ εὐδαιμονίας·
οὗ ἡ ἀρχή· τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν.
β Περὶ προνοίας πρῶτον·
οὗ ἡ ἀρχή· τὸ μὲν τῷ αὐτομάτῳ.
γ Περὶ προνοίας δεύτερον·
οὗ ἡ ἀρχή· τί τοίνυν δοκεῖ περὶ τούτων.
δ Περὶ τῶν γνωριστικῶν ὑποστάσεων καὶ τοῦ ἐπέκεινα·
οὗ ἡ ἀρχή· ἆρα τὸ νοοῦν ἑαυτὸ ποικίλον δεῖ εἶναι.
ε Περὶ ἔρωτος·
οὗ ἡ ἀρχή· περὶ ἔρωτος πότερα θεός.
Ταῦτα μὲν οὖν τῷ πρώτῳ ἔτει τῆς Κλαυδίου πέμπει
βασιλείας· ἀρχομένου δὲ τοῦ δευτέρου, ὅτε καὶ μετ᾽ ὀλίγον
θνῄσκει, πέμπει ταῦτα·
α Τίνα τὰ κακά·
οὗ ἡ ἀρχή· οἱ ζητοῦντες πόθεν τὰ κακά.
β Εἰ ποιεῖ τὰ ἄστρα·
οὗ ἡ ἀρχή· ἡ τῶν ἄστρων φορά.
γ Τί τὸ ζῷον;
οὗ ἡ ἀρχή· ἡδοναὶ καὶ λῦπαι.
δ Περὶ εὐδαιμονίας·
οὗ ἡ ἀρχή· ἆρ᾽ ἄν τις ἕτερον εἴποι.
Ταῦτα μετὰ τεσσαρακονταπέντε τῶν πρώτων καὶ δευτέ-
ρων γραφέντων γίνεται τέτταρα καὶ πεντήκοντα. Ὥσπερ
δὲ ἐγράφη, τὰ μὲν κατὰ πρώτην ἡλικίαν, τὰ δὲ ἀκμάζον-
τος, τὰ δὲ ὑπὸ τοῦ σώματος καταπονουμένου, οὕτω καὶ
τῆς δυνάμεως ἔχει τὰ βιβλία. Τὰ μὲν γὰρ πρῶτα εἴκοσι
καὶ ἓν ἐλαφροτέρας ἐστὶ δυνάμεως καὶ οὐδέπω πρὸς
εὐτονίαν ἀρκοῦν μέγεθος ἐχούσης, τὰ δὲ τῆς μέσης
ἐκδόσεως τυχόντα τὸ ἀκμαῖον τῆς δυνάμεως ἐμφαίνει καί
ἐστι τὰ κδ πλὴν τῶν βραχέων τελεώτατα, τὰ μέντοι
τελευταῖα ἐννέα ὑφειμένης ἤδη τῆς δυνάμεως γέγραπται
καὶ μᾶλλόν γε τὰ τελευταῖα τέσσαρα ἢ τὰ πρὸ τούτων
πέντε.
Ἔσχε δὲ ἀκροατὰς μὲν πλείους, ζηλωτὰς δὲ καὶ διὰ
φιλοσοφίαν συνόντας Ἀμέλιόν τε ἀπὸ τῆς Τουσκίας, οὗ τὸ
ὄνομα ἦν Γεντιλιανὸς τὸ κύριον, αὐτὸς δὲ διὰ τοῦ ρ
Ἀμέριον αὐτὸν καλεῖν ἠξίου ἀπὸ τῆς ἀμερείας ἢ τῆς
ἀμελείας πρέπειν αὐτῷ καλεῖσθαι λέγων. Ἔσχε δὲ καὶ
ἰατρικόν τινα Σκυθοπολίτην Παυλῖνον ὃν ὁ Ἀμέλιος
Μίκκαλον προσηγόρευε, παρακουσμάτων πλήρη γεγονότα.
Ἀλλὰ μὴν καὶ Ἀλεξανδρέα Εὐστόχιον ἰατρικὸν ἔσχεν
ἕτερον, ὃς περὶ τὰ τελευταῖα τῆς ἡλικίας γνωρισθεὶς
αὐτῷ διέμενε θεραπεύων ἄχρι τοῦ θανάτου καὶ μόνοις
τοῖς Πλωτίνου σχολάζων ἕξιν περιεβάλλετο γνησίου φιλο-
σόφου. Συνῆν δὲ καὶ Ζωτικὸς κριτικός τε καὶ ποιητικός,
ὃς καὶ τὰ Ἀντιμάχου διορθωτικὰ πεποίηται καὶ τὸν
Ἀτλαντικὸν εἰς ποίησιν μετέβαλε πάνυ ποιητικῶς, συγ-
χυθεὶς δὲ τὰς ὄψεις πρὸ ὀλίγου τῆς Πλωτίνου τελευτῆς
ἀπέθανεν. Ἔφθασε δὲ καὶ ὁ Παυλῖνος προαποθανὼν τοῦ
Πλωτίνου. Ἔσχε δὲ καὶ Ζῆθον ἑταῖρον, Ἀράβιον τὸ γένος,
Θεοδοσίου τοῦ Ἀμμωνίου γενομένου ἑταίρου εἰς γάμον
λαβόντα θυγατέρα. Ἦν δὲ καὶ οὗτος ἰατρικὸς καὶ σφόδρα
πεφίλωτο τῷ Πλωτίνῳ· πολιτικὸν δὲ ὄντα καὶ ῥοπὰς
ἔχοντα πολιτικὰς ἀναστέλλειν ὁ Πλωτῖνος ἐπειρᾶτο.
Ἐχρῆτο δὲ αὐτῷ οἰκείως, ὡς καὶ εἰς τοὺς ἀγροὺς πρὸς
αὐτὸν ἀναχωρεῖν πρὸ ἓξ σημείων Μητουρνῶν ὑπάρχοντας,
οὓς Καστρίκιος ἐκέκτητο ὁ Φίρμος κεκλημένος, ἀνδρῶν
τῶν καθ᾽ ἡμᾶς φιλοκαλώτατος γεγονὼς καὶ τόν τε Πλωτῖνον
σεβόμενος καὶ Ἀμελίῳ οἷα οἰκέτης ἀγαθὸς ἐν πᾶσιν
ὑπηρετούμενος καὶ Πορφυρίῳ ἐμοὶ οἷα γνησίῳ ἀδελφῷ ἐν
πᾶσι προσεσχηκώς. Καὶ οὗτος οὖν ἐσέβετο Πλωτῖνον τὸν
πολιτικὸν ᾑρημένος βίον. Ἠκροῶντο δὲ αὐτοῦ καὶ τῶν ἀπὸ
τῆς συγκλήτου οὐκ ὀλίγοι ὧν ἔργον ἐν φιλοσοφίᾳ μάλιστα
ἐποίουν Μάρκελλος Ὀρρόντιος καὶ Σαβινῖλλος. Ἦν δὲ
καὶ Ῥογατιανὸς ἐκ τῆς συγκλήτου, ὃς εἰς τοσοῦτον ἀπο-
στροφῆς τοῦ βίου τούτου προκεχωρήκει ὡς πάσης μὲν
κτήσεως ἀποστῆναι, πάντα δὲ οἰκέτην ἀποπέμψασθαι,
ἀποστῆναι δὲ καὶ τοῦ ἀξιώματος· καὶ πραίτωρ προιέναι
μέλλων παρόντων τῶν ὑπηρετῶν μήτε προελθεῖν μήτε
φροντίσαι τῆς λειτουργίας, ἀλλὰ μηδὲ οἰκίαν ἑαυτοῦ
ἑλέσθαι κατοικεῖν, ἀλλὰ πρός τινας τῶν φίλων καὶ συνήθων
φοιτῶντα ἐκεῖ τε δειπνεῖν κἀκεῖ καθεύδειν, σιτεῖσθαι δὲ
παρὰ μίαν· ἀφ᾽ ἧς δὴ ἀποστάσεως καὶ ἀφροντιστίας τοῦ
βίου ποδαγρῶντα μὲν οὕτως, ὡς καὶ δίφρῳ βαστάζεσθαι,
ἀναρρωσθῆναι, τὰς χεῖρας δὲ ἐκτεῖναι μὴ οἷόν τε ὄντα
χρῆσθαι ταύταις πολὺ μᾶλλον εὐμαρῶς ἢ οἱ τὰς τέχνας διὰ
τῶν χειρῶν μετιόντες. Τοῦτον ἀπεδέχετο ὁ Πλωτῖνος καὶ
ἐν τοῖς μάλιστα ἐπαινῶν διετέλει εἰς ἀγαθὸν παράδειγμα
τοῖς φιλοσοφοῦσι προβαλλόμενος. Συνῆν δὲ καὶ Σεραπίων
Ἀλεξανδρεὺς ῥητορικὸς μὲν τὰ πρῶτα, μετὰ ταῦτα δὲ καὶ
ἐπὶ φιλοσόφοις συνὼν λόγοις, τοῦ δὲ περὶ χρήματα καὶ τὸ
δανείζειν μὴ δυνηθεὶς ἀποστῆναι ἐλαττώματος. Ἔσχε δὲ
καὶ ἐμὲ Πορφύριον Τύριον ὄντα ἐν τοῖς μάλιστα ἑταῖρον,
ὃν καὶ διορθοῦν αὐτοῦ τὰ συγγράμματα ἠξίου.
Γράψας γὰρ ἐκεῖνος δὶς τὸ γραφὲν μεταλαβεῖν οὐδέ-
ποτ᾽ ἂν ἠνέσχετο, ἀλλ᾽ οὐδὲ ἅπαξ γοῦν ἀναγνῶναι καὶ
διελθεῖν διὰ τὸ τὴν ὅρασιν μὴ ὑπηρετεῖσθαι αὐτῷ πρὸς τὴν
ἀνάγνωσιν. Ἔγραφε δὲ οὔτεε εἰς κάλλος ἀποτυπούμενος τὰ
γράμματα οὔτε εὐσήμως τὰς συλλαβὰς διαιρῶν οὔτε τῆς
ὀρθογραφίας φροντίζων, ἀλλὰ μόνον τοῦ νοῦ ἐχόμενος
κααί, ὃ πάντες ἐθαυμάζομεν, ἐκεῖνο ποιῶν ἄχρι τελευτῆς
διετέλεσε. Συντελέσας γὰρ παρ᾽ ἑαυτῷ ἀπ᾽ ἀρχῆς ἄχρι
τέλους τὸ σκέμμα, ἔπειτα εἰς γραφὴν παραδιδοὺς ἃ
ἐσκέπτετο, συνεῖρεν οὕτω γράφων ἃ ἐν τῇ ψυχῇ διέθηκεν,
ὡς ἀπὸ βιβλίου δοκεῖν μεταβάλλειν τὰ γραφόμενα· ἐπεὶ καὶ
διαλεγόμενος πρός τινα καὶ συνείρων τὰς ὁμιλίας πρὸς τῷ
σκέμματι ἦν, ὡς ἅμα τε ἀποπληροῦν τὸ ἀναγκαῖον τῆς
ὁμιλίας καὶ τῶν ἐν σκέψει προκειμένων ἀδιάκοπον τηρεῖν
τὴν διάνοιαν· ἀποστάντος γοῦν τοῦ προσδιαλεγομένου οὐδ᾽
ἐπαναλαβὼν τὰ γεγραμμένα, διὰ τὸ μὴ ἐπαρκεῖν αὐτῷ πρὸς
ἀνάληψιν, ὡς εἰρήκαμεν, τὴν ὅρασιν, τὰ ἑξῆς ἂν ἐπι-
συνῆψεν, ὡς μηδένα διαστήσας χρόνον μεταξὺ ὅτε τὴν
ὁμιλίαν ἐποιεῖτο. Συνῆν οὖν καὶ ἑαυτῷ ἅμα καὶ τοῖς ἄλλοις,
καὶ τήν γε πρὸς ἑαυτὸν προσοχὴν οὐκ ἄν ποτε ἐχάλασεν,
ἢ μόνον ἐν τοῖς ὕπνοις, ὃν ἂν ἀπέκρουεν ἥ τε τῆς τροφῆς
ὀλιγότης - οὐδὲ γὰρ ἄρτου πολλάκις ἂν ἥψατο - καὶ ἡ
πρὸς τὸν νοῦν αὐτοῦ διαρκὴς ἐπιστροφή.
Ἔσχε δὲ καὶ γυναῖκας σφόδρα φιλοσοφίᾳ προσκειμένας,
Γεμίναν τε, ἧς καὶ ἐν τῇ οἰκίᾳ κατῴκει, καὶ τὴν ταύτης
θυγατέρα Γεμίναν, ὁμοίως τῇ μητρὶ καλουμένην, Ἀμφί-
κλειάν τε τὴν Ἀρίστωνος τοῦ Ἰαμβλίχου υἱοῦ γεγονυῖαν
γυναῖκα, σφόδρα φιλοσοφίᾳ προσκειμένας. Πολλοὶ δὲ καὶ
ἄνδρες καὶ γυναῖκες ἀποθνῄσκειν μέλλοντες τῶν εὐγενες-
τάτων φέροντες τὰ ἑαυτῶν τέκνα, ἄρρενάς τε ὁμοῦ καὶ
θηλείας, ἐκείνῳ παρεδίδοσαν μετὰ τῆς ἄλλης οὐσίας ὡς
ἱερῷ τινι καὶ θείῳ φύλακι. Διὸ καὶ ἐπεπλήρωτο αὐτῷ ἡ
οἰκία παίδων καὶ παρθένων. Ἐν τούτοις δὲ ἦν καὶ Πο-
τάμων, οὗ τῆς παιδεύσεως φροντίζων πολλάκις ἓν καὶ
μεταποιοῦντος ἠκροάσατο. Ἠνείχετο δὲ καὶ τοὺς λογις-
μούς, ἀναφερόντων τῶν ἐν ἐκείνοις παραμενόντων, καὶ τῆς
ἀκριβείας ἐπεμελεῖτο λέγων, ἕως ἂν μὴ φιλοσοφῶσιν, ἔχειν
αὐτοὺς δεῖν τὰς κτήσεις καὶ τὰς προσόδους ἀνεπάφους τε
καὶ σῳζομένας. Καὶ ὅμως τοσούτοις ἐπαρκῶν τὰς εἰς τὸν
βίον φροντίδας τε καὶ ἐπιμελείας τὴν πρὸς τὸν νοῦν τάσιν
οὐδέποτ᾽ ἂν ἐγρηγορότως ἐχάλασεν. Ἦν δὲ καὶ πρᾶος καὶ
πᾶσιν ἐκκείμενος τοῖς ὁπωσοῦν πρὸς αὐτὸν συνήθειαν
ἐσχηκόσι. Διὸ εἴκοσι καὶ ἓξ ἐτῶν ὅλων ἐν τῇ Ῥώμῃ δια-
τρίψας καὶ πλείστοις διαιτήσας τὰς πρὸς ἀλλήλους ἀμφις-
βητήσεις οὐδένα τῶν πολιτικῶν ἐχθρόν ποτε ἔσχε.
Τῶν δὲ φιλοσοφεῖν προσποιουμένων Ὀλύμπιος
Ἀλεξανδρεύς, Ἀμμωνίου ἐπ᾽ ὀλίγον μαθητὴς γενόμενος,
καταφρονητικῶς πρὸς αὐτὸν ἔσχε διὰ φιλοπρωτίαν· ὃς καὶ
οὕτως αὐτῷ ἐπέθετο, ὥστε καὶ ἀστροβολῆσαι αὐτὸν
μαγεύσας ἐπεχείρησεν. Ἐπεὶ δὲ εἰς ἑαυτὸν στρεφομένην
ᾔσθετο τὴν ἐπιχείρησιν, ἔλεγε πρὸς τοὺς συνήθεις μεγάλην
εἶναι τὴν τῆς ψυχῆς τοῦ Πλωτίνου δύναμιν, ὡς ἀπο-
κρούειν δύνασθαι τὰς εἰς ἑαυτὸν ἐπιφορὰς εἰς τοὺς κακοῦν
αὐτὸν ἐπιχειροῦντας. Πλωτῖνος μέντοι τοῦ Ὀλυμπίου ἐγχει-
ροῦντος ἀντελαμβάνετο λέγων αὐτῷ τὸ σῶμα τότε ὡς τὰ
σύσπαστα βαλάντια ἕλκεσθαι τῶν μελῶν αὐτῷ πρὸς
ἄλληλα συνθλιβομένων. Κινδυνεύσας δὲ ὁ Ὀλύμπιος πολ-
λάκις αὐτός τι παθεῖν ἢ δρᾶσαι τὸν Πλωτῖνον ἐπαύσατο.
Ἦν γὰρ καὶ κατὰ γένεσιν πλέον τι ἔχων παρὰ τοὺς ἄλλους
ὁ Πλωτῖνος. Αἰγύπτιος γάρ τις ἱερεὺς ἀνελθὼν εἰς τὴν
Ῥώμην καὶ διά τινος φίλου αὐτῷ γνωρισθεὶς θέλων τε τῆς
ἑαυτοῦ σοφίας ἀπόδειξιν δοῦναι ἠξίωσε τὸν Πλωτῖνον ἐπὶ
θέαν ἀφικέσθαι τοῦ συνόντος αὐτῷ οἰκείου δαίμονος καλου-
μένου. Τοῦ δὲ ἑτοίμως ὑπακούσαντος γίνεται μὲν ἐν τῷ
Ἰσίῳ ἡ κλῆσις· μόνον γὰρ ἐκεῖνον τὸν τόπον καθαρὸν
φῆσαι εὑρεῖν ἐν τῇ Ῥώμῃ τὸν Αἰγύπτιον. Κληθέντα δὲ εἰς
αὐτοψίαν τὸν δαίμονα θεὸν ἐλθεῖν καὶ μὴ τοῦ δαιμόνων
εἶναι γένους· ὅθεν τὸν Αἰγύπτιον εἰπεῖν· μακάριος εἶ
θεὸν ἔχων τὸν δαίμονα καὶ οὐ τοῦ ὑφειμένου γένους τὸν
συνόντα. Μήτε δὲ ἐρέσθαι τι ἐκγενέσθαι μήτε ἐπιπλέον
ἰδεῖν παρόντα τοῦ συνθεωροῦντος φίλου τὰς ὄρνεις, ἃς
κατεῖχε φυλακῆς ἕνεκα, πνίξαντος εἴτε διὰ φθόνον εἴτε
καὶ διὰ φόβον τινά. Τῶν οὖν θειοτέρων δαιμόνων ἔχων τὸν
συνόντα καὶ αὐτὸς διετέλει ἀνάγων αὐτοῦ τὸ θεῖον ὄμμα
πρὸς ἐκεῖνον. Ἔστι γοῦν αὐτῷ ἀπὸ τῆς τοιαύτης αἰτίας καὶ
βιβλίον γραφὲν Περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος,
ὅπου πειρᾶται αἰτίας φέρειν περὶ τῆς διαφορᾶς τῶν συνόν-
των. Φιλοθύτου δὲ γεγονότος τοῦ Ἀμελίου καὶ τὰ ἱερὰ κατὰ
νουμηνίαν καὶ τὰς ἑορτὰς ἐκπεριιόντος καί ποτε ἀξιοῦντος
τὸν Πλωτῖνον σὺν αὐτῷ παραλαβεῖν ἔφη· ἐκείνους δεῖ
πρὸς ἐμὲ ἔρχεσθαι, οὐκ ἐμὲ πρὸς ἐκείνους. Τοῦτο δὲ ἐκ
ποίας διανοίας οὕτως ἐμεγαληγόρησεν, οὔτ᾽ αὐτοὶ συνεῖναι
δεδυνήμεθα οὔτ᾽ αὐτὸν ἐρέσθαι ἐτολμήσαμεν.
Περιῆν δὲ αὐτῷ τοσαύτη περιουσία ἠθῶν κατα-
νοήσεως, ὡς κλοπῆς ποτε γεγονυίας πολυτελοῦς περιδε-
ραίου Χιόνης, ἥτις αὐτῷ συνῴκει μετὰ τῶν τέκνων σεμνῶς
τὴν χηρείαν διεξάγουσα, καὶ ὑπ᾽ ὄψιν τοῦ Πλωτίνου
τῶν οἰκετῶν συνηγμένων ἐμβλέψας ἅπασιν· οὗτος, ἔφη,
ἐστὶν ὁ κεκλοφώς, δείξας ἕνα τινά. Μαστιζόμενος δὲ
ἐκεῖνος καὶ ἐπιπλεῖον ἀρνούμενος τὰ πρῶτα ὕστερον
ὡμολόγησε καὶ φέρων τὸ κλαπὲν ἀπέδωκε. Προεῖπε δ᾽ ἂν
καὶ τῶν συνόντων παίδων περὶ ἑκάστου οἷος ἀποβήσεται·
ὡς καὶ περὶ τοῦ Πολέμωνος οἷος ἔσται, ὅτι ἐρωτικὸς ἔσται
καὶ ὀλιγοχρόνιος, ὅπερ καὶ ἀπέβη. Καί ποτε ἐμοῦ Πορφυ-
ρίου ᾔσθετο ἐξάγειν ἐμαυτὸν διανοουμένου τοῦ βίου· καὶ
ἐξαίφνης ἐπιστάς μοι ἐν τῷ οἴκῳ διατρίβοντι καὶ εἰπὼν μὴ
εἶναι ταύτην τὴν προθυμίαν ἐκ νοερᾶς καταστάσεως, ἀλλ᾽
ἐκ μελαγχολικῆς τινος νόσου, ἀποδημῆσαι ἐκέλευσε.
Πεισθεὶς δὲ αὐτῷ ἐγὼ εἰς τὴν Σικελίαν ἀφικόμην Πρόβον
τινὰ ἀκούων ἐλλόγιμον ἄνδρα περὶ τὸ Λιλύβαιον διατρίβειν·
καὶ αὐτός τε τῆς τοιαύτης προθυμίας ἀπεσχόμην τοῦ τε
παρεῖναι ἄχρι θανάτου τῷ Πλωτίνῳ ἐνεποδίσθην.
Ἐτίμησαν δὲ τὸν Πλωτῖνον μάλιστα καὶ ἐσέφθησαν
Γαλιῆνός τε ὁ αὐτοκράτωρ καὶ ἡ τούτου γυνὴ Σαλωνίνα.
Ὁ δὲ τῇ φιλίᾳ τῇ τούτων καταχρώμενος φιλοσόφων τινὰ
πόλιν κατὰ τὴν Καμπανίαν γεγενῆσθαι λεγομένην, ἄλλως
δὲ κατηριπωμένην, ἠξίου ἀνεγείρειν καὶ τὴν πέριξ χώραν
χαρίσασθαι οἰκισθείσῃ τῇ πόλει, νόμοις δὲ χρῆσθαι τοὺς
κατοικεῖν μέλλοντας τοῖς Πλάτωνος καὶ τὴν προσηγορίαν
αὐτῇ Πλατωνόπολιν θέσθαι, ἐκεῖ τε αὐτὸς μετὰ τῶν
ἑταίρων ἀναχωρήσειν ὑπισχνεῖτο. Καὶ ἐγένετ᾽ ἂν τὸ βού-
λημα ἐκ τοῦ ῥᾴστου τῷ φιλοσόφῳ, εἰ μή τινες τῶν συν-
όντων τῷ βασιλεῖ φθονοῦντες ἢ νεμεσῶντες ἢ δι᾽ ἄλλην
μοχθηρὰν αἰτίαν ἐνεπόδισαν.
Γέγονε δ᾽ ἐν ταῖς συνουσίαις φράσαι μὲν ἱκανὸς
καὶ εὑρεῖν καὶ νοῆσαι τὰ πρόσφορα δυνατώτατος, ἐν δέ
τισι λέξεσιν ἁμαρτάνων· οὐ γὰρ ἂν εἶπεν ἀναμιμνήσκε-
ται, ἀλλὰ ἀναμνημίσκεται, καὶ ἄλλα τινὰ παράσημα
ὀνόματα ἃ καὶ ἐν τῷ γράφειν ἐτήρει. Ἦν δ᾽ ἐν τῷ λέγειν ἡ
ἔνδειξις τοῦ νοῦ ἄχρι τοῦ προσώπου αὐτοῦ τὸ φῶς ἐπιλάμ-
ποντος· ἐράσμιος μὲν ὀφθῆναι, καλλίων δὲ τότε μάλιστα
ὁρώμενος· καὶ λεπτός τις ἱδρὼς ἐπέθει καὶ ἡ πραότης διέ-
λαμπε καὶ τὸ προσηνὲς πρὸς τὰς ἐρωτήσεις ἐδείκνυτο καὶ
τὸ εὔτονον. Τριῶν γοῦν ἡμερῶν ἐμοῦ Πορφυρίου ἐρωτήσαν-
τος, πῶς ἡ ψυχὴ σύνεστι τῷ σώματι, παρέτεινεν ἀποδεικ-
νύς, ὥστε καὶ Θαυμασίου τινὸς τοὔνομα ἐπεισελθόντος
τοὺς καθόλου λόγους πράττοντος καὶ εἰς βιβλία ἀκοῦσαι
αὐτοῦ λέγοντος θέλειν, Πορφυρίου δὲ ἀποκρινομένου καὶ
ἐρωτῶντος μὴ ἀνασχέσθαι, ὁ δὲ ἔφη· ἀλλὰ ἂν μὴ Πορ-
φυρίου ἐρωτῶντος λύσωμεν τὰς ἀπορίας, εἰπεῖν τι καθάπαξ
εἰς τὸ βιβλίον οὐ δυνησόμεθα.
Ἐν δὲ τῷ γράφειν σύντομος γέγονε καὶ πολύνους
βραχύς τε καὶ νοήμασι πλεονάζων ἢ λέξεσι, τὰ πολλὰ
ἐνθουσιῶν καὶ ἐκπαθῶς φράζων _ καὶ τὸ συμπαθείας ἢ
παραδόσεως. Ἐμμέμικται δ᾽ ἐν τοῖς συγγράμμασι καὶ τὰ
Στωικὰ λανθάνοντα δόγματα καὶ τὰ Περιπατητικά· κα-
ταπεπύκνωται δὲ καὶ ἡ Μετὰ τὰ φυσικὰ τοῦ Ἀριστο-
τέλους πραγματεία. Ἔλαθε δὲ αὐτὸν οὔτε γεωμετρικόν τι
λεγόμενον θεώρημα οὔτ᾽ ἀριθμητικόν, οὐ μηχανικόν, οὐκ
ὀπτικόν, οὐ μουσικόν· αὐτὸς δὲ ταῦτα ἐξεργάζεσθαι οὐ
παρεσκεύαστο. Ἐν δὲ ταῖς συνουσίαις ἀνεγινώσκετο μὲν
αὐτῷ τὰ ὑπομνήματα, εἴτε Σεβήρου εἴη, εἴτε Κρονίου ἢ
Νουμηνίου ἢ Γαίου ἢ Ἀττικοῦ, κἀν τοῖς Περιπατητικοῖς
τά τε Ἀσπασίου καὶ Ἀλεξάνδρου Ἀδράστου τε καὶ τῶν
ἐμπεσόντων. Ἐλέγετο δὲ ἐκ τούτων οὐδὲν καθάπαξ, ἀλλ᾽
ἴδιος ἦν καὶ ἐξηλλαγμένος ἐν τῇ θεωρίᾳ καὶ τὸν Ἀμμω-
νίου φέρων νοῦν ἐν ταῖς ἐξετάσεσιν. Ἐπληροῦτο δὲ
ταχέως καὶ δι᾽ ὀλίγων δοὺς νοῦν βαθέος θεωρήματος
ἀνίστατο. Ἀναγνωσθέντος δὲ αὐτῷ τοῦ τε Περὶ ἀρχῶν
Λογγίνου καὶ τοῦ Φιλαρχαίου, φιλόλογος μέν, ἔφη,
ὁ Λογγῖνος, φιλόσοφος δὲ οὐδαμῶς. Ὠριγένους δὲ
ἀπαντήσαντός ποτε εἰς τὴν συνουσίαν πληρωθεὶς ἐρυθή-
ματος ἀνίστασθαι μὲν ἐβούλετο, λέγειν δὲ ὑπὸ Ὠριγένους
ἀξιούμενος ἔφη ἀνίλλεσθαι τὰς προθυμίας, ὅταν ἴδῃ ὁ
λέγων, ὅτι πρὸς εἰδότας ἐρεῖ ἃ αὐτὸς λέγειν μέλλει· καὶ
οὕτως ὀλίγα διαλεχθεὶς ἐξανέστη.
Ἐμοῦ δὲ ἐν Πλατωνείοις ποίημα ἀναγνόντος Τὸν
ἱερὸν γάμον, καί τινος διὰ τὸ μυστικῶς πολλὰ μετ᾽ ἐνθου-
σιασμοῦ ἐπικεκρυμμένως εἰρῆσθαι εἰπόντος μαίνεσθαι τὸν
Πορφύριον, ἐκεῖνος εἰς ἐπήκοον ἔφη πάντων· ἔδειξας
ὁμοῦ καὶ τὸν ποιητὴν καὶ τὸν φιλόσοφον καὶ τὸν ἱερο-
φάντην. Ὅτε δὲ ὁ ῥήτωρ Διοφάνης ἀνέγνω ὑπὲρ Ἀλκι-
βιάδου τοῦ ἐν τῷ Συμποσίῳ τοῦ Πλάτωνος ἀπολογίαν
δογματίζων χρῆναι ἀρετῆς ἕνεκα μαθήσεως εἰς συνουσίαν
αὑτὸν παρέχειν ἐρῶντι ἀφροδισίου μίξεως τῷ καθηγεμόνι,
ἤιξε μὲν πολλάκις ἀναστὰς ἀπαλλαγῆναι τῆς συνόδου,
ἐπισχὼν δ᾽ ἑαυτὸν μετὰ τὴν διάλυσιν τοῦ ἀκουστηρίου ἐμοὶ
Πορφυρίῳ ἀντιγράψαι προσέταξε. Μὴ θέλοντος δὲ τοῦ
Διοφάνους τὸ βιβλίον δοῦναι διὰ τῆς μνήμης ἀναληφθέντων
τῶν ἐπιχειρημάτων ἀντιγράψας ἐγὼ καὶ ἐπὶ τῶν αὐτῶν
ἀκροατῶν συνηγμένων ἀναγνοὺς τοσοῦτον τὸν Πλωτῖνον
ηὔφρανα, ὡς κἀν ταῖς συνουσίαις συνεχῶς ἐπιλέγειν·
Βάλλ᾽ οὕτως, αἴ κέν τι φόως ἄνδρεσσι γένηαι.
Γράφοντος δὲ Εὐβούλου Ἀθήνηθεν τοῦ Πλατωνικοῦ
διαδόχου καὶ πέμποντος συγγράμματα ὑπέρ τινων Πλατω-
νικῶν ζητημάτων ἐμοὶ Πορφυρίῳ ταῦτα δίδοσθαι ἐποίει
καὶ σκοπεῖν καὶ ἀναφέρειν αὐτῷ τὰ γεγραμμένα ἠξίου. Προς-
εῖχε δὲ τοῖς μὲν περὶ τῶν ἀστέρων κανόσιν οὐ πάνυ τι
μαθηματικῶς, τοῖς δὲ τῶν γενεθλιαλόγων ἀποτελεσμα-
τικοῖς ἀκριβέστερον. Καὶ φωράσας τῆς ἐπαγγελίας τὸ
ἀνεχέγγυον ἐλέγχειν πολλαχοῦ κατ᾽ αὐτῶν ἐν τοῖς συγγράμμασιν
οὐκ ὤκνησε.
Γεγόνασι δὲ κατ᾽ αὐτὸν τῶν Χριστιανῶν πολλοὶ μὲν
καὶ ἄλλοι, αἱρετικοὶ δὲ ἐκ τῆς παλαιᾶς φιλοσοφίας ἀνηγμένοι
οἱ περὶ Ἀδέλφιον καὶ Ἀκυλῖνον οἳ τὰ Ἀλεξάνδρου τοῦ
Λίβυος καὶ Φιλοκώμου καὶ Δημοστράτου καὶ Λυδοῦ συγ-
γράμματα πλεῖστα κεκτημένοι ἀποκαλύψεις τε προφέρον-
τες Ζωροάστρου καὶ Ζωστριανοῦ καὶ Νικοθέου καὶ Ἀλλογε-
νοῦς καὶ Μέσσου καὶ ἄλλων τοιούτων πολλοὺς ἐξηπάτων καὶ
αὐτοὶ ἠπατημένοι, ὡς δὴ τοῦ Πλάτωνος εἰς τὸ βάθος τῆς
νοητῆς οὐσίας οὐ πελάσαντος. Ὅθεν αὐτὸς μὲν πολλοὺς
ἐλέγχους ποιούμενος ἐν ταῖς συνουσίαις, γράψας δὲ καὶ
βιβλίον ὅπερ Πρὸς τοὺς Γνωστικούς ἐπεγράψαμεν,
ἡμῖν τὰ λοιπὰ κρίνειν καταλέλοιπεν. Ἀμέλιος δὲ ἄχρι τες-
σαράκοντα βιβλίων προκεχώρηκε πρὸς τὸ Ζωστριανοῦ
βιβλίον ἀντιγράφων. Πορφύριος δὲ ἐγὼ πρὸς τὸ Ζωροά-
στρου συχνοὺς πεποίημαι ἐλέγχους, ὅλως νόθον τε καὶ
νέον τὸ βιβλίον παραδεικνὺς πεπλασμένον τε ὑπὸ τῶν τὴν
αἵρεσιν συστησαμένων εἰς δόξαν τοῦ εἶναι τοῦ παλαιοῦ
Ζωροάστρου τὰ δόγματα, ἃ αὐτοὶ εἵλοντο πρεσβεύειν.
Τῶν δ᾽ ἀπὸ τῆς Ἑλλάδος τὰ Νουμηνίου αὐτὸν
ὑποβάλλεσθαι λεγόντων καὶ τοῦτο πρὸς Ἀμέλιον ἀγ-
γέλλοντος Τρύφωνος τοῦ Στωικοῦ τε καὶ Πλατωνικοῦ γέ-
γραφεν ὁ Ἀμέλιος βιβλίον ὃ ἐπέγραψε μὲν Περὶ τῆς
κατὰ τὰ δόγματα τοῦ Πλωτίνου πρὸς τὸν Νουμήνιον
διαφορᾶς, προσεφώνησε δὲ αὐτὸ Βασιλεῖ ἐμοί· Βασιλεὺς
δὲ τοὔνομα τῷ Πορφυρίῳ ἐμοὶ προσῆν, κατὰ μὲν πάτριον
διάλεκτον Μάλκῳ κεκλημένῳ, ὅπερ μοι καὶ ὁ πατὴρ ὄνομα
κέκλητο, τοῦ δὲ Μάλκου ἑρμηνείαν ἔχοντος βασιλεύς, εἴ
τις εἰς Ἑλληνίδα διάλεκτον μεταβάλλειν ἐθέλοι. Ὅθεν ὁ
Λογγῖνος μὲν προσφωνῶν τὰ Περὶ ὁρμῆς Κλεοδάμῳ τε
κἀμοὶ Πορφυρίῳ Κλεόδαμέ τε καὶ Μάλκε προὔγραψεν· ὁ
δ᾽ Ἀμέλιος ἑρμηνεύσας τοὔνομα, ὡς ὁ Νουμήνιος τὸν
Μάξιμον εἰς τὸν Μεγάλον, οὕτω τὸν Μάλκον οὗτος εἰς
τὸν Βασιλέα, γράφει·
Ἀμέλιος Βασιλεῖ εὖ πράττειν. Αὐτῶν μὲν ἕνεκα τῶν
πανευφήμων ἀνδρῶν, οὓς διατεθρυλληκέναι ἐς ἑαυτὸν φής,
τὰ τοῦ ἑταίρου ἡμῶν δόγματα εἰς τὸν Ἀπαμέα Νουμήνιον
ἀναγόντων, οὐκ ἂν προηκάμην φωνήν, σαφῶς ἐπίστασο.
Δῆλον γὰρ ὅτι καὶ τοῦτο ἐκ τῆς παρ᾽ αὐτοῖς ἀγαλλομένης
προελήλυθεν εὐστομίας τε καὶ εὐγλωττίας, νῦν μὲν ὅτι
πλατὺς φλήναφος, αὖθις δὲ ὅτι ὑποβολιμαῖος, ἐκ τρί-
των δὲ ὅτι καὶ τὰ φαυλότατα τῶν ὄντων ὑποβαλλόμε-
νος, τῷ διασιλλαίνειν αὐτὸν δηλαδὴ κατ᾽ αὐτοῦ λεγόντων.
Σοῦ δὲ τῇ προφάσει ταύτῃ οἰομένου δεῖν ἀποχρῆσθαι πρὸς
τὸ καὶ τὰ ἡμῖν ἀρέσκοντα ἔχειν προχειρότερα εἰς ἀνάμνη-
σιν καὶ τὸ ἐπ᾽ ὀνόματι ἑταίρου ἀνδρὸς οἵου τοῦ Πλωτίνου
μεγάλου εἰ καὶ πάλαι διαβεβοημένα ὁλοσχερέστερον γνῶναι
ὑπήκουσα, καὶ οὖν ἥκω ἀποδιδούς σοι τὰ ἐπηγγελμένα ἐν
τρισὶν ἡμέραις, ὡς καὶ αὐτὸς οἶσθα, πεπονημένα. Χρὴ δὲ
αὐτὰ ὡς ἂν μὴ ἐκ τῆς τῶν συνταγμάτων ἐκείνων παραθέ-
σεως οὔτ᾽ οὖν συντεταγμένα οὔτε ἐξειλεγμένα, ἀλλ᾽ ἀπὸ τῆς
παλαιᾶς ἐντεύξεως ἀναπεπολημένα καὶ ὡς πρῶτα προὔ-
πεσεν ἕκαστα οὕτω ταχθέντα ἐνταῦθα νῦν συγγνώμης
δικαίας παρὰ σοῦ τυχεῖν, ἄλλως τε καὶ τοῦ βουλήματος τοῦ
ὑπὸ τὴν πρὸς ἡμᾶς ὁμολογίαν ὑπαγομένου πρός τινων
ἀνδρὸς οὐ μάλα προχείρου ἑλεῖν ὑπάρχοντος διὰ τὴν
ἄλλοτε ἄλλως περὶ τῶν αὐτῶν ὡς ἂν δόξειε φοράν. Ὅτι
δέ, εἴ τι τῶν ἀπὸ τῆς οἰκείας ἑστίας παραχαράττοιτο,
διορθώσει εὐμενῶς, εὖ οἶδα. Ἠνάγκασμαι δ᾽ ὡς ἔοικεν, ὥς
πού φησιν ἡ τραγῳδία, ὢν φιλοπράγμων τῇ ἀπὸ τῶν τοῦ
καθηγεμόνος ἡμῶν δογμάτων διαστάσει εὐθύνειν τε καὶ
ἀποποιεῖσθαι. Τοιοῦτον ἄρα ἦν τὸ σοὶ χαρίζεσθαι ἐξ
ἅπαντος βούλεσθαι. Ἔρρωσο.
Ταύτην τὴν ἐπιστολὴν θεῖναι προήχθην οὐ μόνον
πίστεως χάριν τοῦ τοὺς τότε καὶ ἐπ᾽ αὐτοῦ γεγονότας τὰ
Νουμηνίου οἴεσθαι ὑποβαλλόμενον κομπάζειν, ἀλλὰ καὶ ὅτι
πλατὺν αὐτὸν φλήναφον εἶναι ἡγοῦντο καὶ κατεφρόνουν τῷ
μὴ νοεῖν ἃ λέγει καὶ τῷ πάσης σοφιστικῆς αὐτὸν σκηνῆς
καθαρεύειν καὶ τύφου, ὁμιλοῦντι δὲ ἐοικέναι ἐν ταῖς
συνουσίαις καὶ μηδενὶ ταχέως ἐπιφαίνειν τὰς συλλογιστικὰς
ἀνάγκας αὐτοῦ τὰς ἐν τῷ λόγῳ λαμβανομένας. Ἔπαθον δ᾽
οὖν τὰ ὅμοια ἐγὼ Πορφύριος, ὅτε πρῶτον αὐτοῦ ἠκροασά-
μην. Διὸ καὶ ἀντιγράψας προσήγαγον δεικνύναι πειρώμε-
νος ὅτι ἔξω τοῦ νοῦ ὑφέστηκε τὸ νόημα. Ἀμέλιον δὲ
ποιήσας ταῦτα ἀναγνῶναι, ἐπειδὴ ἀνέγνω, μειδιάσας σὸν
ἂν εἴη, ἔφη, ὦ Ἀμέλιε, λῦσαι τὰς ἀπορίας, εἰς ἃς δι᾽
ἄγνοιαν τῶν ἡμῖν δοκούντων ἐμπέπτωκε. Γράψαντος δὲ
βιβλίον οὐ μικρὸν τοῦ Ἀμελίου πρὸς τὰς τοῦ Πορφυρίου
ἀπορίας, καὶ αὖ πάλιν πρὸς τὰ γραφέντα ἀντιγράψαντός
μου, τοῦ δὲ Ἀμελίου καὶ πρὸς ταῦτα ἀντειπόντος, ἐκ
τρίτων μόλις συνεὶς τὰ λεγόμενα ἐγὼ ὁ Πορφύριος μετε-
θέμην καὶ παλινῳδίαν γράψας ἐν τῇ διατριβῇ ἀνέγνων·
κἀκεῖθεν λοιπὸν τά τε βιβλία τὰ Πλωτίνου ἐπιστεύθην,
καὶ αὐτὸν τὸν διδάσκαλον εἰς φιλοτιμίαν προήγαγον τοῦ
διαρθροῦν καὶ διὰ πλειόνων γράφειν τὰ δοκοῦντα. Οὐ μὴν
ἀλλὰ καὶ Ἀμέλιος εἰς τὸ συγγράφειν πρόθυμον ἐποίησεν.
Ἣν δὲ ἔσχε καὶ Λογγῖνος περὶ τοῦ Πλωτίνου
δόξαν ἐξ ὧν μάλιστα πρὸς αὐτὸν ἐγὼ γράφων ἐσήμαινον,
δηλώσει μέρος ἐπιστολῆς γραφείσης πρός με ἐπέχον
τοῦτον τὸν τρόπον. Ἀξιῶν γάρ με ἀπὸ τῆς Σικελίας
κατιέναι πρὸς αὐτὸν εἰς τὴν Φοινίκην καὶ κομίζειν τὰ
βιβλία τοῦ Πλωτίνου φησί·
Καὶ σὺ μὲν ταῦτά τε πέμπειν, ὅταν σοι δοκῇ, μᾶλλον
δὲ κομίζειν· οὐ γὰρ ἂν ἀποσταίην τοῦ πολλάκις δεῖσθαί
σου τὴν πρὸς ἡμᾶς ὁδὸν τῆς ἑτέρωσε προκρῖναι, κἂν
εἰ μηδὲν δι᾽ ἄλλο - τί γὰρ ἂν καὶ σοφὸν παρ᾽ ἡμῶν
προσδοκῶν ἀφίκοιο; - τήν τε παλαιὰν συνήθειαν καὶ τὸν
ἀέρα μετριώτατον ὄντα πρὸς ἣν λέγεις τοῦ σώματος
ἀσθένειαν· κἂν ἄλλο τι τύχῃς οἰηθείς, παρ᾽ ἐμοῦ δὲ μηδὲν
προσδοκᾶν καινότερον, μηδ᾽ οὖν τῶν παλαιῶν ὅσα φὴς
ἀπολωλεκέναι. Τῶν γὰρ γραψάντων τοσαύτη σπάνις
ἐνταῦθα καθέστηκεν, ὥστε νὴ τοὺς θεοὺς πάντα τὸν
χρόνον τοῦτον τὰ λειπόμενα τῶν Πλωτίνου κατασκευάζων
μόλις αὐτῶν ἐπεκράτησα τὸν ὑπογραφέα τῶν μὲν εἰωθότων
ἀπάγων ἔργων, πρὸς ἑνὶ δὲ τούτῳ τάξας γενέσθαι. Καὶ
κέκτημαι μὲν ὅσα δοκεῖν πάντα καὶ τὰ νῦν ὑπὸ σοῦ πεμφ-
θέντα, κέκτημαι δὲ ἡμιτελῶς· οὐ γὰρ μετρίως ἦν διημαρτη-
μένα, καίτοι τὸν ἑταῖρον Ἀμέλιον ᾤμην ἀναλήψεσθαι τὰ
τῶν γραφέων πταίσματα· τῷ δ᾽ ἦν ἄλλα προυργιαίτερα τῆς
τοιαύτης προσεδρείας. Οὔκουν ἔχω τίνα χρὴ τρόπον
αὐτοῖς ὁμιλῆσαι καίπερ ὑπερεπιθυμῶν τά τε Περὶ ψυχῆς
καὶ τὰ Περὶ τοῦ ὄντος ἐπισκέψασθαι· ταῦτα γὰρ οὖν καὶ
μάλιστα διημάρτηται. Καὶ πάνυ βουλοίμην ἂν ἐλθεῖν μοι
παρὰ σοῦ τὰ μετ᾽ ἀκριβείας γεγραμμένα τοῦ παραναγνῶναι
μόνον, εἶτα ἀποπέμψαι πάλιν. Αὖθις δὲ τὸν αὐτὸν ἐρῶ
λόγον, ὅτι μὴ πέμπειν, ἀλλ᾽ αὐτὸν ἥκειν ἔχοντα μᾶλλον ἀξιῶ
ταῦτά τε καὶ τῶν λοιπῶν εἴ τι διαπέφευγε τὸν Ἀμέλιον.
Ἃ μὲν γὰρ ἤγαγεν, ἅπαντα διὰ σπουδῆς ἐκτησάμην. Πῶς
δ᾽ οὐκ ἔμελλον ἀνδρὸς ὑπομνήματα πάσης αἰδοῦς ἄξια
καὶ τιμῆς κτήσασθαι; Τοῦτο γὰρ οὖν καὶ παρόντι σοι καὶ
μακρὰν ἀπόντι καὶ περὶ τὴν Τύρον διατρίβοντι τυγχάνω
δήπουθεν ἐπεσταλκὼς ὅτι τῶν μὲν ὑποθέσεων οὐ πάνυ
με τὰς πολλὰς προσίεσθαι συμβέβηκε· τὸν δὲ τύπον τῆς
γραφῆς καὶ τῶν ἐννοιῶν τἀνδρὸς τὴν πυκνότητα καὶ τὸ
φιλόσοφον τῆς τῶν ζητημάτων διαθέσεως ὑπερβαλλόντως
ἄγαμαι καὶ φιλῶ καὶ μετὰ τῶν ἐλλογιμωτάτων ἄγειν τὰ
τούτου βιβλία φαίην ἂν δεῖν τοὺς ζητητικούς.
Ταῦτα ἐπιπλέον παρατέθεικα τοῦ καθ᾽ ἡμᾶς κριτι-
κωτάτου γενομένου καὶ τὰ τῶν ἄλλων σχεδὸν πάντα τῶν
καθ᾽ αὑτὸν διελέγξαντος δεικνὺς οἵα γέγονεν ἡ περὶ
Πλωτίνου κρίσις· καίτοι τὰ πρῶτα ἐκ τῆς τῶν ἄλλων
ἀμαθίας καταφρονητικῶς ἔχων πρὸς αὐτὸν διετέλει. Ἐδό-
κει δὲ ἃ ἐκτήσατο ἐκ τῶν Ἀμελίου λαβὼν ἡμαρτῆσθαι
διὰ τὸ μὴ νοεῖν τοῦ ἀνδρὸς τὴν συνήθη ἑρμηνείαν. Εἰ
γάρ τινα καὶ ἄλλα, καὶ τὰ παρ᾽ Ἀμελίῳ διώρθωτο ὡς ἂν
ἐκ τῶν αὐτογράφων μετειλημμένα. Ἔτι δὲ τοῦ Λογγί-
νου ἃ ἐν συγγράμματι γέγραφε περὶ Πλωτίνου τε καὶ
Ἀμελίου καὶ τῶν καθ᾽ ἑαυτὸν γεγονότων φιλοσόφων ἀναγ-
καῖον παραθεῖναι, ἵνα καὶ πλήρης γένηται ἡ περὶ αὐτῶν
κρίσις οἵα γέγονε τοῦ ἐλλογιμωτάτου ἀνδρὸς καὶ ἐλεγκτι-
κωτάτου. Ἐπιγράφεται δὲ τὸ βιβλίον Λογγίνου πρὸς Πλω-
τῖνον καὶ Γεντιλιανὸν Ἀμέλιον περὶ τέλους. Ἔχει δὲ
τοιόνδε προοίμιον·
Πολλῶν καθ᾽ ἡμᾶς, ὦ Μάρκελλε, γεγενημένων φιλο-
σόφων οὐχ ἥκιστα παρὰ τοὺς πρώτους τῆς ἡλικίας ἡμῶν
χρόνους· ὁ μὲν γὰρ νῦν καιρὸς οὐδ᾽ εἰπεῖν ἔστιν ὅσην
σπάνιν ἔσχηκε τοῦ πράγματος· ἔτι δὲ μειρακίων ὄντων
ἡμῶν οὐκ ὀλίγοι τῶν ἐν φιλοσοφίᾳ λόγων προέστησαν, οὓς
ἅπαντας μὲν ὑπῆρξεν ἰδεῖν ἡμῖν διὰ τὴν ἐκ παίδων ἐπὶ
πολλοὺς τόπους ἅμα τοῖς γονεῦσιν ἐπιδημίαν, συγγενέσθαι
δὲ αὐτῶν τοῖς ἐπιβιώσασι κατὰ ταὐτὸ συχνοῖς ἔθνεσι καὶ
πόλεσιν ἐπιμίξαντας· οἱ μὲν καὶ διὰ γραφῆς ἐπεχείρησαν
τὰ δοκοῦντα σφίσι πραγματεύεσθαι καταλιπόντες τοῖς
ἐπιγιγνομένοις τῆς παρ᾽ αὐτῶν ὠφελείας μετασχεῖν, οἱ δ᾽
ἀποχρῆναι σφίσιν ἡγήσαντο τοὺς συνόντας προβιβάζειν εἰς
τὴν τῶν ἀρεσκόντων ἑαυτοῖς κατάληψιν. Ὧν τοῦ μὲν
προτέρου γεγόνασι τρόπου Πλατωνικοὶ μὲν Εὐκλείδης καὶ
Δημόκριτος καὶ Προκλῖνος ὁ περὶ τὴν Τρῳάδα διατρίψας
οἵ τε μέχρι νῦν ἐν τῇ Ῥώμῃ δημοσιεύοντες Πλωτῖνος καὶ
Γεντιλιανὸς Ἀμέλιος ὁ τούτου γνώριμος, Στωικῶν δὲ
Θεμιστοκλῆς καὶ Φοιβίων οἵ τε μέχρι πρῴην ἀκμάσαντες
Ἄννιός τε καὶ Μήδιος, Περιπατητικῶν δὲ ὁ Ἀλεξανδρεὺς
Ἡλιόδωρος. Τοῦ δὲ δευτέρου Πλατωνικοὶ μὲν Ἀμμώνιος
καὶ Ὠριγένης, οἷς ἡμεῖς τὸ πλεῖστον τοῦ χρόνου προσεφοι-
τήσαμεν, ἀνδράσιν οὐκ ὀλίγῳ τῶν καθ᾽ ἑαυτοὺς εἰς σύνεσιν
διενεγκοῦσιν, οἵ τε Ἀθήνησι διάδοχοι Θεόδοτος καὶ
Εὔβουλος· καὶ γὰρ εἴ τι τούτων γέγραπταί τισιν, ὥσπερ
Ὠριγένει μὲν τὸ Περὶ τῶν δαιμόνων, Εὐβούλῳ δὲ τὸ
Περὶ τοῦ Φιλήβου καὶ τοῦ Γοργίου καὶ τῶν Ἀρις-
τοτέλει πρὸς τὴν Πλάτωνος Πολιτείαν ἀντειρημένων,
οὐκ ἐχέγγυα πρὸς τὸ μετὰ τῶν ἐξειργασμένων τὸν λόγον
αὐτοὺς ἀριθμεῖν ἂν γένοιτο πάρεργον τῇ τοιαύτῃ χρησαμέ-
νων σπουδῇ καὶ μὴ προηγουμένην περὶ τοῦ γράφειν ὁρμὴν
λαβόντων. Τῶν δὲ Στωικῶν Ἑρμῖνος καὶ Λυσίμαχος οἵ
τε ἐν ἄστει καταβιώσαντες Ἀθηναῖος καὶ Μουσώνιος, καὶ
Περιπατητικῶν Ἀμμώνιος καὶ Πτολεμαῖος φιλολογώτατοι
μὲν τῶν καθ᾽ ἑαυτοὺς ἄμφω γενόμενοι καὶ μάλιστα ὁ Ἀμ-
μώνιος· οὐ γὰρ ἔστιν ὅστις ἐκείνῳ γέγονεν εἰς πολυμαθίαν
παραπλήσιος· οὐ μὴν καὶ γράψαντές γε τεχνικὸν οὐδέν,
ἀλλὰ ποιήματα καὶ λόγους ἐπιδεικτικούς, ἅπερ οὖν καὶ
σωθῆναι τῶν ἀνδρῶν τούτων οὐχ ἑκόντων οἶμαι· μὴ γὰρ
ἂν αὐτοὺς δέξασθαι διὰ τοιούτων βιβλίων ὕστερον γενέ-
σθαι γνωρίμους, ἀφέντας σπουδαιοτέροις συγγράμμασι τὴν
ἑαυτῶν ἀποθησαυρίσαι διάνοιαν. Τῶν δ᾽ οὖν γραψάντων οἱ
μὲν οὐδὲν πλέον ἢ συναγωγὴν καὶ μεταγραφὴν τῶν τοῖς
πρεσβυτέροις συντεθέντων ἐποιήσαντο, καθάπερ Εὐκλείδης
καὶ Δημόκριτος καὶ Προκλῖνος, οἱ δὲ μικρὰ κομιδῇ
πράγματα τῆς τῶν παλαιῶν ἱστορίας ἀπομνημονεύσαντες
εἰς τοὺς αὐτοὺς τόπους ἐκείνοις ἐπεχείρησαν συντιθέναι
βιβλία, καθάπερ Ἄννιός τε καὶ Μήδιος καὶ Φοιβίων, οὗτος
μὲν ἀπὸ τῆς ἐν τῇ λέξει κατασκευῆς γνωρίζεσθαι μᾶλλον
ἢ τῆς ἐν τῇ διανοίᾳ συντάξεως ἀξιῶν· οἷς καὶ τὸν Ἡλιό-
δωρον συγκατανείμειέ τις ἄν, οὐδ᾽ ἐκεῖνον παρὰ τὰ τοῖς
πρεσβυτέροις ἐν ταῖς ἀκροάσεσιν εἰρημένα πλέον τι
συμβαλλόμενον εἰς τὴν τοῦ λόγου διάρθρωσιν. Οἱ δὲ καὶ
πλήθει προβλημάτων ἃ μετεχειρίσαντο τὴν σπουδὴν τοῦ
γράφειν ἀποδειξάμενοι καὶ τρόπῳ θεωρίας ἰδίῳ χρησάμενοι
Πλωτῖνός εἰσι καὶ Γεντιλιανὸς Ἀμέλιος· ὃς μὲν τὰς
Πυθαγορείους ἀρχὰς καὶ Πλατωνικάς, ὡς ἐδόκει, πρὸς
σαφεστέραν τῶν πρὸ αὐτοῦ καταστησάμενος ἐξήγησιν·
οὐδὲ γὰρ οὐδὲν ἐγγύς τι τὰ Νουμηνίου καὶ Κρονίου καὶ
Μοδεράτου καὶ Θρασύλλου τοῖς Πλωτίνου περὶ τῶν αὐτῶν
συγγράμμασιν εἰς ἀκρίβειαν· ὁ δὲ Ἀμέλιος κατ᾽ ἴχνη μὲν
τούτου βαδίζειν προαιρούμενος καὶ τὰ πολλὰ μὲν τῶν αὐτῶν
δογμάτων ἐχόμενος, τῇ δὲ ἐξεργασίᾳ πολὺς ὢν καὶ τῇ τῆς
ἑρμηνείας περιβολῇ πρὸς τὸν ἐναντίον ἐκείνῳ ζῆλον
ὑπαγόμενος. Ὧν καὶ μόνων ἡμεῖς ἄξιον εἶναι νομίζομεν
ἐπισκοπεῖσθαι τὰ συγγράμματα. Τοὺς μὲν γὰρ λοιποὺς τί
τις ἂν κινεῖν οἴοιτο δεῖν ἀφεὶς ἐξετάζειν ἐκείνους, παρ᾽
ὧν ταῦτα λαβόντες οὗτοι γεγράφασιν οὐδὲν αὐτοὶ παρ᾽
αὑτῶν προσθέντες οὐχ ὅτι τῶν κεφαλαίων, ἀλλ᾽ οὐδὲ τῶν
ἐπιχειρημάτων, οὐδ᾽ οὖν ἢ συναγωγῆς τῶν παρὰ τοῖς
πλείοσιν ἢ κρίσεως τοῦ βελτίονος ἐπιμεληθέντες; Ἤδη
μὲν οὖν καὶ δι᾽ ἄλλων τουτὶ πεποιήκαμεν, ὥσπερ καὶ τῷ
μὲν Γεντιλιανῷ περὶ τῆς κατὰ Πλάτωνα δικαιοσύνης
ἀντειπόντες, τοῦ δὲ Πλωτίνου τὸ Περὶ τῶν ἰδεῶν ἐπισκε-
ψάμενοι· τὸν μὲν γὰρ κοινὸν ἡμῶν τε κἀκείνων ἑταῖρον
ὄντα, Βασιλέα τὸν Τύριον, οὐδ᾽ αὐτὸν ὀλίγα πεπραγματευ-
μένον κατὰ τὴν Πλωτίνου μίμησιν, ὃν ἀποδεξάμενος
μᾶλλον τῆς παρ᾽ ἡμῖν ἀγωγῆς ἐπεχείρησε διὰ συγγράμματος
ἀποδεῖξαι βελτίω δόξαν περὶ τῶν ἰδεῶν τῆς ἡμῖν
ἀρεσκούσης ἔχοντα, μετρίως ἀντιγραφῇ διελέγξαι δοκοῦμεν
οὐκ εὖ παλινῳδήσαντα κἀν τούτοις οὐκ ὀλίγας τῶν ἀνδρῶν
τούτων κεκινηκότες δόξας, ὥσπερ κἀν τῇ πρὸς τὸν
Ἀμέλιον ἐπιστολῇ, μέγεθος μὲν ἐχούσῃ συγγράμματος,
ἀποκρινομένῃ δὲ πρὸς ἄττα τῶν ὑπ᾽ αὐτοῦ πρὸς ἡμᾶς
ἀπὸ τῆς Ῥώμης ἐπεσταλμένων, ἣν αὐτὸς μὲν ἐπιστολὴν
Περὶ τοῦ τρόπου τῆς Πλωτίνου φιλοσοφίας _ἐπ_έγρα-
ψεν, ἡμεῖς δὲ αὐτὸ μόνον προσηρκέσθημεν τῇ κοινῇ τοῦ
συγγράμματος ἐπιγραφῇ Πρὸς τὴν Ἀμελίου ἐπιστολὴν
αὐτὸ προσαγορεύσαντες.
Ἐν δὴ τούτοις τότε ὡμολόγησε μὲν πάντων τῶν
ἐπ᾽ αὐτοῦ γεγονότων πλήθει τε προβλημάτων διενεγκεῖν
Πλωτῖνόν τε καὶ Ἀμέλιον, τρόπῳ δὲ θεωρίας ἰδίῳ μάλιστα
τούτους χρήσασθαι, τὰ Νουμηνίου δὲ οὐχ ὅτι ὑποβάλλεσθαι
καὶ τἀκείνου πρεσβεύειν δόγματα, ἀλλὰ τὰ τῶν Πυθαγο-
ρείων αὐτοῦ τε ἑλομένου μετιέναι δόγματα, καὶ οὐδ᾽ ἐγγὺς
εἶναι τὰ Νουμηνίου καὶ Κρονίου καὶ Μοδεράτου καὶ
Θρασύλλου τοῖς Πλωτίνου περὶ τῶν αὐτῶν συγγράμμασιν
εἰς ἀκρίβειαν. Εἰπὼν δὲ περὶ Ἀμελίου, ὅτι κατ᾽ ἴχνη
μὲν τοῦ Πλωτίνου ἐβάδιζε, τῇ δὲ ἐξεργασίᾳ πολὺς ὢν καὶ
τῇ τῆς ἑρμηνείας περιβολῇ πρὸς τὸν ἐναντίον ἐκείνῳ
ζῆλον ὑπήγετο, ὅμως μνησθεὶς ἐμοῦ Πορφυρίου ἔτι ἀρχὰς
ἔχοντος τῆς πρὸς τὸν Πλωτῖνον συνουσίας φησὶν ὅτι ὁ
δὲ κοινὸς ἡμῶν τε κἀκείνων ἑταῖρος Βασιλεὺς ὁ Τύριος
οὐδ᾽ αὐτὸς ὀλίγα πεπραγματευμένος κατὰ τὴν Πλωτίνου
μίμησιν. Συνέθηκε ταῦτα ὄντως κατιδών, ὅτι τῆς Ἀμελίου
περιβολῆς τὸ ἀφιλόσοφον παντελῶς ἐφυλαξάμην καὶ πρὸς
ζῆλον τὸν Πλωτίνου γράφων ἀφεώρων. Ἀρκεῖ τοίνυν ὁ
τοσοῦτος ἀνὴρ καὶ ἐν κρίσει πρῶτος ὢν καὶ ὑπειλημμένος
ἄχρι νῦν τοιαῦτα γράφων περὶ Πλωτίνου, ὡς, εἰ καὶ
καλοῦντί με τὸν Πορφύριον συνέβη δυνηθῆναι συμμῖξαι
αὐτῷ, οὐδ᾽ ἂν ἀντέγραψεν, ἃ πρὶν ἀκριβῶσαι τὸ δόγμα
γράψαι ἐπεχείρησεν.
Ἀλλὰ τιή μοι ταῦτα περὶ δρῦν ἢ περὶ
πέτραν - φησὶν ὁ Ἡσίοδος - λέγειν; Εἰ γὰρ δεῖ ταῖς
μαρτυρίαις χρῆσθαι ταῖς παρὰ τῶν σοφῶν γεγενημέναις,
τίς ἂν εἴη σοφώτερος θεοῦ, καὶ θεοῦ τοῦ ἀληθῶς εἰρη-
κότος·
Οἶδα δ᾽ ἐγὼ ψάμμου τ᾽ ἀριθμὸν καὶ μέτρα θαλάσσης
καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω;
Ὁ γὰρ δὴ Ἀπόλλων ἐρομένου τοῦ Ἀμελίου, ποῦ ἡ
Πλωτίνου ψυχὴ κεχώρηκεν, ὁ τοσοῦτον εἰπὼν περὶ
Σωκράτους·
Ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος,
ἐπάκουσον, ὅσα καὶ οἷα περὶ Πλωτίνου ἐθέσπισεν·
Ἄμβροτα φορμίζειν ἀναβάλλομαι ὕμνον ἀοιδῆς
ἀμφ᾽ ἀγανοῖο φίλοιο μελιχροτάταισιν ὑφαίνων
φωναῖς εὐφήμου κιθάρης χρυσέῳ ὑπὸ πλήκτρῳ.
Κλῄζω καὶ Μούσας ξυνὴν ὄπα γηρύσασθαι
παμφώνοις ἰαχαῖσι παναρμονίαισί τ᾽ ἐρωαῖς,
οἷον ἐπ᾽ Αἰακίδῃ στῆσαι χορὸν ἐκλήιχθεν
ἀθανάτων μανίαισιν Ὁμηρείαισί τ᾽ ἀοιδαῖς.
Ἀλλ᾽ ἄγε Μουσάων ἱερὸς χορός, ἀπύσωμεν
εἰς ἓν ἐπιπνείοντες ἀοιδῆς τέρματα πάσης·
ὕμμι καὶ ἐν μέσσαισιν ἐγὼ Φοῖβος βαθυχαίτης·
δαῖμον, ἄνερ τὸ πάροιθεν, ἀτὰρ νῦν δαίμονος αἴσῃ
θειοτέρῃ πελάων, ὅτ᾽ ἐλύσαο δεσμὸν ἀνάγκης
ἀνδρομέης, ῥεθέων δὲ πολυφλοίσβοιο κυδοιμοῦ
ῥωσάμενος πραπίδεσσιν ἐς ᾐόνα νηχύτου ἀκτῆς
νήχε᾽ ἐπειγόμενος δήμου ἄπο νόσφιν ἀλιτρῶν
στηρίξαι καθαρῆς ψυχῆς εὐκαμπέα οἴμην,
ἧχι θεοῖο σέλας περιλάμπεται, ἧχι θέμιστες
ἐν καθαρῷ ἀπάτερθεν ἀλιτροσύνης ἀθεμίστου.
Καὶ τότε μὲν σκαίροντι πικρὸν κῦμ᾽ ἐξυπαλύξαι
αἱμοβότου βιότοιο καὶ ἀσηρῶν εἰλίγγων
ἐν μεσάτοισι κλύδωνος ἀνωίστου τε κυδοιμοῦ
πολλάκις ἐκ μακάρων φάνθη σκοπὸς ἐγγύθι ναίων.
Πολλάκι σεῖο νόοιο βολὰς λοξῇσιν ἀταρποῖς
ἱεμένας φορέεσθαι ἐρωῇσι σφετέρῃσιν
ὀρθοπόρους ἀνὰ κύκλα καὶ ἄμβροτον οἶμον ἄειραν
ἀθάνατοι θαμινὴν φαέων ἀκτῖνα πορόντες
ὄσσοισιν δέρκεσθαι ἀπαὶ σκοτίης λυγαίης.
Οὐδέ σε παμπήδην βλεφάρων ἔχε νήδυμος ὕπνος·
ἀλλ᾽ ἄρ᾽ ἀπὸ βλεφάρων πετάσας κληῖδα βαρεῖαν
ἀχλύος ἐν δίνῃσι φορεύμενος ἔδρακες ὄσσοις
πολλά τε καὶ χαρίεντα, τά κεν ῥέα οὔτις ἴδοιτο
ἀνθρώπων, ὅσσοι σοφίης μαιήτορες ἔπλευν.
Νῦν δ᾽ ὅτε δὴ σκῆνος μὲν ἐλύσαο, σῆμα δ᾽ ἔλειψας
ψυχῆς δαιμονίης, μεθ᾽ ὁμήγυριν ἔρχεαι ἤδη
δαιμονίην ἐρατοῖσιν ἀναπνείουσαν ἀήταις,
ἔνθ᾽ ἔνι μὲν φιλότης, ἔνι δ᾽ ἵμερος ἁβρὸς ἰδέσθαι,
εὐφροσύνης πλείων καθαρῆς, πληρούμενος αἰὲν
ἀμβροσίων ὀχετῶν θεόθεν ὅθεν ἐστὶν ἐρώτων
πείσματα, καὶ γλυκερὴ πνοιὴ καὶ νήνεμος αἰθήρ,
χρυσείης γενεῆς μεγάλου Διὸς ἧχι νέμονται
Μίνως καὶ Ῥαδάμανθυς ἀδελφεοί, ἧχι δίκαιος
Αἰακός, ἧχι Πλάτων, ἱερὴ ἴς, ἧχί τε καλὸς
Πυθαγόρης ὅσσοι τε χορὸν στήριξαν ἔρωτος
ἀθανάτου, ὅσσοι γενεὴν ξυνὴν ἐλάχοντο
δαίμοσιν ὀλβίστοις, ὅθι τοι κέαρ ἐν θαλίῃσιν
αἰὲν ἐυφροσύνῃσι τ᾽ ἰαίνεται. Ἆ μάκαρ, ὅσσους
ὀτλήσας ἀριθμοὺς ἀέθλων μετὰ δαίμονας ἁγνοὺς
πωλέεαι ζαμενῇσι κορυσσάμενος ζωῇσι.
Στήσωμεν μολπήν τε χοροῦ τ᾽ εὐδίνεα κύκλον
Πλωτίνου, Μοῦσαι, πολυγηθέος· αὐτὰρ ἐμεῖο
χρυσείη κιθάρη τόσσον φράσεν εὐαίωνι.
Ἐν δὴ τούτοις εἴρηται μὲν ὅτι ἀγανὸς γέγονε καὶ
ἤπιος καὶ πρᾶός γε μάλιστα καὶ μείλιχος, ἅπερ καὶ ἡμεῖς
οὕτως ἔχοντι συνῄδειμεν· εἴρηται δ᾽ ὅτι ἄγρυπνος καὶ
καθαρὰν τὴν ψυχὴν ἔχων καὶ ἀεὶ σπεύδων πρὸς τὸ θεῖον,
οὗ διὰ πάσης τῆς ψυχῆς ἤρα, ὅτι τε πάντ᾽ ἐποίει ἀπαλ-
λαγῆναι, πικρὸν κῦμ᾽ ἐξυπαλύξαι τοῦ αἱμοβότου τῇδε
βίου. Οὕτως δὲ μάλιστα τούτῳ τῷ δαιμονίῳ φωτὶ πολλάκις
ἐνάγοντι ἑαυτὸν εἰς τὸν πρῶτον καὶ ἐπέκεινα θεὸν ταῖς
ἐννοίαις καὶ κατὰ τὰς ἐν τῷ Συμποσίῳ ὑφηγημένας
ὁδοὺς τῷ Πλάτωνι ἐφάνη ἐκεῖνος ὁ θεὸς ὁ μήτε μορφὴν
μήτε τινὰ ἰδέαν ἔχων, ὑπὲρ δὲ νοῦν καὶ πᾶν τὸ νοη-
τὸν ἱδρυμένος. Ὧι δὴ καὶ ἐγὼ Πορφύριος ἅπαξ λέγω
πλησιάσαι καὶ ἑνωθῆναι ἔτος ἄγων ἑξηκοστόν τε καὶ
ὄγδοον. Ἐφάνη γοῦν τῷ Πλωτίνῳ σκοπὸς ἐγγύθι ναίων.
Τέλος γὰρ αὐτῷ καὶ σκοπὸς ἦν τὸ ἑνωθῆναι καὶ πελάσαι
τῷ ἐπὶ πᾶσι θεῷ. Ἔτυχε δὲ τετράκις που, ὅτε αὐτῷ
συνήμην, τοῦ σκοποῦ τούτου ἐνεργείᾳ ἀρρήτῳ καὶ οὐ
δυνάμει. Καὶ ὅτι λοξῶς φερόμενον πολλάκις οἱ θεοὶ κατ-
εύθυναν θαμινὴν φαέων ἀκτῖνα πορόντες, ὡς ἐπισκέψει
τῇ παρ᾽ ἐκείνων καὶ ἐπιβλέψει γραφῆναι τὰ γραφέντα,
εἴρηται. Ἐκ δὲ τῆς ἀγρύπνου ἔσωθέν τε καὶ ἔξωθεν
θέας ἔδρακες, φησίν, ὄσσοις πολλά τε καὶ χαρίεντα, τά
κεν ῥέα οὔτις ἴδοιτο ἀνθρώπων τῶν φιλοσοφίᾳ προσε-
χόντων. Ἡ γὰρ δὴ τῶν ἀνθρώπων θεωρία ἀνθρωπίνης
μὲν ἂν γένοιτο ἀμείνων· ὡς δὲ πρὸς τὴν θείαν γνῶσιν
χαρίεσσα μὲν ἂν εἴη, οὐ μὴν ὥστε τὸ βάθος ἑλεῖν ἂν δυνη-
θῆναι, ὥσπερ αἱροῦσιν οἱ θεοί. Ταῦτα μὲν οὖν ὅ τι ἔτι σῶμα
περικείμενος ἐνήργει καὶ τίνων ἐτύγχανε δεδήλωκε. Μετὰ
δὲ τὸ λυθῆναι ἐκ τοῦ σώματος ἐλθεῖν μὲν αὐτόν φησιν
εἰς τὴν δαιμονίαν ὁμήγυριν, πολιτεύεσθαι δ᾽ ἐκεῖ φιλότητα,
ἵμερον, εὐφροσύνην, ἔρωτα ἐξημμένον τοῦ θεοῦ, τετάχθαι
δὲ καὶ τοὺς λεγομένους δικαστὰς τῶν ψυχῶν, παῖδας τοῦ
θεοῦ, Μίνω καὶ Ῥαδάμανθυν καὶ Αἰακόν, πρὸς οὓς οὐ
δικασθησόμενον οἴχεσθαι, συνεσόμενον δὲ τούτοις, οἷς καὶ
οἱ ἄλλοι ὅσοι ἄριστοι. Σύνεισι δὲ τοιοῦτοι Πλάτων, Πυθα-
γόρας ὁπόσοι τε ἄλλοι χορὸν στήριξαν ἔρωτος ἀθανάτου·
ἐκεῖ δὲ τὴν γένεσιν τοὺς ὀλβίστους δαίμονας ἔχειν βίον
τε μετιέναι τὸν ἐν θαλείαις καὶ εὐφροσύναις καταπε-
πυκνωμένον καὶ τοῦτον διατελεῖν καὶ ὑπὸ θεῶν μακα-
ριζόμενον.
Τοιοῦτος μὲν οὖν ὁ Πλωτίνου ἡμῖν ἱστόρηται βίος.
Ἐπεὶ δὲ αὐτὸς τὴν διάταξιν καὶ τὴν διόρθωσιν τῶν
βιβλίων ποιεῖσθαι ἡμῖν ἐπέτρεψεν, ἐγὼ δὲ κἀκείνῳ ζῶντι
ὑπεσχόμην καὶ τοῖς ἄλλοις ἑταίροις ἐπηγγειλάμην
ποιῆσαι τοῦτο, πρῶτον μὲν τὰ βιβλία οὐ κατὰ χρόνους
ἐᾶσαι φύρδην ἐκδεδομένα ἐδικαίωσα, μιμησάμενος δ᾽
Ἀπολλόδωρον τὸν Ἀθηναῖον καὶ Ἀνδρόνικον τὸν Περι-
πατητικόν, ὧν ὁ μὲν Ἐπίχαρμον τὸν κωμῳδιογράφον εἰς
δέκα τόμους φέρων συνήγαγεν, ὁ δὲ τὰ Ἀριστοτέλους
καὶ Θεοφράστου εἰς πραγματείας διεῖλε τὰς οἰκείας
ὑποθέσεις εἰς ταὐτὸν συναγαγών· οὕτω δὴ καὶ ἐγὼ
νδ ὄντα ἔχων τὰ τοῦ Πλωτίνου βιβλία διεῖλον μὲν εἰς
ἓξ ἐννεάδας τῇ τελειότητι τοῦ ἓξ ἀριθμοῦ καὶ ταῖς ἐν-
νεάσιν ἀσμένως ἐπιτυχών, ἑκάστῃ δὲ ἐννεάδι τὰ οἰκεῖα
φέρων συνεφόρησα δοὺς καὶ τάξιν πρώτην τοῖς ἐλαφρο-
τέροις προβλήμασιν. Ἡ μὲν γὰρ πρώτη ἐννεὰς ἔχει τὰ
ἠθικώτερα τάδε·
α Τί τὸ ζῷον καὶ τίς ὁ ἄνθρωπος·
οὗ ἡ ἀρχή· ἡδοναὶ καὶ λῦπαι.
β Περὶ ἀρετῶν·
οὗ ἡ ἀρχή· ἐπειδὴ τὰ κακὰ ἐνταῦθα.
γ Περὶ διαλεκτικῆς·
οὗ ἡ ἀρχή· τίς τέχνη ἢ μέθοδος.
δ Περὶ εὐδαιμονίας·
οὗ ἡ ἀρχή· τὸ εὖ ζῆν καὶ τὸ εὐδαιμονεῖν.
ε Εἰ ἐν παρατάσει χρόνου τὸ εὐδαιμονεῖν·
οὗ ἡ ἀρχή· εἰ τὸ εὐδαιμονεῖν ἐπίδοσιν.
Περὶ τοῦ καλοῦ·
οὗ ἡ ἀρχή· τὸ καλὸν ἔστι μὲν ἐν ὄψει.
ζ Περὶ τοῦ πρώτου ἀγαθοῦ καὶ τῶν ἄλλων ἀγαθῶν·
οὗ ἡ ἀρχή· ἆρ᾽ ἄν τις ἕτερον εἴποι ἀγαθὸν ἑκάστῳ.
η Πόθεν τὰ κακά·
οὗ ἡ ἀρχή· οἱ ζητοῦντες πόθεν τὰ κακά.
θ Περὶ τῆς ἐκ τοῦ βίου εὐλόγου ἐξαγωγῆς·
οὗ ἡ ἀρχή· οὐκ ἐξάξεις ἵνα μὴ ἐξίῃ.
Ἡ μὲν οὖν πρώτη ἐννεὰς τάδε περιέχει ἠθικωτέρας
ὑποθέσεις περιλαβοῦσα. Ἡ δὲ δευτέρα τῶν φυσικῶν
συναγωγὴν ἔχουσα τὰ περὶ κόσμου καὶ τὰ τῷ κόσμῳ
ἀνήκοντα περιέχει. Ἔστι δὲ ταῦτα·
α Περὶ τοῦ κόσμου·
οὗ ἡ ἀρχή· τὸν κόσμον ἀεὶ λέγοντες καὶ πρόσθεν εἶναι.
β Περὶ τῆς κυκλοφορίας·
οὗ ἡ ἀρχή· διὰ τί κύκλῳ κινεῖται.
γ Εἰ ποιεῖ τὰ ἄστρα·
οὗ ἡ ἀρχή· ὅτι ἡ τῶν ἄστρων φορὰ σημαίνει.
δ Περὶ τῶν δύο ὑλῶν·
οὗ ἡ ἀρχή· τὴν λεγομένην ὕλην.
ε Περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ·
οὗ ἡ ἀρχή· λέγεται τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ.
Περὶ ποιότητος καὶ εἴδους·
οὗ ἡ ἀρχή· ἆρα τὸ ὂν καὶ ἡ οὐσία ἕτερον.
ζ Περὶ τῆς δι᾽ ὅλων κράσεως·
οὗ ἡ ἀρχή· περὶ τῆς δι᾽ ὅλων.
η Πῶς τὰ πόρρω ὁρώμενα μικρὰ φαίνεται·
οὗ ἡ ἀρχή· ἆρα τὰ πόρρω ἐλάττω φαίνεται.
θ Πρὸς τοὺς κακὸν τὸν δημιουργὸν τοῦ κόσμου καὶ
τὸν κόσμον κακὸν εἶναι λέγοντας·
οὗ ἡ ἀρχή· ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν.
Ἡ δὲ τρίτη ἐννεὰς ἔτι τὰ περὶ κόσμου ἔχουσα περι-
είληφε τὰ περὶ τῶν κατὰ τὸν κόσμον θεωρουμένων ταῦτα·
α Περὶ εἱμαρμένης·
οὗ ἡ ἀρχή· ἅπαντα τὰ γιγνόμενα.
β Περὶ προνοίας πρῶτον·
οὗ ἡ ἀρχή· τὸ μὲν τῷ αὐτομάτῳ.
γ Περὶ προνοίας δεύτερον·
οὗ ἡ ἀρχή· τί τοίνυν δοκεῖ περὶ τούτων.
δ Περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος·
οὗ ἡ ἀρχή· τῶν μὲν αἱ ὑποστάσεις.
ε Περὶ ἔρωτος·
οὗ ἡ ἀρχή· περὶ ἔρωτος πότερα θεός τις.
Περὶ τῆς ἀπαθείας τῶν ἀσωμάτων·
οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ λέγοντες πάθη.
ζ Περὶ αἰῶνος καὶ χρόνου·
οὗ ἡ ἀρχή· τὸν αἰῶνα καὶ τὸν χρόνον.
η Περὶ φύσεως καὶ θεωρίας καὶ τοῦ ἑνός·
οὗ ἡ ἀρχή· παίζοντες δὴ τὴν πρώτην.
θ Ἐπισκέψεις διάφοροι·
οὗ ἡ ἀρχή· νοῦς φησιν ὁρᾷ ἐνούσας.
Ταύτας τὰς τρεῖς ἐννεάδας ἡμεῖς ἐν ἑνὶ σωματίῳ
τάξαντες κατεσκευάσαμεν. Ἐν δὲ τῇ τρίτῃ ἐννεάδι
ἐτάξαμεν καὶ τὸ Περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος,
ὅτι καθόλου θεωρεῖται τὰ περὶ αὐτοῦ καὶ ἔστι τὸ πρόβλημα
καὶ παρὰ τοῖς τὰ κατὰ τὰς γενέσεις τῶν ἀνθρώπων σκεπτο-
μένοις. Ὁμοίως δὲ καὶ ὁ Περὶ ἔρωτος τόπος. Τὸ δὲ
Περὶ αἰῶνος καὶ χρόνου διὰ τὸ περὶ τοῦ χρόνου
ἐνταῦθα ἐτάξαμεν. Τὸ δὲ Περὶ φύσεως καὶ θεωρίας καὶ
τοῦ ἑνὸς διὰ τὸ περὶ φύσεως κεφάλαιον ἐνταῦθα τέτακται.
Ἡ δὲ τετάρτη ἐννεὰς μετὰ τὰ περὶ κόσμου τὰ περὶ
ψυχῆς εἴληχε συγγράμματα. Ἔχει δὲ τάδε·
α Περὶ οὐσίας ψυχῆς πρῶτον·
οὗ ἡ ἀρχή· τὴν τῆς ψυχῆς οὐσίαν τίς ποτέ ἐστι.
β Περὶ οὐσίας ψυχῆς δεύτερον·
οὗ ἡ ἀρχή· ἐν τῷ κόσμῳ τῷ νοητῷ.
γ Περὶ ψυχῆς ἀποριῶν πρῶτον·
οὗ ἡ ἀρχή· περὶ ψυχῆς ὅσα ἀπορήσαντας δεῖ εἰς εὐπορίαν
καταστῆναι.
δ Περὶ ψυχῆς ἀποριῶν δεύτερον·
οὗ ἡ ἀρχή· τί οὖν ἐρεῖ.
ε Περὶ ψυχῆς ἀποριῶν τρίτον ἢ περὶ ὄψεως·
οὗ ἡ ἀρχή· ἐπειδὴ ὑπερεθέμεθα σκέψασθαι.
Περὶ αἰσθήσεως καὶ μνήμης·
οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ τυπώσεις.
ζ Περὶ ἀθανασίας ψυχῆς·
οὗ ἡ ἀρχή· εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος.
η Περὶ τῆς εἰς τὰ σώματα καθόδου τῆς ψυχῆς·
οὗ ἡ ἀρχή· πολλάκις ἐγειρόμενος.
θ Εἰ αἱ πᾶσαι ψυχαὶ μία·
οὗ ἡ ἀρχή· ἆρα ὥσπερ τὴν ψυχὴν ἑκάστου φαμέν.
Ἡ μὲν οὖν τετάρτη ἐννεὰς τὰς περὶ ψυχῆς αὐτῆς
ὑποθέσεις ἔσχε πάσας. Ἡ δὲ πέμπτη ἔχει μὲν τὰς περὶ
νοῦ, περιέχει δὲ ἕκαστον τῶν βιβλίων ἔν τισι καὶ περὶ
τοῦ ἐπέκεινα καὶ περὶ τοῦ ἐν ψυχῇ νοῦ καὶ περὶ τῶν
ἰδεῶν. Ἔστι δὲ τάδε·
α Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων·
οὗ ἡ ἀρχή· τί ποτέ ἐστιν ἄρα τὸ πεποιηκός.
β Περὶ γενέσεως καὶ τάξεως τῶν μετὰ τὸ πρῶτον·
οὗ ἡ ἀρχή· τὸ ἓν πάντα.
γ Περὶ τῶν γνωριστικῶν ὑποστάσεων καὶ τοῦ ἐπέκεινα.
οὗ ἡ ἀρχή· ἆρα τὸ νοοῦν ἑαυτὸ ποικίλον δεῖ εἶναι.
δ Πῶς ἀπὸ τοῦ πρώτου τὸ μετὰ τὸ πρῶτον καὶ περὶ
τοῦ ἑνός·
οὗ ἡ ἀρχή· εἴ τι ἔστι μετὰ τὸ πρῶτον, ἀνάγκη ἐξ ἐκείνου εἶναι.
ε Ὅτι οὐκ ἔξω τοῦ νοῦ τὰ νοητὰ καὶ περὶ τἀγαθοῦ·
οὗ ἡ ἀρχή· τὸν νοῦν τὸν ἀληθῆ νοῦν.
Περὶ τοῦ τὸ ἐπέκεινα τοῦ ὄντος μὴ νοεῖν· καὶ τί
τὸ πρώτως νοοῦν καὶ τί τὸ δευτέρως·
οὗ ἡ ἀρχή· τὸ μέν ἐστι νοεῖν.
ζ Περὶ τοῦ εἰ καὶ τῶν καθέκαστά ἐστιν εἴδη·
οὗ ἡ ἀρχή· εἰ καὶ τοῦ καθέκαστον.
η Περὶ τοῦ νοητοῦ κάλλους·
οὗ ἡ ἀρχή· ἐπειδή φαμεν τὸν ἐν θέᾳ τοῦ νοητοῦ.
θ Περὶ νοῦ καὶ τῶν ἰδεῶν καὶ τοῦ ὄντος·
οὗ ἡ ἀρχή· πάντες ἄνθρωποι ἐξ ἀρχῆς γενόμενοι.
Καὶ τὴν τετάρτην οὖν καὶ πέμπτην ἐννεάδα εἰς
ἓν σωμάτιον κατελέξαμεν. Λοιπὴν δὲ τὴν ἕκτην ἐν-
νεάδα εἰς ἄλλο σωμάτιον, ὡς διὰ τριῶν σωματίων γε-
γράφθαι τὰ Πλωτίνου πάντα, ὧν τὸ μὲν πρῶτον σω-
μάτιον ἔχει τρεῖς ἐννεάδας, τὸ δὲ δεύτερον δύο, τὸ δὲ
τρίτον μίαν. Ἔστι δὲ τὰ τοῦ τρίτου σωματίου, ἐννεάδος δὲ
ἕκτης, ταῦτα·
α Περὶ τῶν γενῶν τοῦ ὄντος πρῶτον·
οὗ ἡ ἀρχή· περὶ τῶν ὄντων πόσα καὶ τίνα.
β Περὶ τῶν γενῶν τοῦ ὄντος δεύτερον·
οὗ ἡ ἀρχή· ἐπειδὴ περὶ τῶν λεγομένων δέκα γενῶν ἐπέσκεπται.
γ Περὶ τῶν γενῶν τοῦ ὄντος τρίτον·
οὗ ἡ ἀρχή· περὶ μὲν τῆς οὐσίας ὅπῃ δοκεῖ.
δ Περὶ τοῦ τὸ ὂν ἓν καὶ ταὐτὸ ὂν ἅμα πανταχοῦ εἶναι
ὅλον πρῶτον·
οὗ ἡ ἀρχή· ἆρά γε ἡ ψυχὴ πανταχοῦ τῷ παντὶ πάρεστι.
ε Περὶ τοῦ τὸ ὂν ἓν καὶ ταὐτὸ ὂν ἅμα πανταχοῦ εἶναι
ὅλον δεύτερον·
οὗ ἡ ἀρχή· τὸ ἓν καὶ ταὐτὸν ἀριθμῷ πανταχοῦ ἅμα ὅλον εἶναι.
Περὶ ἀριθμῶν·
οὗ ἡ ἀρχή· ἆρα ἐστὶ τὸ πλῆθος ἀπόστασις τοῦ ἑνός.
ζ Πῶς τὸ πλῆθος τῶν ἰδεῶν ὑπέστη καὶ περὶ τἀγαθοῦ·
οὗ ἡ ἀρχή· εἰς γένεσιν πέμπων ὁ θεός.
η Περὶ τοῦ ἑκουσίου καὶ θελήματος τοῦ ἑνός·
οὗ ἡ ἀρχή· ἆρα ἐστὶν ἐπὶ θεῶν εἴ τι ἔστιν ἐπ᾽ αὐτοῖς ζητεῖν.
θ Περὶ τἀγαθοῦ ἢ τοῦ ἑνός·
οὗ ἡ ἀρχή· ἅπαντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα.
Τὰ μὲν οὖν βιβλία εἰς ἓξ ἐννεάδας τοῦτον τὸν τρόπον
κατετάξαμεν τέσσαρα καὶ πεντήκοντα ὄντα· καταβε-
βλήμεθα δὲ καὶ εἴς τινα αὐτῶν ὑπομνήματα ἀτάκτως διὰ
τοὺς ἐπείξαντας ἡμᾶς ἑταίρους γράφειν εἰς ἅπερ αὐτοὶ
τὴν σαφήνειαν αὐτοῖς γενέσθαι ἠξίουν. Ἀλλὰ μὴν καὶ τὰ
κεφάλαια τῶν πάντων πλὴν τοῦ Περὶ τοῦ καλοῦ διὰ τὸ
λεῖψαι ἡμῖν πεποιήμεθα κατὰ τὴν χρονικὴν ἔκδοσιν τῶν
βιβλίων· ἀλλ᾽ ἐν τούτῳ οὐ τὰ κεφάλαια μόνον καθ᾽ ἕκας-
τον ἔκκειται τῶν βιβλίων, ἀλλὰ καὶ ἐπιχειρήματα, ἃ ὡς
κεφάλαια συναριθμεῖται. Νυνὶ δὲ πειρασόμεθα ἕκαστον
τῶν βιβλίων διερχόμενοι τάς τε στιγμὰς αὐτῶν προσθεῖναι
καὶ εἴ τι ἡμαρτημένον εἴη κατὰ λέξιν διορθοῦν· καὶ ὅ τι
ἂν ἡμᾶς ἄλλο κινήσῃ, αὐτὸ σημαίνει τὸ ἔργο


ΕΚ ΤΩΝ ΠΟΡΦΥΡΙΟΥ ΧΡΗΣΜΟΙ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ ΠΕΡΙ ΕΒΡΑΙΩΝ

Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων φιλοσοφίας αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα. Λέγει δὲ ὁ παρ' αὐτῷ Ἀπόλλων δι' οὗ ἐκτίθεται χρησμοῦ τάδε· Ἐκκειμένων δέ, ἔτι περὶ τῶν θυσιῶν ἐπάγει οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας· « αἰπεινὴ μὲν ὁδὸς μακάρων τρηχεῖά τε πολλόν, χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν· ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι, ἃς πρῶτοι μερόπων ἐπ' ἀπείρονα πρῆξιν ἔφηναν οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης· πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν, Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν·» καὶ τὰ τούτοις ἀκόλουθα. Οἷς ὁ συγγραφεὺς ἐπιλέγει· « Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. Τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις Ἀσσύριοι γὰρ οὗτοι Λυδοῖς τε καὶ Ἑβραίοις. Ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν ὁ Ἀπόλλων· μοῦνοι Χαλδαῖοι σοφίην λάχον ἠδ' ἄρ' Ἑβραῖοι, αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς. Καὶ πάλιν ἐρωτηθείς, τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανούς, ἔχρησε τάδε· εἷς ἐν παντὶ πέλει κόσμου κύκλος, ἀλλὰ σὺν ἑπτὰ ζώναισιν πεφόρηται ἐς ἀστερόεντα κέλευθα, ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλωτοι Ἑβραῖοι οὐρανίας ὀνόμηναν, ἐς ἑβδόματον δρόμον ἕρπειν.» Περὶ μὲν οὖν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων προσηγορίας τῆς τε παρ' αὐτοῖς πάλαι διαπρεπούσης εὐσεβείας τε καὶ φιλοσοφίας ἐκκείσθω ταῦτα. Περὶ δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν· Μωσέως ἐν ταῖς περὶ τοῦ παντὸς ἀρχαιολογίαις κατακλυσμὸν ἱστορήσαντος καὶ ὡς ὁ παρ' Ἑβραίοις ὀνομαζόμενος Νῶε ἐν λάρνακι ξύλου πεποιημένῃ μετὰ τῶν οἰκείων διασέσωσται, Βηρωσσὸς ὁ Χαλδαῖος καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος Νικόλαός τε ὁ Δαμασκηνός, ἱστορικοὶ συγγραφεῖς, ὅπως τῶν αὐτῶν ἐμνημόνευσαν, Ἰώσηπος ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας τοῦτον παρατίθεται τὸν τρόπον·


Αφορμαί προς τα νοητά

Πᾶν μὲν σῶμα ἐν τόπῳ, οὐδὲν δὲ τῶν καθ᾽ αὑτὰ
ἀσωμάτων ᾗ τοιοῦτον ἐν τόπῳ.

, Τὰ καθ᾽ αὑτὰ ἀσώματα, αὐτῷ ᾧ κρείττονα παντός
ἐστι τόπου, πανταχῇ ἐστιν, οὐ διαστατῶς, ἀλλ᾽ ἀμερῶς.
, Τὰ καθ᾽ αὑτὰ ἀσώματα, οὐ τοπικῶς παρόντα τοῖς
σώμασι, πάρεστιν αὐτοῖς ὅταν βούληται, πρὸς αὐτὰ ῥέ-
ψαντα ᾗ πέφυκε ῥέπειν· καὶ τοπικῶς αὐτοῖς οὐ παρόντα, τῇ
σχέσει πάρεστιν αὐτοῖς.

, Τὰ καθ᾽ αὑτὰ ἀσώματα ὑποστάσει μὲν καὶ οὐσίᾳ οὐ
πάρεστιν οὐδὲ συγκίρναται τοῖς σώμασι, τῇ δὲ ἐκ τῆς
ῥοπῆς ὑποστάσει τινὸς δυνάμεως μεταδίδωσι προσεχοῦς
τοῖς σώμασιν. ἡ γὰρ ῥοπὴ δευτέραν τινὰ δύναμιν ὑπέ-
στησε προσεχῆ τοῖς σώμασιν.

, Ἡ μὲν ψυχὴ τῆς ἀμερίστου καὶ _τῆ_ς περὶ τὰ σώματα
μεριστῆς οὐσίας μέσον τι, ὁ δὲ νοῦς ἀμέριστος οὐσία
μόνον, τὰ δὲ σώματα μεριστὰ μόνον, αἱ δὲ ποιότητες καὶ
τὰ ἔνυλα εἴδη περὶ τὰ σώματα μεριστά.
, Οὐ πᾶν τὸ ποιοῦν εἰς ἄλλο πελάσει καὶ ἁφῇ ποιεῖ ἃ ποιεῖ,
ἀλλὰ καὶ τὰ πελάσει καὶ ἁφῇ τι ποιοῦντα κατὰ συμβεβηκὸς
τῇ πελάσει χρῆται.

, Ψυχὴ καταδεῖται πρὸς σῶμα τῇ ἐπιστροφῇ τῇ πρὸς τὰ
πάθη τὰ ἀπ᾽ αὐτοῦ καὶ λύεται δὲ πάλιν διὰ τῆς ἀπαθείας.

, Ὃ ἔδησεν ἡ φύσις, τοῦτο φύσις λύει, καὶ ὃ ἔδησεν ἡ
ψυχή, τοῦτο αὐτὴ λύει· ἔδησε δὲ φύσις μὲν σῶμα ἐν ψυχῇ,
ψυχὴ δὲ ἑαυτὴν ἐν σώματι. φύσις μὲν ἄρα λύει σῶμα ἐκ
ψυχῆς, ψυχὴ δὲ ἑαυτὴν λύει ἀπὸ σώματος.

, Ὁ θάνατος διπλοῦς, ὁ μὲν οὖν συνεγνωσμένος λυομένου
τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, ὁ δὲ τῶν φιλοσόφων λυομένης
τῆς ψυχῆς ἀπὸ τοῦ σώματος· καὶ οὐ πάντως ὁ ἕτερος τῷ
ἑτέρῳ ἕπεται.

, Πάντα μὲν ἐν πᾶσιν, ἀλλὰ οἰκείως τῇ ἑκάστου οὐσίᾳ·
ἐν νῷ μὲν γὰρ νοερῶς, ἐν ψυχῇ δὲ λογικῶς, ἐν δὲ τοῖς
φυτοῖς σπερματικῶς, ἐν δὲ σώμασιν εἰδωλικῶς, ἐν δὲ τῷ
ἐπέκεινα ἀνεννοήτως τε καὶ ὑπερουσίως.
, Αἱ ἀσώματοι ὑποστάσεις ὑποβαίνουσαι μὲν μερίζονται
καὶ πληθύνονται εἰς τὰ κατὰ ἄτομον ὑφέσει δυνάμεως,
ὑπερβαίνουσαι δὲ ἑνίζονται καὶ εἰς τὸ ὁμοῦ ἀντιχωροῦσι
δυνάμεως περιουσίᾳ.

, Οὐ μόνον ἐν τοῖς σώμασι τὸ ὁμώνυμον, ἀλλὰ καὶ ἡ ζωὴ
τῶν πολλαχῶς· ἄλλη γὰρ ζωὴ φυτοῦ, ἄλλη ἐμψύχου, ἄλλη
νοεροῦ, ἄλλη φύσεως, ἄλλη ψυχῆς, ἄλλη νοῦ, ἄλλη τοῦ
ἐπέκεινα· ζῇ γὰρ κἀκεῖνο, εἰ καὶ μηδὲν τῶν μετ᾽ αὐτὸ
παραπλησίαν αὐτῷ ζωὴν κέκτηται.

, Πᾶν τὸ γεννῶν τῇ οὐσίᾳ αὐτοῦ χεῖρον ἑαυτοῦ γεννᾷ, καὶ
πᾶν τὸ γεννηθὲν φύσει πρὸς τὸ γεννῆσαν ἐπιστρέφει· τῶν
δὲ γεννώντων τὰ μὲν οὐδ᾽ ὅλως ἐπιστρέφει πρὸς τὰ
γεννηθέντα, τὰ δὲ καὶ ἐπιστρέφει καὶ οὐκ ἐπιστρέφει, τὰ
δὲ μόνον ἐπέστραπται πρὸς τὰ γεννήματα εἰς ἑαυτὰ μὴ
ἐπιστρέφοντα.

, Πᾶν γενητὸν ἀπ᾽ ἄλλου τὴν αἰτίαν τῆς γενέσεως ἔχει,
εἴ γε μηδὲν ἀναιτίως γίνεται. ἀλλὰ τῶν γε γενητῶν ὅσα
μὲν διὰ συνθέσεως κέκτηται τὸ εἶναι, λυτὰ ἂν εἴη καὶ διὰ
τοῦτο φθαρτά· ὅσα δὲ ἁπλᾶ καὶ ἀσύνθετα ὄντα ἐν τῷ
ἁπλῷ τῆς ὑποστάσεως κέκτηται τὸ εἶναι, ἄλυτα ὄντα ἐστὶ
μὲν ἄφθαρτα, γενητὰ δὲ λέγεται οὐ τῷ σύνθετα εἶναι, ἀλλὰ
τῷ ἀπ᾽ αἰτίου τινὸς ἀνηρτῆσθαι. τὰ μὲν οὖν σώματα διχῶς
γενητὰ καὶ ὡς ἀπ᾽ αἰτίας ἠρτημένα τῆς παραγούσης καὶ
ὡς σύνθετα, ψυχὴ δὲ καὶ νοῦς γενητὰ ὡς ἀπ᾽ αἰτίας
ἠρτημένα μόνον, οὐ μὴν καὶ ὡς σύνθετα· τὰ μὲν ἄρα
᾽σώματα γενητὰ καὶ λυτὰ καὶ φθαρτά, τὰ δὲ ἀγένητα
μὲν ὡς ἀσύνθετα καὶ ταύτῃ καὶ ἄλυτα καὶ ἄφθαρτα,
γενητὰ δὲ ὡς _ἀπ᾽_ αἰτίου ἠρτημένα.
, Ἡ μνήμη οὐκ ἔστι φαντασιῶν σωτηρία, ἀλλὰ τῶν
μελετηθέντων ἐκ νέας ᾽προβάλλεσθαι προβολή.

, Ἡ ψυχὴ ἔχει μὲν πάντων τοὺς λόγους, ἐνεργεῖ δὲ
κατ᾽ αὐτοὺς ἢ ὑπ᾽ ἄλλου εἰς τὴν προχείρησιν ἐκκαλουμένη
ἢ ἑαυτὴν εἰς αὐτοὺς ἐπιστρέφουσα εἰς τὸ εἴσω· καὶ
ὑπ᾽ ἄλλου μὲν ἐκκαλουμένη ὡς πρὸς τὰ ἔξω τὰς αἰσθήσεις
ἀποδίδωσιν, εἰς δὲ ἑαυτὴν εἰσδῦσα πρὸς τὸν νοῦν ἐν ταῖς
νοήσεσι γίνεται. καὶ οὔτε αἴσθησις ἔξωθεν οὔτε νόησις
_ ἄλλη ποτὲ δὲ _ ὡς τῷ ζῴῳ οὐκ ἄνευ πάθους τῶν αἰσθη-
τικῶν ὀργάνων αἱ αἰσθήσεις, οὕτω καὶ αἱ νοήσεις οὐκ
ἄνευ φαντασίας· ἵν᾽ ᾖ τὸ ἀνάλογον, ὡς ὁ τύπος παρ-
ακολούθημα ζῴου αἰσθητικοῦ, οὕτω τὸ φάντασμα ψυχῆς
᾽ζῴου ἑπόμενον νοήσει.

, Ἡ ψυχὴ οὐσία ἀμεγέθης, ἄυλος, ἄφθαρτος, ἐν ζωῇ
παρ᾽ ἑαυτῆς ἐχούσῃ τὸ ζῆν κεκτημένη τὸ εἶναι.

, Ἄλλο τὸ πάσχειν τῶν σωμάτων, ἄλλο τῶν ἀσωμάτων·
τῶν μὲν γὰρ σωμάτων σὺν τροπῇ τὸ πάσχειν, τῆς δὲ ψυ-
χῆς αἱ οἰκειώσεις καὶ τὰ πάθη ἐνέργειαι, οὐδὲν ἐοικυῖαι
θερμάνσεσι καὶ ψύξεσι σωμάτων. διὸ εἴπερ τὸ πάσχειν
πάντως σὺν τροπῇ, ἀπαθῆ ῥητέον πάντα τὰ ἀσώματα·
τὰ μὲν γὰρ ὕλης κεχωρισμένα καὶ σωμάτων ἐνεργείαις
ἦν τὰ αὐτά, τὰ δὲ ὕλῃ πλησιάζοντα καὶ σώμασιν αὐτὰ
μὲν ἀπαθῆ, τὰ δὲ ἐφ᾽ ὧν θεωρεῖται πάσχει. ὅταν γὰρ
τὸ ζῷον αἰσθάνηται, ἔοικεν ἡ μὲν ψυχὴ ἁρμονίᾳ χωριστῇ
ἐξ ἑαυτῆς τὰς χορδὰς κινούσῃ ἡρμοσμένας ἁρμονίᾳ
ἀχωρίστῳ, τὸ δὲ αἴτιον τοῦ κινῆσαι, τὸ ζῷον, διὰ τὸ
εἶναι ἔμψυχον ἀνάλογον τῷ μουσικῷ διὰ τὸ εἶναι ἐν-
αρμόνιον, τὰ δὲ πληγέντα σώματα διὰ πάθος αἰσθητικὸν
ταῖς ἡρμοσμέναις χορδαῖς· καὶ γὰρ ἐκεῖ οὐχ ἡ ἁρμονία
πέπονθεν ἡ χωριστή, ἀλλ᾽ ἡ χορδή. καὶ κινεῖ μὲν ὁ
μουσικὸς κατὰ τὴν ἐν αὐτῷ ἁρμονίαν, οὐ μὴν ἐκινήθη ἂν ἡ
, χορδὴ μουσικῶς, εἰ καὶ ὁ μουσικὸς ἐβούλετο, μὴ τῆς
ἁρμονίας τοῦτο λεγούσης.
, Ἡ τῶν ἀσωμάτων προσηγορία οὐ κατὰ κοινότητα ἑνὸς
καὶ ταὐτοῦ γένους οὕτω προσηγόρευται καθάπερ τὰ
σώματα, κατὰ δὲ ψιλὴν τὴν πρὸς τὰ σώματα στέρησιν·
ὅθεν τὰ μὲν αὐτῶν ὄντα, τὰ δὲ οὐκ ὄντα εἶναι οὐ κεκώλυται.
καὶ τὰ μὲν πρὸ σωμάτων, τὰ δὲ μετὰ σωμάτων· καὶ τὰ
μὲν χωριστὰ σωμάτων, τὰ δὲ ἀχώριστα· καὶ τὰ μὲν
καθ᾽ ἑαυτὰ ὑφεστηκότα, τὰ δὲ ἄλλων εἰς τὸ εἶναι δεόμενα·
καὶ τὰ μὲν ἐνεργείαις τὰ αὐτὰ καὶ ζωαῖς αὐτοκινήτοις,
τὰ δὲ ταῖς ζωαῖς παρυφισταμέναις ταῖς ποιαῖς ἐνεργείαις.
κατὰ γὰρ ἀπόφασιν ὧν οὐκ ἔστιν, οὐ κατὰ παράστασιν
ὧν ἐστι προσηγόρευται.

, Τῆς ὕλης τὰ ἴδια κατὰ τοὺς ἀρχαίους τάδε· ἀσώματος
- ἑτέρα γὰρ σωμάτων - , ἄζωος - οὔτε γὰρ νοῦς οὔτε
ψυχὴ οὐ ζῶν καθ᾽ ἑαυτό - , ἀνείδεος, ἄλογος, ἄπειρος,
ἀδύναμος. διὸ οὐδὲ ὄν, ἀλλὰ μὴ ὄν· καὶ οὐχ ὅπερ
κίνησις μὴ ὂν ἢ στάσις μὴ ὄν, ἀλλ᾽ ἀληθινὸν μὴ ὄν,
εἴδωλον καὶ φάντασμα ὄγκου, ὅτι τὸ πρώτως ἐν ὄγκῳ τὸ
ἀδύναμον· καὶ ἔφεσις ὑποστάσεως καὶ ἑστὼς οὐκ ἐν
στάσει καὶ τὰ _ἐναντί_α ἀεὶ ἐφ᾽ ἑαυτοῦ φανταζόμενον,
μικρὸν καὶ μέγα καὶ ἧττον καὶ μᾶλλον, ἐλλεῖπον καὶ
ὑπερέχον, ἀεὶ γινόμενον καὶ οὐ μένον οὐδ᾽ αὖ φεύγειν
δυνάμενον, ἔλλειψις παντὸς τοῦ ὄντος. διὸ πᾶν ὃ ἐπαγγέλ-
λεται ψεύδεται, κἂν μέγα φαντασθῇ, μικρόν ἐστιν·
οἷον γὰρ παίγνιόν ἐστι φεῦγον εἰς τὸ μὴ ὄν· ἡ γὰρ φυγὴ
οὐ τόπῳ, ἀλλὰ τῇ ἐκ τοῦ ὄντος ἀπολείψει· ὅθεν καὶ τὰ
ἐν αὐτῇ εἴδωλά ἐστιν ἐν εἰδώλῳ χείρονι, ὥσπερ ἐν κατ-
όπτρῳ τὸ ἀλλαχοῦ ἱδρυμένον ἀλλαχοῦ φανταζόμενον· καὶ
πιμπλάμενον, ὡς δοκεῖ, καὶ ἔχον οὐδὲν καὶ δοκοῦν _τὰ
πάντ_α.
, Τὰ πάθη περὶ τοῦτο ᾽πάντα, περὶ ὃ καὶ ἡ φθορά· ὁδὸς
γάρ ἐστιν εἰς φθορὰν ἡ παραδοχὴ τοῦ πάθους, καὶ
τούτου τὸ φθείρεσθαι, οὗ καὶ τὸ πάσχειν· φθείρεται δὲ
οὐδὲν ἀσώματον, τινὰ δὲ αὐτῶν ἢ ἔστιν ἢ οὐκ ἔστιν, ὥστε
πάσχειν οὐδέν· τὸ γὰρ πάσχον οὐ τοιοῦτον εἶναι δεῖ,
ἀλλ᾽ οἷον ἀλλοιοῦσθαι καὶ φθείρεσθαι ταῖς ποιότησι τῶν
ἐπεισιόντων καὶ τὸ πάσχειν ἐμποιούντων· τῷ γὰρ ἐνόντι
ἀλλοίωσις παρὰ τοῦ τυχόντος. ὥστε οὔτε ἡ ὕλη πάσχει -
ἄποιος γὰρ καθ᾽ ἑαυτήν - οὔτε τὰ ἐπ᾽ αὐτῆς εἴδη εἰσιόντα
καὶ ἐξιόντα, ἀλλὰ τὸ πάθος περὶ τὸ συναμφότερον καὶ
ᾧ τὸ εἶναι ἐν τῷ συναμφότερον· τουτὶ γὰρ ἐν ταῖς ἐναν-
τίαις δυνάμεσι καὶ ποιότησι τῶν ἐπεισιόντων θεωρεῖται.
διὸ καὶ οἷς τὸ ζῆν ἔξωθεν καὶ οὐ παρ᾽ ἑαυτῶν, ταῦτα τὸ
ζῆν καὶ τὸ μὴ ζῆν παθεῖν οἷά τε· οἷς δὲ τὸ εἶναι ἐν ζωῇ
ἀπαθεῖ, κατὰ ζωὴν μένειν ἀνάγκη, ὥσπερ τῇ ἀζωίᾳ
τὸ μὴ παθεῖν καθ᾽ ὅσον ἀζωία. ὡς οὖν τὸ τρέπεσθαι καὶ
πάσχειν ἐν τῷ συνθέτῳ τῷ ἐξ ὕλης τε καὶ εἴδους, ὅπερ
ἦν τὸ σῶμα - οὐ μὴν τῇ ὕλῃ τοῦτο προσῆν - , οὕτω καὶ
τὸ ζῆν καὶ ἀποθνῄσκειν καὶ πάσχειν κατὰ τοῦτο ἐν τῷ
συνθέτῳ ἐκ ψυχῆς καὶ σώματος θεωρεῖται· οὐ μὴν ᾽καὶ
τῇ ψυχῇ κατὰ τοῦτο συμβαίνει, ὅτι οὐκ ἦν ἐξ ἀζωίας καὶ
ζωῆς συγκείμενον πρᾶγμα, ἀλλὰ ζωὴ μόνον· καὶ τοῦτο
ἦν τῷ Πλάτωνι τὸ οὐσίαν εἶναι καὶ λόγον τῆς ψυχῆς τὸ
αὐτοκίνητον.

, Ἡ νοερὰ οὐσία ὁμοιομερής ἐστιν, ὡς καὶ ἐν τῷ μερικῷ
νῷ εἶναι τὰ ὄντα καὶ ἐν τῷ παντελείῳ· ἀλλ᾽ ἐν μὲν τῷ
καθόλου καὶ τὰ μερικὰ καθολικῶς, ἐν δὲ τῷ μερικῷ καὶ
τὰ καθόλου ᾽καὶ μερικὰ μερικῶς.
, Τῆς οὐσίας ἧς ἐν ζωῇ τὸ εἶναι καὶ ἧς τὰ πάθη ζωαί,
ταύτης καὶ ὁ θάνατος ἐν ποιᾷ ζωῇ κεῖται, οὐκ ἐν ζωῆς
καθάπαξ στερήσει, ὅτι μηδὲ τὸ πάθος ἦν ὁδὸς εἰς τὴν
παντελῆ ἀζωίαν ἐπ᾽ αὐτῆς.

, Ἐπὶ τῶν ζωῶν τῶν ἀσωμάτων αἱ πρόοδοι μενόντων
τῶν προτέρων ἑδραίων καὶ βεβαίων γίνονται καὶ οὐ
φθειρόντων τι αὐτῶν εἰς τὴν τῶν ὑπ᾽ αὐτὰ ὑπόστασιν
οὐδὲ μεταβαλλόντων· ὥστε οὐδὲ τὰ ὑφιστάμενα μετά
τινος φθορᾶς ὑφίσταται ἢ μεταβολῆς, οὗ δὴ τοῦτο οὐδὲ
γίνεται ὡς ἡ φθορᾶς μετέχουσα γένεσις καὶ μεταβολῆς·
ἀγένητα ἄρα καὶ ἄφθαρτα καὶ ἀγενήτως καὶ ἀφθάρτως
γεγονότα κατὰ τοῦτο.
, Περὶ τοῦ ἐπέκεινα τοῦ νοῦ κατὰ μὲν νόησιν πολλὰ λέγε-
ται, θεωρεῖται δὲ ἀνοησίᾳ κρείττονι νοήσεως, ὡς περὶ τοῦ
καθεύδοντος διὰ μὲν ἐγρηγόρσεως πολλὰ λέγεται, διὰ δὲ
τοῦ καθεύδειν ἡ γνῶσις καὶ ἡ κατάληψις· τῷ γὰρ ὁμοίῳ
τὸ ὅμοιον γινώσκεται, ὅτι πᾶσα γνῶσις τοῦ γνωστοῦ
ὁμοίωσις.

, Μὴ ὂν τὸ μὲν γεννῶμεν χωρισθέντες τοῦ ὄντος, τὸ δὲ
προεννοοῦμεν ἐχόμενοι τοῦ ὄντος· ὡς εἴ γε χωρισθείημεν
τοῦ ὄντος, οὐ προεννοοῦμεν τὸ ὑπὲρ τὸ ὂν μὴ ὄν, ἀλλὰ
γεννῶμεν ψευδὲς πάθος τὸ μὴ ὄν, συμβεβηκὸς περὶ τὸν
ἐκστάντα ἑαυτοῦ. καὶ γὰρ αἴτιος ἕκαστος, ᾧπερ ὄντως
καὶ δι᾽ ἑαυτοῦ ἐνῆν ἀναχθῆναι ἐπὶ τὸ ὑπὲρ τὸ ὂν μὴ ὂν
καὶ παραχθῆναι ἐπὶ τὸ κατάπτωμα τοῦ ὄντος μὴ ὄν.
, Οὐδὲν ᾽πρὸς τὸ ἀσώματον τὸ καθ᾽ αὑτὸ ἡ τοῦ σώματος
ἐμποδίζει ὑπόστασις πρὸς τὸ μὴ εἶναι ὅπου βούλεται καὶ
ὡς θέλει. ὡς γὰρ τῷ σώματι τὸ ἄογκον ἄληπτον καὶ
οὐδὲν πρὸς αὐτό, οὕτω τῷ ἀσωμάτῳ τὸ ἔνογκον ᾽καὶ
ἀνεπιπρόσθητον καὶ ὡς μὴ ὂν κεῖται· οὐδὲ τοπικῶς
διέρχεται τὸ ἀσώματον ὅπου βούλεται - ὄγκῳ γὰρ
συνυφίστατο τόπος - οὐδὲ στενοχωρεῖται σωμάτων
ὄγκῳ· τὸ γὰρ ὁπωσοῦν ἐν ὄγκῳ στενοχωρεῖσθαι ἐδύνατο
καὶ τοπικῶς ἐποιεῖτο τὴν μετάβασιν, τὸ δ᾽ ἄογκον
παντελῶς καὶ ἀμέγεθες ὑπὸ τῶν ἐν ὄγκῳ ἀκράτητον
τοπικῆς τε κινήσεως ἄμοιρον. διαθέσει τοίνυν ποιᾷ ἐκεῖ
εὑρίσκεται, ὅπου καὶ διάκειται, τόπῳ ὂν πανταχοῦ καὶ
οὐδαμοῦ. διὸ ποιᾷ διαθέσει ἢ ὑπὲρ οὐρανὸν ἢ ἐν μέρει
που τοῦ κόσμου κεκράτηται· ὅταν δὲ κρατηθῇ ἔν τινι
μέρει τοῦ κόσμου, οὐκ ὀφθαλμοῖς ὁρᾶται, ἀλλ᾽ ἐκ τῶν
ἔργων ἡ παρουσία αὐτοῦ γίνεται.
, Τὸ ἀσώματον ἂν ἐν σώματι κατασχεθῇ, οὐ συγκλεισθῆ-
ναι δέει ὡς ἐν ζωγρείῳ θηρίον· συγκλεῖσαι γὰρ αὐτὸ οὐδὲν
οὕτω δύναται καὶ περιλαβεῖν σῶμα οὐδ᾽ ὡς ἀσκὸς ὑγρόν
τι ἕλκειν ἢ πνεῦμα, ἀλλ᾽ αὐτὸ δεῖ ὑποστῆσαι δυνάμεις
ῥεπούσας ἀπὸ τῆς πρὸς αὐτὸ ἑνώσεως εἰς τὸ ἔξω, αἷς δὴ
κατιὸν συμπλέκεται τῷ σώματι· δι᾽ ἐκτάσεως οὖν
ἀρρήτου τῆς ἑαυτοῦ ἡ εἰς σῶμα σύνερξις. διὸ οὐδ᾽ ἄλλο
αὐτὸ καταδεῖ, ἀλλ᾽ αὐτὸ ἑαυτό, οὐδὲ λύει τοίνυν θραυσθὲν
τὸ σῶμα καὶ φθαρέν, ἀλλ᾽ αὐτὸ ἑαυτὸ στραφὲν ἐκ τῆς
προσπαθείας.

, Ὥσπερ τὸ ἐπὶ γῆς εἶναι ψυχῆς ἐστιν - οὐ τὸ γῆς ἐπι-
βαίνειν ὡς τὰ σώματα, τὸ δὲ προεστάναι σώματος ὃ γῆς
ἐπιβαίνει - , οὕτω καὶ ἐν Ἅιδου εἶναι ἔστι ψυχῇ, ὅταν προ-
εστήκῃ εἰδώλου φύσιν μὲν ἔχοντος εἶναι ἐν τόπῳ, σκότει
δὲ τὴν ὑπόστασιν κεκτημένου· ὥστε εἰ ὁ Ἅιδης ὑπόγειός
ἐστι τόπος σκοτεινός, ἡ ψυχὴ καίπερ οὐκ ἀποσπωμένη
τοῦ ὄντος ἐν Ἅιδου γίνεται ἐφελκομένη τὸ εἴδωλον.
ἐξελθούσῃ γὰρ αὐτῇ τοῦ στερεοῦ σώματος τὸ πνεῦμα
συνομαρτεῖ, ὃ ἐκ τῶν σφαιρῶν συνελέξατο. ἐκ δὲ τῆς πρὸς
τὸ σῶμα προσπαθείας τὸν λόγον ἐχούσῃ τὸν μερικὸν
προβεβλημένον, καθ᾽ ὃν σχέσιν ἔσχε πρὸς τὸ ποιὸν σῶμα
ἐν τῷ βιοῦν, ἐκ τῆς προσπαθείας ἐναπομόργνυται τύπος
τῆς φαντασίας εἰς τὸ πνεῦμα καὶ οὕτως ἐφέλκεται τὸ
εἴδωλον· ἐν Ἅιδου δὲ λέγεται, ὅτι τῆς ἀιδοῦς φύσεως
ἐτύγχανε τὸ πνεῦμα καὶ σκοτεινῆς.
Ἐπεὶ δὲ διήκει τὸ βαρὺ πνεῦμα καὶ ἔνυγρον ἄχρι τῶν
ὑπογείων τόπων, οὕτω καὶ αὕτη λέγεται χωρεῖν ὑπὸ
γῆν, οὐχ ὅτι ἡ αὐτῆς οὐσία μεταβαίνει τόπους καὶ ἐν
τόποις γίνεται, ἀλλ᾽ ὅτι τῶν πεφυκότων σωμάτων τόπους
μεταβαίνειν καὶ εἰληχέναι τόπου σχέσεις ἀναδέχεται,
δεχομένων αὐτὴν κατὰ τὰς ἐπιτηδειότητας τῶν τοιούτων
σωμάτων ἐκ τῆς κατ᾽ αὐτὴν ποιᾶς διαθέσεως. ὡς γὰρ ἂν
διατεθῇ, εὑρίσκει σῶμα τάξει καὶ τόποις οἰκείοις διωρις-
μένον· διὸ καθαρώτερον μὲν διακειμένῃ σύμφυτον τὸ
ἐγγὺς τοῦ ἀύλου σῶμα, ὅπερ ἐστὶ τὸ αἰθέριον, προελθούσῃ
δὲ ἐκ λόγου εἰς φαντασίας προβολὴν σύμφυτον τὸ ἡλιοειδές,
θηλυνθείσῃ δὲ καὶ παθαινομένῃ πρὸς τὸ εἶδος παράκειται
τὸ σεληνοειδές, πεσούσῃ δὲ εἰς σώματα, ὅταν κατὰ τὸ
αὐτῶν ἄμορφον στῇ εἶδος, ἐξ ὑγρῶν ἀναθυμιάσεων
συνεστηκότα, ἄγνοια ἕπεται τοῦ ὄντος τελεία καὶ σκότωσις
καὶ νηπιότης.
Καὶ μὴν καὶ ἐν τῇ ἐξόδῳ ἔτι κατὰ τὴν δίυγρον ἀναθυ-
μίασιν τὸ πνεῦμα ἔχουσα τεθολωμένον, σκιὰν ἐφέλκεται
καὶ βαρεῖται, χωρεῖν σπεύδοντος τοῦ τοιούτου πνεύματος
εἰς μυχὸν τῆς γῆς φύσει, ἂν μὴ ἄλλη τις αὐτὸ αἰτία
ἀνθέλκῃ. ὥσπερ οὖν τὸ γεῶδες ὄστρεον περικειμένῃ
ἀνάγκη ἐπὶ γῆς ἐνίσχεσθαι, οὕτω καὶ ὑγρὸν πνεῦμα
ἐφελκομένῃ εἴδωλον περικεῖσθαι ἀνάγκη· ὑγρὸν δὲ
ἐφέλκεται, ὅταν συνεχῶς μελετήσῃ ὁμιλεῖν τῇ φύσει, ἧς
ἐν ὑγρῷ τὸ ἔργον καὶ ὑπόγειον μᾶλλον. ὅταν δὲ μελετήσῃ
ἀφίστασθαι φύσεως, αὐγὴ ξηρὰ γίνεται, ἄσκιος καὶ
ἀνέφελος· ὑγρότης γὰρ ἐν ἀέρι νέφος συνίστησι, ξηρότης
δὲ ἀπὸ τῆς ἀτμίδος αὐγὴν ξηρὰν ὑφίστησιν.

, Τῶν μὲν ὅλων καὶ τελείων ὑποστάσεων οὐδεμία πρὸς τὸ
ἑαυτῆς γέννημα ἐπέστραπται, πᾶσαι δὲ πρὸς τὰ γεννήσαντά
εἰσιν ἀνηγμέναι ἄχρι καὶ τοῦ κοσμικοῦ σώματος· τέλειον
γὰρ ὂν ἀνῆκται πρὸς τὴν ψυχὴν νοερὰν οὖσαν, κύκλῳ διὰ
τοῦτο κινούμενον, ἡ δὲ ψυχὴ αὐτοῦ πρὸς τὸν νοῦν, νοῦς δὲ
πρὸς τὸ πρῶτον. διήκει τοίνυν ἐπὶ τοῦτο ἀπὸ τοῦ ἐσχάτου
ἀρξάμενον καθ᾽ ὃ δύναται ἕκαστον· ἡ πρὸς τὸ πρῶτον
ἀναγωγὴ προσεχῶς μέντοι ἢ πόρρωθεν. διὸ ταῦτα οὐκ
ἐφίεσθαι μόνον τοῦ θεοῦ λέγοιτ᾽ ἄν, ἀλλὰ καὶ ἀπολαύειν
κατὰ δύναμιν.
Ἐν δὲ ταῖς μερισταῖς ὑποστάσεσι καὶ πρὸς πολλὰ
ῥέπειν δυναμέναις ἔνεστι καὶ πρὸς τὰ γεννήματα ἐπιστρέ-
φειν· ὅθεν καὶ ἐν ταύταις ἦν ἡ ἁμαρτία, ἐν ταύταις ἡ
λελοιδορημένη ἀπιστία. ταύταις οὖν κακὸν ἡ ὕλη τῷ
ἐπιστρέφεσθαι ἐπ᾽ αὐτὴν δύνασθαι, δυναμέναις ἐστράφθαι
πρὸς τὸ θεῖον. ὥσθ᾽ ἡ μὲν τελειότης ὑφίστησι τὰ δεύτερα
ἀπὸ τῶν προτέρων τηροῦσα αὐτὰ ἐπεστραμμένα πρὸς τὰ
πρῶτα, τὸ δὲ ἀτελὲς στρέφει καὶ πρὸς τὰ ὕστερα τὰ πρῶ-
τα καὶ φιλεῖν ταῦτα ποιεῖ τῶν πρὸ αὐτῶν ἀποστραφέντα.

, Ὁ θεὸς πανταχοῦ ὅτι οὐδαμοῦ, _καὶ ὁ νοῦς πανταχοῦ
ὅτι οὐδαμοῦ,_ καὶ ἡ ψυχὴ πανταχοῦ ὅτι οὐδαμοῦ. ἀλλ᾽
ὁ θεὸς μὲν πανταχοῦ καὶ οὐδαμοῦ τῶν μετ᾽ αὐτὸν πάν-
των - αὐτοῦ δέ ἐστι μόνον ὡς ἔστι τε καὶ ἐθέλει - , νοῦς
δὲ ἐν μὲν θεῷ, πανταχοῦ δὲ καὶ οὐδαμοῦ τῶν
μετ᾽ αὐτόν· καὶ ψυχὴ ἐν νῷ τε καὶ θεῷ, πανταχοῦ _δ_ὲ καὶ
οὐδαμοῦ ἐν σώματι· σῶμα δὲ καὶ ἐν ψυχῇ καὶ ἐν νῷ καὶ
ἐν θεῷ. καὶ ὡς πάντα τὰ ὄντα καὶ μὴ ὄντα ἐκ τοῦ θεοῦ καὶ
ἐν θεῷ καὶ οὐκ αὐτὸς τὰ ὄντα καὶ μὴ ὄντα καὶ ἐν αὐτοῖς
- εἰ γὰρ μόνον ἦν πανταχοῦ, αὐτὸς ἂν ἦν τὰ πάντα καὶ
ἐν πᾶσιν· ἐπεὶ δὲ _κα_ὶ οὐδαμοῦ, τὰ πάντα γίνεται
δι᾽ αὐτὸν καὶ ἐν αὐτῷ, ὅτι πανταχοῦ ἐκεῖνος, ἕτερα δὲ αὐτοῦ,
ὅτι αὐτὸς οὐδαμοῦ - , οὕτω καὶ νοῦς πανταχοῦ ὢν καὶ
οὐδαμοῦ αἴτιος ψυχῶν καὶ τῶν μετ᾽ αὐτὰς καὶ οὐκ αὐτὸς
ψυχὴ οὔτε τὰ μετὰ ψυχὴν οὐδὲ ἐν τούτοις, ὅτι οὐκ ἦν
μόνον πανταχοῦ τῶν μετ᾽ αὐτόν, ἀλλὰ καὶ οὐδαμοῦ· καὶ
ἡ ψυχὴ οὐ σῶμα οὔτε ἐν σώματι, ἀλλ᾽ αἰτία σώματος,
ὅτι πανταχοῦ οὖσα τοῦ σώματός ἐστιν οὐδαμοῦ. καὶ ἔστη
γε ἡ πρόοδος τοῦ παντὸς εἰς τὸ μήτε πανταχοῦ ἅμα μήτε
μηδαμοῦ εἶναι δυνάμενον, ἀλλ᾽ ἀνὰ μέρος ἑκατέρων
μετέχον.

, Ἄλλαι αἱ ἀρεταὶ τοῦ πολιτικοῦ, καὶ ἄλλαι αἱ τοῦ πρὸς
θεωρίαν ἀνιόντος καὶ διὰ τοῦτο λεγομένου θεωρητικοῦ,
καὶ ἄλλαι αἱ τοῦ ἤδη τελείου θεωρητικοῦ καὶ ἤδη θεα-
τοῦ, καὶ ἄλλαι αἱ τοῦ νοῦ, καθ᾽ ὃ νοῦς καὶ ἀπὸ ψυχῆς
καθαρός.
Αἱ μὲν τοῦ πολιτικοῦ ἐν μετριοπαθείᾳ κείμεναι τῷ
ἕπεσθαι καὶ ἀκολουθεῖν τῷ λογισμῷ τοῦ καθήκοντος
κατὰ τὰς πράξεις· διὸ πρὸς κοινωνίαν βλέπουσαι τὴν
ἀβλαβῆ τῶν πλησίοον ἐκ τοῦ συναγελασμοῦ καὶ τῆς
κοινωνίας πολιτικαὶ λέγονται. καὶ ἔστι φρόνησις μὲν περὶ
τὸ λογιζόμενον, ἀνδρία δὲ περὶ τὸ θυμούμενον, σωφροσύνη
δὲ ἐν ὁμολογίᾳ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ πρὸς λογισμόν,
δικαιοσύνη δὲ ἡ ἑκάστου τούτων ὁμοῦ οἰκειοπραγία
ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι.
Αἱ δὲ τοῦ πρὸς θεωρίαν προκόπτοντος θεωρητικοῦ ἐν
ἀποστάσει κεῖνται τῶν ἐντεῦθεν· διὸ καὶ καθάρσεις αὗται
λέγονται, ἐν ἀποχῇ θεωρούμεναι τῶν μετὰ τοῦ σώματος
πράξεων καὶ συμπαθειῶν τῶν πρὸς αὐτό. αὗται μὲν γὰρ
τῆς ψυχῆς ἀφισταμένης πρὸς τὸ ὄντως ὄν, αἱ δὲ πολιτικαὶ
τὸν θνητὸν ἄνθρωπον κατακοσμοῦσι - καὶ πρόδρομοί
γε αἱ πολιτικαὶ τῶν καθάρσεων· δεῖ γὰρ κοσμηθέντα
κατ᾽ αὐτὰς ἀποστῆναι τοῦ σὺν σώματιι πράττειν τι
προηγουμένως - διὸ ἐν ταῖς καθάρσεσι τὸ μὲν μὴ
συνδοξάζειν τῷ σώματι, ἀλλὰ μόνην ἐνεργεῖν ὑφίστησι τὸ
φρονεῖν, ὃ διὰ τοῦ καθαρῶς νοεῖν τελειοῦται, τὸ δέ γε μὴ
ὁμοπαθεῖν συνίστησι τὸ σωφρονεῖν, τὸ δὲ μὴ φοβεῖσθαι
ἀφισταμένην τοῦ σώματος ὡς εἰς κενόν τι καὶ μὴ ὂν τὴν
ἀνδρίαν, ἡγουμένου δὲ λόγου καὶ νοῦ καὶ μηδενὸς ἀντιτεί-
νοντος ἡ δικαιοσύνη. ἡ μὲν οὖν κατὰ τὰς πολιτικὰς
ἀρετὰς διάθεσις ἐν μετριοπαθείᾳ θεωρεῖται, τέλος
ἔχουσα τὸ ζῆν ὡς ἄνθρωπον κατὰ φύσιν, ἡ δὲ κατὰ τὰς
θεωρητικὰς ἐν ἀπαθείᾳ, ἧς τέλος ἡ πρὸς θεὸν ὁμοίωσις.
Ἐπεὶ δὲ κάθαρσις ἡ μέν τις ἦν καθαίρουσα, ἡ δὲ κεκα-
θαρμένων, αἱ καθαρτικαὶ ἀρεταὶ κατ᾽ ἄμφω θεωροῦνται
τὰ σημαινόμενα τῆς καθάρσεως· καθαίρουσί τε γὰρ τὴν
ψυχὴν καὶ καθαρθείσῃ σύνεισι - τέλος γὰρ τὸ κεκαθάρθαι
τοῦ καθαίρειν - ἀλλ᾽ ἐπεὶ τὸ καθαίρειν καὶ κεκαθάρθαι
ἀφαίρεσις ἦν παντὸς τοῦ ἀλλοτρίου, τὸ ἀγαθὸν ἕτερον ἂν
εἴη τοῦ καθήραντος· ὡς εἴ γε πρὸ τῆς ἀκαθαρσίας
ἀγαθὸν ἦν τὸ καθαιρόμενον, ἡ κάθαρσις ἀρκεῖ. ἀλλ᾽ ἀρ-
κέσει μὲν ἡ κάθαρσις, τὸ δὲ καταλειπόμενον ἔσται τὸ
ἀγαθόν, οὐχ ἡ κάθαρσις. ἀλλ᾽ ἡ ψυχῆς φύσις οὐκ ἦν
ἀγαθόν, ἀλλ᾽ ἀγαθοῦ μετέχειν δυνάμενον καὶ ἀγαθοειδές·
οὐ γὰρ ἂν ἐγένετο ἐν κακῷ. τὸ οὖν ἀγαθὸν αὐτῇ ἐν τῷ
συνεῖναι τῷ γεννήσαντι, κακία δὲ τὸ τοῖς ὑστέροις. καὶ
διπλῆ γε κακία· τό τε τούτοις συνεῖναι καὶ μετὰ παθῶν
ὑπερβολῆς. διόπερ αἱ πολιτικαὶ ἀρεταὶ μιᾶς γοῦν αὐτὴν
κακίας ἀπαλλάττουσαι ἀρεταὶ ἐκρίθησαν καὶ τίμιαι, αἱ δὲ
καθαρτικαὶ τιμιώτεραι καὶ τῆς ὡς ψυχὴν κακίας ἀπαλ-
λάττουσαι.
Δεῖ τοίνυν καθηραμένην αὐτὴν συνεῖναι τῷ γεννήσαντι·
καὶ ἀρετὴ ἄρα αὐτῆς μετὰ τὴν ἐπιστροφὴν αὕτη, ἥπερ
ἐστὶν ἐν γνώσει καὶ εἰδήσει τοῦ ὄντος, οὐχ ὅτι οὐκ
ἔχει παρ᾽ αὐτῇ ταύτην, ἀλλ᾽ ὅτι ἄνευ τοῦ πρὸ αὐτῆς
οὐχ ὁρᾷ τὰ αὐτῆς. ἄλλο οὖν γένος τρίτον ἀρετῶν μετὰ
τὰς καθαρτικὰς καὶ πολιτικάς, νοερῶς τῆς ψυχῆς ἐνερ-
γούσης· σοφία μὲν καὶ φρόνησις ἐν θεωρίᾳ ὧν νοῦς ἔχει,
δικαιοσύνη δὲ οἰκειοπραγία ἐν τῇ πρὸς τὸν νοῦν ἀκολου-
θίᾳ καὶ τὸ πρὸς νοῦν ἐνεργεῖν, σωφροσύνη δὲ ἡ εἴσω
πρὸς νοῦν στροφή, ἡ δὲ ἀνδρία ἀπάθεια καθ᾽ ὁμοίωσιν
τοῦ πρὸς ὃ βλέπει ἀπαθὲς ὂν τὴν φύσιν. καὶ ἀντακολου-
θοῦσί γε αὗται ἀλλήλαις ὥσπερ καὶ αἱ ἄλλαι.
Τέταρτον δὲ εἶδος ἀρετῶν τὸ τῶν παραδειγματικῶν,
αἵπερ ἦσαν ἐν τῷ νῷ, κρείττους οὖσαι τῶν ψυχικῶν καὶ
τούτων παραδείγματα, ὧν αἱ τῆς ψυχῆς ἦσαν ὁμοιώματα·
νοῦς μὲν ἐν ᾧ ἅμα τὰ ὥσπερ παραδείγματα, ἐπιστήμη δὲ
ἡ νόησις, σοφία δὲ γινώσκων ὁ νοῦς, τὸ δὲ πρὸς αὐτὸν
ἡ σωφροσύνη, τὸ δὲ οἰκεῖον ἔργον ἡ οἰκειοπραγία, ἡ δὲ
ἀνδρία ἡ ταυτότης καὶ τὸ ἐφ᾽ ἑαυτοῦ μένειν καθαρὸν διὰ
δυνάμεως περιουσίαν.
Τέτταρα τοίνυν ἀρετῶν γένη πέφηνεν, ὧν αἱ μὲν ἦσαν
τοῦ νοῦ, αἱ παραδειγματικαὶ καὶ σύνδρομοι αὐτοῦ τῇ
οὐσίᾳ, αἱ δὲ ψυχῆς πρὸς νοῦν ἐνορώσης ἤδη καὶ πληρου-
μένης ἀπ᾽ αὐτοῦ, αἱ δὲ ψυχῆς ἀνθρώπου καθαιρομένης τε
καὶ καθαρθείσης ἀπὸ σώματος καὶ τῶν ἀλόγων παθῶν, αἱ
δὲ ψυχῆς ἀνθρώπου κατακοσμούσης τὸν ἄνθρωπον διὰ
τὸ μέτρα τῇ ἀλογίᾳ ἀφορίζειν καὶ μετριοπάθειαν ἐνεργάζε-
σθαι. καὶ ὁ μὲν ἔχων τὰς μείζους ἐξ ἀνάγκης ἔχει καὶ
τὰς ἐλάττους, οὐ μὴν τὸ ἔμπαλιν. οὐκέτι μέντοι τῷ ἔχειν
καὶ τὰς ἐλάττους ὁ ἔχων τὰς μείζους ἐνεργήσει κατὰ τὰς
ἐλάττους προηγουμένως, ἀλλὰ μόνον κατὰ περίστασιν τῆς
γενέσεως. ἄλλοι γὰρ οἱ σκοποί, ὥσπερ εἴρηται, καὶ κατὰ
γένος διαφέροντες. τῶν μὲν γὰρ πολιτικῶν μέτρον ἐπι-
θεῖναι τοῖς πάθεσι πρὸς τὰς ἐν τοῖς κατὰ φύσιν ἐνερ-
γείας· τῶν δὲ καθαρτικῶν τελέως τῶν παθῶν ἀποστῆσαι
᾽τὸ τέως μέτρον λαμβανόντων· τῶν δὲ πρὸς νοῦν ἐνεργῆ-
σαι μηδὲ τοῦ ἀποστῆσαι ἐκ τῶν παθῶν εἰς ἔννοιαν ἐρχο-
μένων· τῶν δὲ μηδὲν πρὸς νοῦν ἐχουσῶν τὴν ἐνέργειαν,
ἀλλὰ τῇ αὐτοῦ οὐσίᾳ εἰς συνδρομὴν ἀφιγμένων _**_. διὸ
καὶ ὁ μὲν κατὰ τὰς πρακτικὰς ἐνεργῶν σπουδαῖος ἦν
ἄνθρωπος, ὁ δὲ κατὰ τὰς καθαρτικὰς δαιμόνιος ἄνθρωπος
ἢ καὶ δαίμων ἀγαθός, ὁ δὲ κατὰ μόνας τὰς πρὸς τὸν
νοῦν θεός, ὁ δὲ κατὰ τὰς παραδειγματικὰς θεῶν πατήρ.
Ἐπιμελητέον οὖν μάλιστα τῶν καθαρτικῶν ἡμῖν
σκεψαμένοις, ὅτι τούτων μὲν ἡ τεῦξις ἐν τῷ βίῳ τούτῳ,
διὰ τούτων δὲ καὶ ἡ εἰς τὰς τιμιωτέρας ἄνοδος. διὸ θεωρη-
τέον, ἄχρι τίνος καὶ ἐπὶ πόσον οἵα τε παραλαμβάνεσθαι ἡ
κάθαρσις· ἔστι μὲν γὰρ ἀπόστασις σώματος καὶ τῆς
ἀλόγου παθητικῆς κινήσεως. πῶς δ᾽ ἂν γένοιτο καὶ μέχρι
τίνος, ῥητέον. πρῶτον μὲν οἷον θεμέλιος καὶ ὑποβάθρα
τῆς καθάρσεως τὸ γνῶναι ἑαυτὸν ψυχὴν ὄντα ἐν ἀλλοτρίῳ
πράγματι καὶ ἑτεροουσίῳ συνδεδεμένον. δεύτερον δὲ τὸ
ἀπὸ τούτου ὁρμώμενον τοῦ πείσματος συνάγειν αὑτὸν ἀπὸ
τοῦ σώματος καὶ τοῖς μὲν τόποις, πάντως γε μὴν ἀπαθῶς
πρὸς αὐτὸ διατιθέμενον. ἐνεργῶν μὲν γάρ τις συνεχῶς
κατ᾽ αἴσθησιν, κἂν μὴ μετὰ προσπαθείας καὶ τῆς τοῦ
ἥδεσθαι ἀπολαύσεως τοῦτο ποιῇ, ἀλλ᾽ οὖν ἐσκέδασται περὶ
τὸ σῶμα, συναφὴς αὐτῷ κατὰ ταύτην γινόμενος, προς-
πάσχων δὲ ταῖς τῶν αἰσθημάτων ἡδοναῖς ἢ λύπαις σὺν
προθυμίᾳ καὶ ἐπινεύσει συμπαθεῖ· ἀφ᾽ ἧς δὴ μάλιστα
διαθέσεως αὐτὸν προσήκει καθαίρειν. τοῦτο δ᾽ ἂν γένοιτο,
εἰ καὶ τὰς ἀναγκαίας τῶν ἡδονῶν καὶ τὰς αἰσθήσεις
ἰατρείας ἕνεκα μόνον τις παραλαμβάνοι ἢ ἀπαλλαγῆς
πόνων, ἵνα μὴ ἐμποδίζοιτο. ἀφαιρετέον δὲ καὶ τὰς
ἀλγηδόνας· εἰ δὲ μὴ οἷόν τε εἴη, πράως οἰστέον ἐλάττους
τιθέντα τῷ μὴ συμπάσχειν. τὸν δὲ θυμὸν ὅσον οἷόν τε
ἀφαιρετέον καὶ εἰ δυνατὸν πάντῃ· εἰ δὲ μή, μὴ αὐτὸν
γοῦν συναναμιγνύναι τὴν προαίρεσιν, ἀλλ᾽ ἄλλου εἶναι
τὸ ἀπροαίρετον, τὸ δ᾽ ἀπροαίρετον ἀσθενὲς καὶ ὀλίγον·
τὸν δὲ φόβον πάντῃ· περὶ οὐδενὸς γὰρ φοβήσεται - τὸ
δ᾽ ἀπροαίρετον καὶ ἐνταῦθα - χρηστέον δὲ ἄρα καὶ θυμῷ
καὶ φόβῳ ἐν νουθετήσει. ἐπιθυμίαν δὲ παντὸς φαύλου
ἐξοριστέον. σίτων δὲ καὶ ποτῶν οὐκ αὐτὸς ἕξει ᾗπερ
αὐτός, ἀφροδισίων δὲ τῶν φυσικῶν οὐδὲ τὸ ἀπροαίρετον·
εἰ δ᾽ ἄρα, ὅσον μέχρι φαντασίας προπετοῦς τῆς κατὰ τοὺς
ὕπνους. ὅλως δὲ αὐτὴ μὲν πάντων ἡ ψυχὴ ἡ νοερὰ τοῦ
καθαιρομένου τούτων ἔστω καθαρά. βουλέσθω δὲ καὶ
τὸ κινούμενον πρὸς τὸ ἄλογον τῶν σωματικῶν παθῶν
ἀσυμπαθῶς κινεῖσθαι καὶ ἀπροσέκτως, ὥστε καὶ τὰς
κινήσεις εὐθύς τε λύεσθαι τῇ γειτνιάσει τοῦ λογιζομένου.
οὐκ ἔσται τοίνυν μάχη προκοπτούσης τῆς καθάρσεως,
ἀλλὰ λοιπὸν παρὼν ὁ λόγος ἀρκέσει, ὃν τὸ χεῖρον αἰδέ-
σεται, ὥστε καὶ αὐτὸ τὸ χεῖρον δυσχερᾶναι, ἂν ὅλως
κινηθῇ, ὅτι μὴ ἡσυχίαν ἦγε παρόντος τοῦ δεσπότου, καὶ
ἀσθένειαν ἑαυτῷ ἐπιτιμῆσαι. καὶ αὗται μὲν ἔτι μετριοπά-
θειαι ἐπίτασιν εἰς ἀπάθειαν λαμβάνουσαι· ὅταν δὲ
παντελῶς τὸ συμπαθὲς ἐκκαθαρθῇ, σύνεστι τούτῳ τὸ
ἀπαθές, ὅτι καὶ τὸ πάθος τὴν κίνησιν ἐλάμβανε τοῦ
λογισμοῦ τὸ ἐνδόσιμον διὰ τῆς ῥοπῆς παρεσχηκότος.

, Ἕκαστον κατὰ τὴν ἑαυτοῦ φύσιν ἔστι που, εἰ ὅλως ἔστι
που, οὐ μέντοι παρὰ τὴν φύσιν.
Σώματι μὲν οὖν ἐν ὕλῃ καὶ ὄγκῳ ὑφεστῶτι τὸ εἶναί
πού ἐστι τὸ ἐν τόπῳ εἶναι· διὸ καὶ τῷ σώματι τοῦ κόσμου
ἐνύλῳ καὶ ἐνόγκῳ ὄντι τὸ πανταχοῦ εἶναι ὑπῆρξεν ἐν δια-
στάσει τε καὶ τόπῳ διαστάσεως. τῷ δὲ νοητῷ κόσμῳ καὶ
ὅλως τῷ ἀύλῳ καὶ καθ᾽ αὑτὸ ἀσωμάτῳ, ἀόγκῳ ὄντι καὶ
ἀδιαστάτῳ, οὐδ᾽ ὅλως τὸ ἐν τόπῳ πρόσεστιν, ὥστε τὸ
εἶναι πανταχοῦ τῷ ἀσωμάτῳ οὐκ ἦν τοπικόν.
Οὔτε ἄρα μέρος μέν τί ἐστιν αὐτοῦ τῇδε, μέρος δὲ
τῇδε - οὐκέτι γὰρ ἐκτὸς ἔσται τόπου οὐδὲ ἀδιάστατον -
ἀλλ᾽ ὅλον ἐστίν, ὅπου καὶ ἔστιν· οὔτε ἐνθάδε μέν ἐστιν,
ἀλλαχοῦ δὲ οὔ - κατειλημμένον γὰρ ἔσται ὑπὸ τοῦ
τῇδε, ἀφεστηκὸς δὲ τοῦ ἐκεῖσε - οὐδὲ πόρρω μὲν τοῦδε,
ἐγγὺς μέντοι τοῦδε, ὡς τὸ πόρρω καὶ ἐγγὺς τῶν ἐν τόπῳ
πεφυκότων εἶναι λέγεται κατὰ μέτρα διαστημάτων. ὅθεν
ὁ μὲν κόσμος τῷ νοητῷ διαστατῶς πάρεστι, τὸ δὲ
ἀσώματον τῷ κόσμῳ ἀμερῶς καὶ ἀδιαστάτως.
Τὸ δ᾽ ἀμερὲς ἐν διαστατῷ ὅλον γίνεται κατὰ πᾶν μέρος
ταὐτὸν ὂν καὶ ἓν ἀριθμῷ. κἀν ἀπείροις μέρεσιν εἰ τύχοι
τοῦ διαστατοῦ, παρὸν ὅλον τὸ ἀδιάστατον οὔτε μερισθὲν
πάρεστι, τῷ μέρει διδὸν μέρος, οὔτε πληθυνθέν, τῷ
πλήθει παρέχον ἑαυτὸ πολλαπλασιασθέν, ἀλλ᾽ ὅλον πᾶσί
τε τοῖς μέρεσι τοῦ ὠγκωμένου ἑνί τε ἑκάστῳ τοῦ πλήθους
καὶ παντὶ τῷ ὄγκῳ καὶ παντὶ τῷ πλήθει πάρεστιν ἀμε-
ρῶς καὶ ἀπληθύντως καὶ ὡς ἓν ἀριθμῷ. τὸ δὲ μερικῶς
καὶ διῃρημένως ἀπολαύειν αὐτοῦ προσῆν τοῖς εἰς μέρη
ἑτεροδύναμα ἐσκεδασμένοις, οἷς συνέβαινε πολλάκις τὸ
αὐτῶν ἐλάττωμα τῆς φύσεως ἐκείνης καταψεύδεσθαι
᾽καὶ __ἢ ἀπορεῖν γε περὶ τῆς οὐσίας, ἀπὸ τῆς αὐτοῖς
εἰωθυίας ᾽ἡ εἰς τὴν ἐκείνης μεταβᾶσι. τῷ μὲν ἄρα
πεπληθυσμένῳ φύσει καὶ μεμεγεθυσμένῳ τὸ ἀμερὲς καὶ
ἀπλήθυντον μεμεγέθυνται καὶ πεπλήθυνται καὶ οὕτως
αὐτοῦ ἀπολαύει ὡς αὐτὸ πέφυκεν, οὐχ ὡς ἐκεῖνό ἐστι· τῷ
δ᾽ ἀμερεῖ καὶ ἀπληθύντῳ φύσει ἀμερές ἐστι καὶ ἀπλήθυν-
τον τὸ μεριστὸν καὶ πεπληθυσμένον, καὶ οὕτως αὐτῷ
πάρεστι, τοῦτ᾽ ἔστιν, αὐτὸ ἀμερῶς πάρεστι καὶ ἀπλη-
θύντως καὶ ἀτόπως κατὰ τὴν αὐτοῦ φύσιν τῷ μεριστῷ
καὶ πεπληθυσμένῳ φύσει καὶ ὄντι ἐν τόπῳ, τὸ δὲ μεριστὸν
καὶ πεπληθυσμένον καὶ ἐν τόπῳ πάρεστι θατέρῳ τούτων
ἐκτὸς ὄντι μεριστῶς καὶ πεπληθυσμένως καὶ τοπικῶς.
Δεῖ τοίνυν ἐν ταῖς σκέψεσι κατακρατοῦντας τῆς
ἑκατέρου ἰδιότητος μὴ ἐπαλλάττειν τὰς φύσεις, μᾶλλον
δὲ τὰ προσόντα τοῖς σώμασιν ᾗ τοιαῦτα μὴ φαντάζεσθαι
καὶ δοξάζειν περὶ τὸ ἀσώματον· οὐ γὰρ ἂν τὰ ἴδιά τις
τοῦ καθαρῶς ἀσωμάτου προσγράψειε τοῖς σώμασι. τῶν
μὲν γὰρ σωμάτων ἐν συνηθείᾳ πᾶς, ἐκείνων δὲ μόλις ἐν
γνώσει γίνεται ἀοριστῶν περὶ αὐτά, οὐχ ὅτι καὶ αὐτόθεν
ἐπιβάλλων, ἕως ἂν ὑπὸ φαντασίας κρατῆται.
Οὕτως οὖν ἐρεῖς· εἰ τὸ μὲν ἐν τόπῳ καὶ ἔξω ἑαυτοῦ, ὅτι
εἰς ὄγκον προελήλυθε, τὸ _δ_ὲ νοητὸν οὔτε ἐν τόπῳ καὶ ἐν
ἑαυτῷ, ὅτι οὐκ εἰς ὄγκον προελήλυθεν, εἰ τὸ μὲν εἰκών,
τὸ δὲ ἀρχέτυπον, τὸ μὲν πρὸς τὸ νοητὸν κέκτηται τὸ
εἶναι, τὸ δὲ ἐν ἑαυτῷ· πᾶσα γὰρ εἰκὼν νοῦ ἐστιν εἰκών.
Καὶ ὡς μεμνημένον δεῖ τῆς ἀμφοῖν ἰδιότητος μὴ
θαυμάζειν τὸ παρηλλαγμένον ἐν τῇ συνόδῳ, εἰ δεῖ ὅλως
σύνοδον λέγειν· οὐ γὰρ δὴ σωμάτων σύνοδον σκοπούμεθα,
ἀλλὰ πραγμάτων παντελῶς ἐκβεβηκότων ἀπ᾽ ἀλλήλων
κατ᾽ ἰδιότητα ὑποστάσεως. διὸ καὶ ἡ σύνοδος ἐκβεβηκυῖα
τῶν θεωρεῖσθαι εἰωθότων ἐπὶ τῶν ὁμοουσίων. οὔτε οὖν
κρᾶσις ἢ μῖξις ἢ σύνοδος ἢ παράθεσις, ἀλλ᾽ ἕτερος τρόπος
φαντάζων μὲν παρὰ τὰς ὁπωσοῦν γινομένας ἄλλων πρὸς
ἄλλα κοινωνίας τῶν ὁμοουσίων, πασῶν δὲ ἐκβεβηκὼς τῶν
πιπτουσῶν ὑπὸ τὴν αἴσθησιν.

, Τὸ ὄντως ὂν οὔτε μέγα οὔτε μικρόν ἐστι - τὸ γὰρ μέγα
καὶ μικρὸν κυρίως ὄγκου ἴδια - , ἐκβεβηκὸς δὲ τὸ μέγα
καὶ μικρὸν καὶ ὑπὲρ τὸ μέγα ὂν καὶ ὑπὲρ τὸ μικρὸν καὶ
ὑπὸ τοῦ μεγίστου καὶ ὑπὸ τοῦ ἐλαχίστου ταὐτὸ καὶ ἓν
ἀριθμῷ ὄν, εὑρίσκεται καὶ ἅμα ὑπὸ παντὸς μεγίστου
τοῦτο καὶ ὑπὸ παντὸς ἐλαχίστου· μήτε γὰρ ὡς μέγιστον
αὐτὸ ὑπονοήσῃς - _εἰ δὲ μή, ἀπορήσεις πῶς μέγιστον ὂν
τοῖς ἐλαχίστοις ὄγκοις πάρεστι μὴ μερισθὲν ἢ μειωθὲν
ἢ συσταλέν - μήτε ὡς ἐλάχιστον - _ εἰ δὲ μή, ἀπορήσεις
πῶς ἐλάχιστον ὂν τοῖς μεγίστοις ὄγκοις πάρεστι μὴ
πολλαπλασιασθὲν ἢ αὐξηθὲν ἢ παραταθέν - ἀλλὰ τὸ
ἐκβεβηκὸς τὸν μέγιστον ὄγκον εἰς τὸ μέγιστον καὶ τὸν
ἐλάχιστον εἰς τὸ ἐλάχιστον ἅμα λαβὼν ἐπινοήσεις, πῶς
ἅμα καὶ ἐν τῷ τυχόντι καὶ ἐν παντὶ καὶ ἐν ἀπείροις
θεωρεῖται πλήθεσί τε καὶ ὄγκοις τὸ αὐτὸ ὂν _κα_ὶ ἐν
ἑαυτῷ μένον· σύνεστι γὰρ τῷ μεγέθει τοῦ κόσμου κατὰ τὴν
αὐτοῦ ἰδιότητα ἀμερῶς τε καὶ ἀμεγέθως καὶ φθάνει τὸν
ὄγκον τοῦ κόσμου, ᾽καὶ πᾶν μέρος τοῦ κόσμου περιλαβὸν
τῇ ἑαυτοῦ ἀμερείᾳ, ὥσπερ αὖ ὁ κόσμος τῇ ἑαυτοῦ πολυ-
μερείᾳ πολυμερῶς αὐτῷ σύνεστι καὶ καθ᾽ ὅσον οἷός τε,
καὶ οὐ δύναται αὐτὸ περιλαβεῖν οὔτε καθ᾽ ὅλου οὔτε κατὰ
πᾶσαν αὐτοῦ τὴν δύναμιν, ἀλλ᾽ ἐν πᾶσιν αὐτῷ ὡς ἀπείρῳ
καὶ ἀδιεξιτήτῳ ἐντυγχάνει κατά τε ἄλλα καὶ καθ᾽ ὅσον
ὄγκου παντὸς καθαρεύει.

, Τὸ ὄγκῳ μεῖζον δυνάμει ἔλαττον, συγκρινόμενον οὐ
πρὸς τὰ ὅμοια γένη, πρὸς δὲ τὰ κατ᾽ εἶδος ἐξηλλαγμένα
δι᾽ ἑτερότητα οὐσίας· οἷον γὰρ ἔκβασις ἦν ἀφ᾽ ἑαυτοῦ
ὁ ὄγκος καὶ κατακερματισμὸς τῆς δυνάμεως. τὸ ἄρα
δυνάμει ὑπερέχον ὄγκου παντὸς ἀλλότριον· πεπλήρωται
γὰρ ἑαυτῆς ἡ δύναμις εἰς ἑαυτὴν κεχωρηκυῖα, καὶ ἑαυτὴν
δυναμοῦσα τὸ οἰκεῖον κέκτηται κράτος. διόπερ τὸ σῶμα
προελθὸν εἰς ὄγκον τοσοῦτον ἀφέστηκεν ἐν ἐλαττώσει
δυνάμεως τῆς τοῦ ἀσωμάτου ὄντως ὄντος δυνάμεως, ὅσον
τὸ ὄντως ὂν ἐν ὄγκῳ οὐκ ἐκενώθη, μένον ἐν μεγέθει τῆς
αὐτοῦ διὰ τὸ ἄογκον δυνάμεως. ὡς οὖν τὸ ὄντως ὂν πρὸς
ὄγκον ἀμέγεθες καὶ ἄογκον, οὕτω τὸ σωματικὸν πρὸς τὸ
ὄντως ὂν ἀσθενὲς καὶ ἀδύναμον· τὸ μὲν γὰρ μεγέθει
δυνάμεως μέγιστον ὄγκου _ἀλλότριον, τὸ δὲ μεγέθει
ὄγκου μέγιστον δυνάμεω_ς λειπόμενον. ὥστε πανταχοῦ
ὢν ὁ κόσμος πανταχοῦ ὄντι τῷ ὄντι, ὡς λέγεται πανταχοῦ
εἶναι, ἐντυγχάνων περιλαβεῖν τὸ μέγεθος τῆς δυνάμεως οὐ
δύναται, ἐντυγχάνει δὲ οὐ μεριστῶς συνόντι, ἀλλ᾽ ἀμε-
γέθως καὶ ἀόγκως. ἡ οὖν παρουσία οὐ τοπική, ἐξομοιωτικὴ
δέ, καθ᾽ ὅσον οἷόν τε σῶμα ὁμοιοῦσθαι ἀσωμάτῳ καὶ
ἀσώματον θεωρεῖσθαι ἐν σώματι ὁμοιουμένῳ αὐτῷ.
καὶ οὐ πάρεστιν οὖν τὸ ἀσώματον, καθ᾽ ὅσον ὁμοιοῦσθαι
τὸ ἔνυλον τῷ καθαρῶς ἀύλῳ οὐχ οἷόν τε, καὶ πάρεστι,
καθ᾽ ὅσον ὁμοιοῦσθαι δύναται τὸ σωματικὸν τῷ ἀσωμάτῳ.
οὐ μὴν ἑνοῦται διὰ τῆς καταδοχῆς· ἐφθάρη γὰρ ἂν ἑκάτε-
ρον, τὸ μὲν ἔνυλον δεξάμενον τὸ ἄυλον διὰ τῆς εἰς αὐτὸ με-
ταβολῆς, τὸ δὲ ἄυλον γεγονὸς ἔνυλον. ὁμοιώσεις οὖν καὶ
μετοχαὶ ἀπὸ τῶν δυνάμεων καὶ ἀδυναμιῶν εἰς τὰ οὕτως
ἑτεροούσια φοιτῶσι παρ᾽ ἀλλήλων εἰς ἄλληλα. πολὺ ἄρα
τὸ ἀπὸν τῷ μὲν κόσμῳ τῆς δυνάμεως τοῦ ὄντος, τῷ δὲ
ὄντι τῆς ἀδυναμίας τοῦ ἐνύλου· τὸ δ᾽ ἐν μέσῳ ὁμοιοῦν καὶ
ὁμοιούμενον καὶ συνάπτον τὰ ἄκρα ταυτὶ γέγονεν αἴτιον
τῆς περὶ τὰ ἄκρα ἀπάτης διὰ τὸ τῇ ὁμοιώσει προστιθέναι
τῷ ἑτέρῳ τὰ ἕτερα.

, Τὸ ὄντως ὂν πολλὰ λέγεται οὐ τόποις διαφόροις οὐδὲ
ὄγκου μέτροις, οὐ σωρείᾳ, οὐ μερῶν μερισταῖς περιγραφαῖς
ἢ διαλήψεσιν, ἀλλ᾽ ἑτερότητι ἀύλῳ καὶ ἀόγκῳ καὶ
ἀπληθύντῳ κατὰ πλῆθος διῃρημένον. διὸ καὶ ἕν· καὶ οὐκ
ὡς ἓν σῶμα οὐδ᾽ ὡς ἓν τόπῳ οὐδ᾽ ὡς εἷς ὄγκος, ἀλλὰ ἓν
πολλά, ὅτι καθ᾽ ὃ ἓν ἕτερον. καὶ ἡ ἑτερότης αὐτοῦ
διῄρηται καὶ ἥνωται· οὐ γὰρ ἔξωθεν ἐπίκτητος οὐδὲ
ἐπεισοδιώδης αὐτοῦ ἡ ἑτερότης· οὐδὲ ἄλλου μεθέξει,
ἀλλ᾽ ἑαυτῷ πολλά. ταῖς γὰρ πάσαις ἐνεργείαις ἐνεργεῖ
μένον ὃ ἔστιν, ὅτι τὴν πᾶσαν ἑτερότητα διὰ τῆς ταυτότητος
ὑπέστησεν, οὐκ ἐν διαφορότητι θατέρου πρὸς τὸ ἕτερον
θεωρουμένην καθάπερ ἐπὶ τῶν σωμάτων. ἐπὶ τούτων
μὲν γὰρ ἀνάπαλιν καὶ ἡ ἑνότης ἐν ἑτερότητι, ὡς ἂν
προηγουμένης μὲν ἐν αὐτοῖς τῆς ἑτερότητος, ἔξωθεν δὲ
καὶ ἐπεισοδιώδους τῆς ἑνότητος ἐγγενομένης· ἐπὶ γὰρ
τοῦ ὄντος ἡ μὲν ἑνότης προηγεῖται καὶ ἡ ταυτότης, ἡ
δὲ ἑτερότης ἐκ τοῦ ἐνεργητικὴν εἶναι τὴν ἑνότητα γέγονε.
διόπερ ἐκεῖνο μὲν ἐν ἀμερεῖ πεπλήθυνται, τοῦτο δὲ ἐν
πλήθει καὶ ὄγκῳ ἥνωται· κἀκεῖνο μὲν ἐν ἑαυτῷ ἵδρυται,
καθ᾽ ἓν ὂν ἐν ἑαυτῷ καὶ οὐκ ἐξιστάμενον, τοῦτο δὲ
οὐδέποτε ἐν ἑαυτῷ, ὡς ἂν ἐν ἐκστάσει λαβὸν τὴν ὑπόστα-
σιν. τὸ μὲν ἄρα ἓν παντενέργητον, τὸ δὲ πλῆθος ἑνιζόμενον.
πιέζειν οὖν δεῖ, πῶς ἓν ἐκεῖνο καὶ ἕτερον, καὶ πῶς πάλιν
τοῦτο πλῆθος καὶ ἕν, καὶ μὴ ἐπαλλάττειν τὰ τοῦ ἑτέρου
ἴδια εἰς τὰ θατέρῳ προσόντα.

, Οὐ διὰ τὸ πλῆθος τῶν σωμάτων δεῖ νομίζειν τὸ πλῆθος
τῶν ψυχῶν γενέσθαι, πρὸ δὲ τῶν σωμάτων εἶναι καὶ
πολλὰς καὶ μίαν, οὔτε τῆς μιᾶς καὶ ὅλης κωλυούσης τὰς
πολλὰς ἐν αὐτῇ εἶναι οὔτε τῶν πολλῶν τὴν μίαν εἰς αὐτὰς
μεριζουσῶν. διέστησαν γὰρ οὐκ ἀποκοπεῖσαι οὐδὲ ἀπο-
κερματίσασαι εἰς ἑαυτὰς τὴν ὅλην, καὶ πάρεισιν ἀλλήλαις
οὐ συγκεχυμέναι οὐδὲ σωρὸν ποιοῦσαι τὴν ὅλην· οὔτε γὰρ
πέρασίν εἰσι διειλημμέναι οὔτε πάλιν ἀλλήλαις συγ-
κεχυμέναι, ὥσπερ οὐδὲ ἐπιστῆμαι συνεχύθησαν αἱ πολ-
λαὶ ἐν ψυχῇ μιᾷ καὶ πάλιν οὐκ ἔγκεινται ὡς τὰ σώ-
ματα τῇ ψυχῇ ἑτεροουσίως, ἀλλὰ τῆς ψυχῆς ποιαὶ ἦσαν
ἐνέργειαι.
Ἀπειροδύναμος γὰρ ἡ τῆς ψυχῆς φύσις καὶ καθ᾽ ἕκα-
στον τὸ τυχὸν αὐτῆς ψυχή, καὶ αἱ πᾶσαι μία καὶ πάλιν
ἡ ὅλη ἄλλη παρὰ πάσας. ὡς γὰρ τὰ σώματα ἐπ᾽ ἄπειρον
τεμνόμενα οὐ καταλήγει εἰς ἀσώματον, κατ᾽ ὄγκον
λαμβανόντων τῶν τμημάτων τὴν διαφοράν, οὕτω ψυχὴ
εἶδος οὖσα ζωτικὸν ἐπ᾽ ἄπειρον κατὰ τὰ εἴδη συνείληπται,
παραλλαγὰς ἔχουσα εἰδητικὰς καὶ ἡ ὅλη σὺν ταύταις οὖσα
καὶ ἄνευ τούτων· ἡ γὰρ ἐπ᾽ αὐτῆς οἷον τομὴ ἑτερότης
ἦν μενούσης τῆς ταυτότητος. εἰ δ᾽ ἐπὶ τῶν σωμάτων,
ἐφ᾽ ὧν ἡ ἑτερότης ἐκράτει μᾶλλον τῆς ταυτότητος, οὐδὲν
ἐπεισελθὸν ἀσώματον διέκοψε τὴν ἕνωσιν, μένει δὲ πάντα
ἡνωμένα μὲν κατὰ τὴν οὐσίαν, ταῖς δὲ ποιότησι καὶ τοῖς
ἄλλοις εἴδεσι διειλημμένα, τί χρὴ καὶ λέγειν καὶ ὑπονοεῖν
ἐπὶ τῆς εἰδικῆς ἀσωμάτου ζωῆς, ἐφ᾽ ἧς ἡ ταυτότης μᾶλλον
κεκράτηκε τῆς ἑτερότητος καὶ οὐδὲν ὑπόκειται ἀλλοῖον
παρὰ τὸ εἶδος - ἀφ᾽ ἧς καὶ τοῖς σώμασιν ἡ ἑνότης -
οὐδὲ σῶμα συνεμπεσὸν ἀποκόπτει τὴν ἕνωσιν, καίπερ
πρὸς τὰς ἐνεργείας ἐν πολλοῖς ἐμποδίζον; αὐτὴ δι᾽ αὐ-
τὴν ἡ ταυτότης αὐτῆς πάντα ποιεῖ καὶ εὑρίσκει διὰ τῆς
ἐπ᾽ ἄπειρον εἰδητικῆς ἐνεργείας, τοῦ τυχόντος μέρους
πάντα δυναμένου ὅταν σωμάτων καθαρεύῃ, ὡς τὸ τυχὸν
μέρος τοῦ σπέρματος τὴν τοῦ παντὸς σπέρματος ἔχει
δύναμιν.
Ὥσπερ δὲ κρατηθὲν ἐν ὕλῃ τι σπέρμα καθ᾽ ἕκαστον ὧν
ἐδύνατο λόγων ἐν τοῖς μέρεσι τῇ ὕλῃ κρατεῖται καὶ πάλιν
συναχθὲν εἰς τὴν τοῦ σπέρματος δύναμιν καθ᾽ ἕκαστον τῶν
μερῶν ἔχει τὴν πᾶσαν δύναμιν, οὕτω καὶ ψυχῆς ἀύλου
τὸ ὡς μέρος ἐπινοούμενον τῆς πάσης ψυχῆς ἔχει τὴν
δύναμιν. τὸ δὲ πρὸς ὕλην ῥέψαν κεκράτηται μὲν καθ᾽ ὃ
εἶδος ῥέψαν ἐπιτηδείως ἔσχε προσομιλεῖν ἐνύλῳ, ἔχει
δὲ τὴν τῆς ὅλης δύναμιν ἤδη καὶ ἐντυγχάνει οὔσῃ ἐν
ἑαυτῷ, ὅταν ἀπὸ τοῦ ἐνύλου ἀποστὰν ἐν ἑαυτῷ γένηται.
ἐπεὶ δὲ πρὸς μὲν ὕλην ῥεπούσῃ ἀπορία πάντων καὶ τῆς
οἰκείας δυνάμεως κένωσις, εἰς δὲ τὸν νοῦν ἀναγομένη
τὸ πλῆρες αὐτῆς κατὰ _τ_ὸ τὴν δύναμιν ἔχειν τῆς πάσης
εὑρίσκετο, τὴν μὲν εἰκότως Πενίαν, τὴν δὲ Πόρον οἱ τοῦτο
πρῶτον γνόντες τῆς ψυχῆς τὸ πάθος ᾐνίξαντο.

, Παραστῆσαι βουλόμενοι ὡς ἐνδέχεται διὰ λόγου
᾽παραστῆσαι τὴν τοῦ ὄντος ᾽ἀσωμάτου ἰδιότητα οἱ
παλαιοί, ὅταν αὐτὸ ἓν εἴπωσι, προστιθέασιν εὐθὺς
πάντα, καθ᾽ ὃ ἕν τι τῶν κατ᾽ αἴσθησιν συνεγνωσμένων·
ὅταν δὲ ἀλλοῖον τὸ ἓν τοῦτο ὑπονοήσωμεν, οὐχ ὁρῶντες
ἐπὶ τοῦ αἰσθητοῦ τὸ ὅλον τοῦτο ἓν πάντα καθ᾽ ὃ ἕν, τῷ
πάντα αὐτὸ ᾽ἓν εἶναι συνῆψαν τὸ ἓν καθ᾽ ὃ ἕν, ἵνα
ἀσύνθετόν τι νοήσωμεν τὸ πάντα εἶναι ἐπὶ τοῦ ὄντος
καὶ σωρείας ἀποστῶμεν. καὶ ὅταν ᾽δὲ πανταχοῦ αὐτὸ
εἶναι εἴπωσι, προστιθέασιν ὅτι οὐδαμοῦ· ὅταν δὲ ἐν
πᾶσιν εἶναι καὶ ἐν παντὶ τῷ ἐπιτηδείως αὐτὸ δέχεσθαι
δυναμένῳ μεριστῷ, προστιθέασιν ὅτι ἐν ὅλῳ ὅλον. καὶ
ὅλως διὰ τῶν ἐναντιωτάτων αὐτὸ δεδηλώκασιν, ἅμα
ταῦτα λαμβάνοντες, ἵνα τὰς ἀναπλαστικὰς ἀπὸ σωμάτων
ἐξορίσωμεν ἀπ᾽ αὐτοῦ ἐπινοίας, αἳ παρασκιάζουσι τὰς
γνωριστικὰς ἰδιότητας τοῦ ὄντος.

, Τὰ κατηγορούμενα τοῦ αἰσθητοῦ καὶ ἐνύλου ἀληθῶς
ἐστι ταῦτα· τὸ πάντῃ εἶναι πεφορημένον, τὸ μεταβλητὸν
εἶναι, τὸ ὑφεστάναι ἐν ἑτερότητι, τὸ σύνθετον εἶναι, τὸ
καθ᾽ αὑτὸ λυτὸν ὑπάρχειν, τὸ ἐν τόπῳ, τὸ ἐν ὄγκῳ
θεωρεῖσθαι καὶ ὅσα τούτοις παραπλήσια. τοῦ δὲ ὄντως
ὄντος καὶ καθ᾽ αὑτὸ ὑφεστηκότος ἀύλου τὸ εἶναι ἀεὶ ἐν
ἑαυτῷ ἱδρυμένον, τὸ ὡσαύτως κατὰ ταὐτὰ ἔχειν, τὸ ἐν
ταυτότητι οὐσιῶσθαι, τὸ ἀμετάβλητον εἶναι κατ᾽ οὐσίαν,
τὸ ἀσύνθετον, τὸ μήτε λυτὸν μήτε ἐν τόπῳ εἶναι μήτε εἰς
ὄγκον διαπεφορῆσθαι, τὸ μήτε γινόμενον μήτε ἀπολλύ-
μενον εἶναι καὶ ὅσα τούτοις ὅμοια· ὧν ἐχομένους δεῖ μηδὲν
ἐπαλλάττοντας περὶ τῆς διαφόρου αὐτῶν φύσεως καὶ
αὐτοὺς λέγειν καὶ ἄλλων λεγόντων ἐπακούειν.

, Ὅταν λάβῃς ἀένναον οὐσίαν ἐν ἑαυτῇ κατὰ δύναμιν
ἄπειρον καὶ νοεῖν ἄρξῃ ὑπόστασιν ἀκάματον, ἄτρυτον,
οὐδαμῇ μὲν ἐλλείπουσαν, ὑπερεξαίρουσαν δὲ τῇ ζωῇ τῇ
ἀκραιφνεστάτῃ καὶ πλήρει ἀφ᾽ ἑαυτῆς ἐν αὐτῇ τε ἱδρυμένῃ
καὶ κεκορεσμένῃ ἐξ ἑαυτῆς καὶ οὐδ᾽ ἑαυτὴν ζητούσῃ,
ταύτῃ ἐάνπερ τὸ ποῦ ἐπιβάλῃς ἢ τὸ πρός τι, ἅμα τῷ
ἠλαττῶσθαι ἐξ ἐνδείας τοῦ ποῦ ἢ πρός τι εὐθὺς ἐκείνην
μὲν οὐκ ἠλάττωσας, ἑαυτὸν δὲ ἀπέστρεψας, κάλυμμα
λαβὼν τὴν ὑποδραμοῦσαν τῆς ὑπονοίας φαντασίαν.
Οὐ γὰρ δὴ ὑπερβήσῃ παρελθὼν τὴν τοιαύτην οὐδ᾽ αὖ
στήσεις οὐδ᾽ ἀπαρτήσεις οὐδὲ καταλήξεις εἰς μικρόν, ὡς
οὐκέτι ἐχούσης διδόναι ἐν τῷ κατὰ μικρὸν ἐπιλείπειν·
ἀδιάλειπτος γὰρ μᾶλλον ἢ πᾶς πηγῶν τὸ ἀεὶ χεόμενον
νοῶν καὶ ἀδιάλειπτον. ἢ συνθέειν οὖν δυνηθεὶς καὶ τῷ
παντὶ ὁμοιωθῆναι τοῦ ὄντος οὐδὲν ἐπιζητήσεις, ἢ ζητῶν
παρεκβήσῃ _εἰς ἄλλο καὶ πεσῇ παρὸν οὐκ ἰδὼν τ_ῷ εἰς
ἄλλο βλέψαι. εἰ δ᾽ οὐδὲν ἐπιζητήσεις στὰς ἐπὶ σαυτοῦ καὶ
τῆς σαυτοῦ οὐσίας, τῷ παντὶ ὡμοιώθης καὶ οὐκ ἐνεσχέθης
ἔν τινι τῶν ἀπ᾽ αὐτοῦ· οὐδ᾽ εἶπας οὐδὲ σύ τοσοῦτός εἰμι,
ἀφεὶς _δ_ὲ τὸ τοσοῦτος γέγονας πᾶς· καίτοι καὶ πρότερον
ἦσθα πᾶς, ἀλλὰ καὶ ἄλλο τι προσῆν σοι μετὰ τοῦ πᾶς καὶ
ἐλάττων ἐγίνου τῇ προσθήκῃ, ὅτι μὴ ἐκ τοῦ ὄντος ἦν ἡ
προσθήκη· οὐδὲν γὰρ ἐκείνῳ προσθήσεις. ὅταν οὖν τις
καὶ ἐκ τοῦ μὴ ὄντος γένηται, οὐ πᾶς, τῇ πενίᾳ σύνοικος
καὶ ἐνδεὴς πάντων· ἀφεὶς οὖν τὸ μὴ ὄν, τότε πᾶς, κόρος
αὐτὸς ἑαυτοῦ· ὥστε ** ἀπολαμβάνει δ᾽ ἑαυτὸν ἀφεὶς
τὰ ταπεινώσαντα καὶ κατασμικρύναντα - καὶ μάλιστα,
ὅταν ἐκεῖνα εἶναι αὑτὸν τὰ σμικρὰ τῇ φύσει καὶ οὐχ
ὅστις ἐστὶν αὐτὸς τῇ ἀληθείᾳ δοξάζῃ· ἀπέστη γὰρ ἀφ᾽ ἑαυ-
τοῦ ἅμα καὶ ἀπέστη τοῦ ὄντος - κἂν στῇ τις ἐν αὐτῷ
παρὼν παρόντι, τότε παρῆν καὶ τῷ ὄντι πανταχοῦ ὄντι·
ὅταν δὲ ἀφεὶς αὑτὸν _ἀποστῇ ἀφ᾽ ἑαυτοῦ,_ ἀπέστη
κἀκείνου. τοιαύτην γὰρ ἀξίαν εἴληφε παρεῖναι τῷ αὐτῷ
παρόντι καὶ ἀπεῖναι τῷ αὐτοῦ ἐκστάντι. εἰ δὲ _παροῦσιν
ἑαυτοῖ_ς πάρεστι μὲν ἡμῖν τὸ ὄν, ἄπεστι δὲ τὸ μὴ ὄν,
μετὰ δὲ ἄλλων οὖσιν οὐ πάρεστιν, οὐκ ἦλθεν ἵνα παρῇ,
ἀλλ᾽ ἡμεῖς ἀπήλθομεν ὅτε οὐ πάρεστι. καὶ τί θαυμαστόν;
αὐτὸς γάρ σοι παρὼν οὐκ ἀπῆς αὐτοῦ· καὶ οὐ πάρει
σαυτῷ καίπερ παρὼν καὶ αὐτὸς ὢν ὁ παρών τε καὶ ἀπών,
ὅταν πρὸς ἄλλα βλέπῃς παρεὶς σαυτὸν βλέπειν. εἰ δ᾽ οὕτω
σαυτῷ παρὼν οὐ πάρει καὶ διὰ τοῦτο σαυτὸν ἀγνοεῖς καὶ
πάντα μᾶλλον _ εις πάρει καὶ _ πόρρω σου ὄντα εὑρίσκεις
ἢ σαυτὸν σαυτῷ φύσει παρόντα, τί θαυμάζεις, εἰ τὸ οὐ
παρὸν πόρρω σοῦ ἐστι τοῦ πόρρω αὐτοῦ διὰ τὸ καὶ
σαυτοῦ πόρρω γεγονότος; _αὐτὸς γὰρ ὅσῳ πρόσει σο_ι
᾽ὅσῳ γὰρ ἑαυτῷ πρόσει καίτοι παρόντι καὶ ἀναποστάτῳ
ὄντι, ᾽αὐτὸς γὰρ ὅσῳ πρόσεισι τόσῳ κἀκείνῳ πρόσει,
ὃ δὴ οὕτω σοῦ ἐστιν ἀναπόσπαστον κατ᾽ οὐσίαν ὡς σὺ
σαυτοῦ· ὥστε καὶ πάρεστί σοι καθόλου γινώσκειν, τί τε
πάρεστι τῷ ὄντι καὶ τί ἄπεστι τοῦ ὄντος παρόντος
πανταχοῦ καὶ πάλιν ὄντος οὐδαμοῦ. τοῖς μὲν γὰρ δυνα-
μένοις χωρεῖν εἰς τὴν αὑτῶν οὐσίαν νοερῶς καὶ τὴν
αὑτῶν γινώσκειν οὐσίαν _κα_ὶ ἐν αὐτῇ τῇ γνώσει καὶ τῇ
εἰδήσει τῆς γνώσεως αὑτοὺς ἀπολαμβάνειν καθ᾽ ἑνότητα
τὴν τοῦ γινώσκοντος καὶ γινωσκομένου, ᾽καὶ τούτοις
παροῦσιν αὐτοῖς πάρεστι καὶ τὸ ὄν· ὅσοι δ᾽ ἂν παρεξέλ-
θωσιν ἀπὸ τοῦ εἶναι ἑαυτῶν πρὸς τὰ ἄλλα, ἀποῦσιν
ἑαυτῶν ἄπεστι καὶ τὸ ὄν.
Εἰ δ᾽ ἡμεῖς ἐπεφύκειμεν ἱδρῦσθαι ἐν τῇ αὑτῶν οὐσίᾳ
καὶ πλουτεῖν ἀφ᾽ ἑαυτῶν καὶ μὴ ἀπέρχεσθαι πρὸς ὃ μὴ
ἦμεν καὶ πένεσθαι ἑαυτῶν καὶ διὰ τοῦτο πάλιν τῇ πενίᾳ
συνεῖναι καίπερ παρόντος κόρου, καὶ ἀπὸ τοῦ ὄντος οὐ
τόπῳ, οὐκ οὐσίᾳ κεχωρισμένοι οὐδ᾽ ἄλλῳ τινὶ ἀπο-
τετμημένοι τῇ πρὸς τὸ μὴ ὂν στροφῇ χωριζόμεθα, δίκην
ἄρα ταύτην ἀποτίννυμεν τῇ τοῦ ὄντος ἀποστροφῇ αὐτοὺς
ἀποστρεφόμενοι καὶ ἀγνοοῦντες, καίτοι πάλιν ἐν τῇ
αὑτῶν φιλίᾳ ἑαυτούς τε ἀπολαμβάνοντες καὶ τῷ θεῷ
συναπτόμενοι. καὶ ὀρθῶς ἄρα εἴρηται, ὡς ἔν τινι φρουρᾷ
** ἀποδιδράσκοντα, λύειν δὲ ἐκ τῶν δεσμῶν πειρᾶσθαι,
ὡς ἄν του πρὸς τὰ τῇδε ἐστραμμένου καὶ ἑαυτὸν θεῖον
ὄντα καταλελοιπότος, ὥς φησι, φυγὰς θεόθεν καὶ
ἀλήτης. ὥστε πᾶς φαῦλος βίος δουλείας πλήρης καὶ
ἀσεβείας καὶ διὰ τοῦτο ἄθεός τε καὶ ἄδικος _ ἐν αὐτῷ
πνεῦμα πλῆρες ὑπάρχον τῆς ἀσεβείας καὶ διὰ τοῦτο καὶ
ἀδικίας. _ καὶ οὕτω πάλιν ἐν ἰδιοπραγίᾳ ὀρθῶς εἴρηται
εὑρίσκεσθαι τὸ δίκαιον, ἐν δὲ ἀπονεμήσει τοῦ κατ᾽ ἀξίαν
ἑκάστῳ τῶν συζώντων εἰκόνα κεῖσθαι καὶ εἴδωλον τῆς
ἀληθινῆς δικαιοσύνης.

, Τὸ ἐν ἄλλῳ ἔχον τὸ εἶναι καὶ ἐφ᾽ ἑαυτοῦ χωριστῶς
ἀπ᾽ ἄλλου μὴ οὐσιωμένον ἐὰν εἰς ἑαυτὸ στρέφηται εἰς τὸ
γνῶναι ἑαυτὸ ἄνευ ἐκείνου ἐν ᾧ οὐσίωται, ἀπολαμβάνον
ἑαυτὸ ἀπ᾽ ἐκείνου _ νοήσει γὰρ αὑτὸ καὶ _, φθείρεται αὐτὸ
τοῦ εἶναι χωρίζον ἑαυτό· τὸ δὲ γινώσκειν ἑαυτὸ δυνάμενον
ἄνευ ἐκείνου ἐν ᾧ ἐστιν, ἀπολαμβάνον ἑαυτὸ ἀπ᾽ ἐκείνου
καὶ οἷόν τε ὂν ἄνευ τῆς ἑαυτοῦ φθορᾶς τοῦτο ποιεῖν,
ἀμήχανον οὐσιῶσθαι ἐν ἐκείνῳ, ἀφ᾽ οὗ στρέφειν ἑαυτὸ
εἰς ἑαυτὸ ᾽ἀπ᾽ ἐκείνου ἄνευ φθορᾶς καὶ γινώσκειν ἑαυτὸ
ἄνευ ἐκείνου ἐδύνατο. εἰ δὴ ὅρασις μὲν καὶ πᾶσα αἰσθη-
τικὴ δύναμις οὔτε ἑαυτῆς ἐστιν αἴσθησις οὔτε χωρίζουσα
ἑαυτὴν τοῦ σώματος ἑαυτῆς ἀντιλαμβάνεται ἢ σῴζεται,
νοῦς δὲ χωρίζων ἑαυτὸν ἀπὸ σώματος τότε μάλιστα νοεῖ
καὶ εἰς ἑαυτὸν στρέφεται καὶ οὐ φθείρεται, δῆλον ὡς αἱ
μὲν αἰσθητικαὶ δυνάμεις διὰ σώματος κέκτηνται τὸ
ἐνεργεῖν, ὁ δὲ νοῦς οὐκ ἐν σώματι, ἐν ἑαυτῷ δὲ κέκτηται
τὸ ἐνεργεῖν τε καὶ εἶναι.

, Ἀσώματα τὰ μὲν κατὰ στέρησιν σώματος λέγεται καὶ
ἐπινοεῖται κυρίως, ὡς ἡ ὕλη κατὰ τοὺς ἀρχαίους καὶ τὸ
εἶδος τὸ ἐπὶ ὕλης, ὅταν ἐπινοῆται ἀποληφθὲν ἀπὸ τῆς
ὕλης, καὶ αἱ φύσεις καὶ αἱ δυνάμεις· οὕτως δὲ καὶ ὁ
τόπος καὶ ὁ χρόνος καὶ τὰ πέρατα. τὰ γὰρ τοιαῦτα πάντα
κατὰ στέρησιν σώματος λέγεται. ἤδη δὲ ἦν ἄλλα κατα-
χρηστικῶς λεγόμενα ἀσώματα, οὐ κατὰ στέρησιν σώμα-
τος, κατὰ δὲ _τ_ὸ ὅλως μὴ πεφυκέναι γεννᾶν σῶμα. διὸ
τὰ μὲν κατὰ τὸ πρῶτον σημαινόμενον πρὸς τὰ σώματα
ὑφίσταται, τὰ δὲ κατὰ τὸ δεύτερον χωριστὰ τέλεον
σωμάτων καὶ τῶν περὶ τὰ σώματα ἀσωμάτων· σώματα
μὲν γὰρ ἐν τόπῳ καὶ πέρατα ἐν σώματι, νοῦς δὲ καὶ νοερὸς
λόγος οὔτε ἐν τόπῳ οὔτε ἐν ᾽τῷ σώματι ὑφίσταται οὔτε
προσεχῶς ὑφίστησι σώματα οὔτε παρυφίσταται σώμασιν
ἢ τοῖς κατὰ στέρησιν σώματος λεγομένοις ἀσωμάτοις.
οὐδ᾽ εἰ κενὸν οὖν τι ἐπινοηθείη ἀσώματον, ἐν κενῷ οἷόν
τε εἶναι νοῦν· σώματος μὲν γὰρ δεκτικὸν ἂν εἴη τὸ κενόν,
νοῦ δὲ ἐνέργειαν χωρῆσαι ἀμήχανον καὶ τόπον δοῦναι
ἐνεργείᾳ. διττοῦ δὲ φανέντος τοῦ γένους, τοῦ μὲν
οὐδ᾽ ὅλως οἱ ἀπὸ Ζήνωνος ἀντελάβοντο, τὸ δ᾽ ἕτερον
παραδεξάμενοι καὶ τὸ ἕτερον μὴ τοιοῦτον εἶναι καθορῶντες
ἀναιροῦσιν αὐτό, δέον ὡς ἄλλο γένος ἦν ὑποπτεῦσαι καὶ
μὴ ὅτι οὐκ ἔστι τὸ ἕτερον μηδὲ τοῦτο μὴ εἶναι δοξάσαι.

, Ὁ νοῦς οὐκ ἔστιν ἀρχὴ πάντων· πολλὰ γάρ ἐστιν ὁ νοῦς,
πρὸ δὲ τῶν πολλῶν ἀνάγκη εἶναι τὸ ἕν. ὅτι δὲ πολλὰ ὁ
νοῦς δῆλον· νοεῖ γὰρ ἀεὶ τὰ νοήματα οὐχ ἓν ὄντα, ἀλλὰ
πολλὰ καὶ οὐκ ἄλλα ὄντα παρ᾽ ἐκεῖνον. εἰ οὖν ὁ αὐτός
ἐστιν αὐτοῖς, ἐκεῖνα δὲ πολλά, πολλὰ ἂν εἴη καὶ ὁ νοῦς.
Ὅτι δὲ ὁ αὐτός ἐστι τοῖς νοητοῖς, οὕτως δείκνυται· εἰ
γάρ τι ἔστιν ὃ θεωρεῖ, ἤτοι ἐν ἑαυτῷ ἔχων τοῦτο θεωρήσει
ἢ ἐν ἄλλῳ κείμενον. καὶ ὅτι μὲν θεωρεῖ δῆλον· σὺν γὰρ
τῷ νοεῖν εἴη ἂν νοῦς, ἀφαιρεθεὶς δὲ τοῦ νοεῖν ἀφῄρηται
τῆς οὐσίας. δεῖ τοίνυν ἐπιστήσαντας τοῖς πάθεσιν ἃ
συμβαίνει περὶ τὰς γνώσεις ἀνιχνεῦσαι τὴν ἐκείνου
θεωρίαν. γνωστικαὶ δὲ δυνάμεις ἐν ἡμῖν ἀθρόον αἴσθησις,
φαντασία, νοῦς. πάντῃ δὲ τὸ αἰσθήσει προσχρώμενον τοῖς
ἔξω ἐπιβάλλον θεωρεῖ, οὐχ ἑνούμενον ἐκείνοις ἃ θεωρεῖ,
ἀλλὰ μόνον τύπον αὐτῶν ἐκ τῆς πρὸς αὐτὰ προσβολῆς
λαμβάνον. ὅταν οὖν ἴδῃ ὀφθαλμὸς τὸ ὁρώμενον, ἀμήχανον
ἐν ταυτότητι γενέσθαι τοῦ ὁρωμένου· οὐ γὰρ ἂν ἴδοι, εἰ
μὴ ἐν διαστάσει γένοιτο· ὡσαύτως δὲ καὶ τὸ ἁπτόμενον
ἐν ταυτότητι γενόμενον φθαρείη. ἐξ ὧν δῆλον ὅτι ἀεὶ ἥ τε
αἴσθησις καὶ τὸ αἰσθήσει προσχρώμενον εἰς τὸ ἔξω φέ-
ρεται, εἰ μέλλει τὸ αἰσθητὸν καταλήψεσθαι. ὡσαύτως δὲ
καὶ ἡ φαντασία ἀεὶ ἐπὶ τὸ ἔξω φέρεται καὶ τῇ τάσει αὐτῆς
τὸ εἰκόνισμα παρυφίσταται _ ἤτοι καὶ παρασκευάζον
ἔξωθεν ἢ αὐτῇ τῇ πρὸς τὸ ἔξω τάσει τὴν ὡς ἔξω ὄντος
εἰκονίσματος ἐνδεικνύμενον _. καὶ τούτων μὲν κατάληψις
τοιαύτη, ὧν οὐδεμία εἰς ἑαυτὴν συννεύουσα καὶ συναγομένη
ἐντύχοι ἂν ἢ τῷ αἰσθητῷ ἢ τῷ ἀναισθήτῳ εἴδει. ἐπὶ δὲ
τοῦ νοῦ οὐ τοῦτον τὸν τρόπον ἡ κατάληψις, ἀλλὰ συννεύον-
τος εἰς ἑαυτὸν καὶ ἑαυτὸν θεωροῦντος· παρεξελθὼν γὰρ
τοῦ θεάσασθαι τὰς ἑαυτοῦ ἐνεργείας καὶ ὄμμα εἶναι τῶν
αὐτοῦ ἐνεργειῶν οὐσῶν τὸ ὅραμα οὐδὲν ἂν νοήσειεν. ὡς
μὲν οὖν ἦν ᾽ἡ αἴσθησίς τε καὶ τὸ αἰσθητόν, οὕτως ἐστὶ
νοῦς τε καὶ τὸ νοητόν. θεωρεῖ δὲ ἡ μὲν ἐκτεινομένη εἰς τὸ
ἔξω, εὑρίσκουσα τὸ αἰσθητὸν _ἐν_ τῇ ὕλῃ κείμενον, ὁ δὲ
νοῦς εἰς αὐτὸν συναγόμενος· εἰ δὲ μὴ ἔξω ἐκτεινόμενος -
ὅπερ καὶ ἐδόκει τισὶν ὀνόματος διαφορᾶς προστεθείσης
τῇ τοῦ νοῦ ὑποστάσει καὶ τῆς φαντασίας· ἡ γὰρ ἐν
λογικῷ ζῴῳ φαντασία δέδοκτο αὐτοῖς νόησις. ἀλλ᾽ εἰ
ἐκείνοις μὲν πάντα ἀπαρτήσασιν ἀπὸ τῆς ὕλης καὶ τῆς
σωματικῆς φύσεως ἀκόλουθον ἦν καὶ τὸν νοῦν τούτων
ἀναρτᾶν, ὁ δ᾽ ἡμέτερος σωμάτων καὶ ἑτέρων θεωρὸς
οὐσιῶν, ποῦ τοίνυν κειμένας καταλήψεται αὐτάς; ἔξω
δὲ ὄντων ὕλης, οὐδαμοῦ ἂν εἴη ταῦτα _καὶ ταύτ_ῃ δῆλον
ὡς νοερὰ καὶ νοήσει συναχθήσεται καὶ τοίνυν, εἰ νοερά,
εἰς τὸν νοῦν καὶ τὸ νοητόν - , καὶ ἑαυτὸν θεωρήσει νοῶν
τὰ νοητὰ καὶ χωρῶν εἰς ἑαυτὸν νοεῖ διὰ τὸ εἰς ἐκεῖνα
χωρεῖν. εἰ δὲ πολλὰ τὰ νοητά - πολλὰ γὰρ ὁ νοῦς νοεῖ καὶ
οὐχ ἕν - , πολλὰ ἂν εἴη ᾽καὶ ἐξ ἀνάγκης καὶ αὐτός.
κεῖται δὲ πρὸ τῶν πολλῶν τὸ ἕν, ὥστε ἀνάγκη πρὸ τοῦ
νοῦ εἶναι τὸ ἕν.
, Ἄλλο νοῦς καὶ νοητόν, καὶ ἄλλο αἴσθησις καὶ αἰσθητόν.
καὶ νῷ μὲν τὸ νοητὸν σύζυγον, αἰσθήσει δὲ τὸ αἰσθητόν.
ἀλλ᾽ οὔτε ἡ αἴσθησις ἀντιλαμβάνεται αὑτῆς καθ᾽ αὑτὴν
οὔτε τὸ αἰσθητόν· νῷ δὲ τὸ νοητὸν σύζυγον ὂν καὶ ᾽τὸ
νοητὸν τῷ νῷ, ᾽αἰσθήσει δὲ τὸ αἰσθητόν. νῷ δὲ τὸ
νοητὸν σύζυγον ὂν καὶ τὸ νοητὸν τῷ νῷ αἰσθήσει
οὐδαμῶς ἐστιν ὑπόπτωτον, ἀλλὰ νῷ νοῦς ἐστι νοητόν. εἰ
δὲ νοητὸν τῷ νῷ ὁ νοῦς, ἑαυτῷ ἂν εἴη νοητὸν ὁ νοῦς. εἰ μὲν
οὖν νοητὸς ὁ νοῦς καὶ οὐκ αἰσθητός, νοητὸν ἂν εἴη· εἰ δὲ
νοητὸς νῷ καὶ οὐκ αἰσθήσει, νοοῦν ἂν εἴη. ὁ αὐτὸς ἄρα
νοῶν καὶ νοούμενον ὅλον ὅλῳ, καὶ οὐχ ὡς ὁ τρίβων καὶ
τριβόμενος. οὐκ ἄλλῳ οὖν μέρει νοεῖται καὶ ἄλλῳ νοεῖ·
ἀμερὴς γὰρ καὶ νοητὸς ὅλος ὅλῳ καὶ νοῦς δι᾽ ὅλου,
ἐπίνοιαν οὐδεμίαν ἐν ἑαυτῷ ἀνοησίας ἔχων. διὸ οὐχὶ τόδε
μὲν ἑαυτοῦ νοεῖ, τόδε δὲ οὐ νοεῖ· καθ᾽ ὃ γὰρ οὐ νοεῖ,
ἀνόητος ἔσται.
Οὐδὲ ἀφιστάμενος οὖν τοῦδε ἐπὶ τόδε μεταβαίνει· ἀφ᾽
οὗ γὰρ ἀφίσταται μὴ νοῶν ἐκεῖνο, ἀνόητος κατ᾽ ἐκεῖνο
γίνεται. εἰ δὲ μὴ τόδε μετὰ τόδε ἐπ᾽ αὐτοῦ γίνεται, ἅμα
πάντα νοεῖ· ἐπεὶ οὖν πάντα ἅμα καὶ οὐ τὸ μὲν νῦν, τὸ δὲ
αὖθις, πάντα ἅμα νῦν καὶ ἀεί. εἰ οὖν ἐπ᾽ αὐτοῦ τὸ νῦν,
ἀνῄρηται δὲ ἐπ᾽ αὐτοῦ τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, ἐν
ἀδιαστάτῳ τῷ νῦν ἀχρόνῳ παραστήματι, ὥστε τὸ ὁμοῦ
κατά τε τὸ πλῆθος κατά τε τὸ χρονικὸν διάστημα ἐπ᾽ αὐ-
τοῦ· διὸ καθ᾽ ἓν πάντα ἐν ἑνὶ καὶ ἀδιαστάτῳ καὶ ἀχρόνῳ.
εἰ δὲ τοῦτο, οὐδὲ τὸ ποθέν ποι ἐν τῷ νῷ οὐδὲ κίνησις ἄρα,
ἀλλὰ ἐνέργεια καθ᾽ ἓν ἐν ἑνὶ αὔξης τε ἀφῃρημένη καὶ
μεταβολῆς καὶ διεξόδου πάσης. εἰ δὲ τὸ πλῆθος καθ᾽ ἓν
καὶ ἅμα ἡ ἐνέργεια καὶ ἄχρονος, ἀνάγκη παρυποστῆναι τῇ
τοιαύτῃ οὐσίᾳ τὸ ἀεὶ ἐν ἑνὶ ὄν· τοῦτο δέ ἐστιν αἰών·
παρυπέστη ἄρα νῷ ὁ αἰών.
Τῷ δὲ μὴ καθ᾽ ἓν ἐν ἑνὶ νοοῦντι, ἀλλὰ μεταβατικῶς καὶ
ἐν κινήσει καὶ ἐν τῷ τὸ μὲν καταλείπειν, τὸ δὲ ἐπιλαμβάνειν
καὶ μερίζειν καὶ διεξοδεύειν παρυπέστη χρόνος· τῇ γὰρ
τοιαύτῃ κινήσει παρυφίσταται τὸ μέλλειν καὶ παρεληλυ-
θέναι. ψυχὴ δὲ μεταβαίνει ἀπ᾽ ἄλλου εἰς ἄλλο ἐπαμείβουσα
τὰ νοήματα, οὐκ ἐξισταμένων τῶν προτέρων οὐδέ ποθεν
ἄλλοθεν ἐπεισιόντων τῶν δευτέρων, ἀλλὰ τὰ μὲν ὥσπερ
παρελήλυθε καίπερ μένοντα ἐν αὐτῇ, τὰ δ᾽ ὥσπερ ἀλλα-
χόθεν ἔπεισιν, ἀφίκετο δ᾽ οὐκ ἀλλαχόθεν, ἀλλὰ παρ᾽
αὐτῆς καὶ αὐτόθεν εἰς ἑαυτὴν κινουμένης καὶ τὸ ὄμμα
φερούσης εἰς ἃ ἔχει κατὰ μέρος· πηγῇ γὰρ ἔοικεν
οὐκ ἀπορρύτῳ, ἀλλὰ κύκλῳ εἰς ἑαυτὴν ἀναβλυζούσῃ ἃ
ἔχει.
Τῇ μὲν οὖν ταύτης κινήσει παρυφίσταται χρόνος, τῇ δὲ
τοῦ νοῦ μονῇ τῇ ἐν ἑαυτῷ ὁ αἰών, οὐ διῃρημένος ἀπ᾽ αὐτοῦ
ὥσπερ _οὐδ᾽_ ὁ χρόνος ἐκ ψυχῆς, ὅτι καὶ αἱ παρυποστάσεις
ἥνωνται ἐκεῖ. διαψεύδεται δὲ τὸ κινούμενον _πρὸς τὸ
μένον_ αἰῶνα ἑαυτοῦ, τὸ ἄμετρον τῆς κινήσεως εἰς
ἔννοιαν λαμβανόμενον αἰῶνος, καὶ τὸ μένον πρὸς τὸ
κινούμενον χρόνον ἑαυτοῦ, ὥσπερ τὸ νῦν αὐτοῦ καὶ
διεξοδεῦον καὶ πολλαπλασιάζον κατὰ πάροδον τοῦ χρόνου.
διὸ καὶ ἐν στάσει τὸν χρόνον τινὲς οὐχ ἧττον ἢ ἐν κινήσει
θεωρεῖσθαι ὑπελάμβανον καὶ τὸν αἰῶνα, ὡς ἔφαμεν, τὸν
ἄπειρον χρόνον, ἑκατέρου τὰ πάθη τὰ ἑαυτοῦ τῷ ἑτέρῳ
προστιθέντος, τοῦ μὲν κινουμένου ἀεὶ ἀπὸ τοῦ ἑστῶτος
κατὰ ταυτότητα τῷ ἀεὶ τῷ ἑαυτοῦ τὸν αἰῶνα ἀπεικονί-
ζοντος, καὶ τοῦ ἑστῶτος ἐν ταυτότητι ἐνεργείας τὸν
χρόνον τῇ ἑαυτοῦ μονῇ ἀπὸ τῆς ἐνεργείας προσάπτοντος.
Λοιπὸν δὲ ἐν τοῖς αἰσθητοῖς ὁ διῃρημένος χρόνος ἄλλος
ἄλλου, οἷον ἄλλος ἡλίου, ἄλλος σελήνης, ἄλλος ἑωσφόρου,
καὶ ἐφ᾽ ἑκάστου ἄλλος. διὸ καὶ ἄλλου ἐνιαυτὸς ἄλλος· καὶ
ὁ τούτους περιέχων ἐνιαυτὸς κεφαλαιούμενος εἰς τὴν τῆς
ψυχῆς κίνησιν· ἧς κατὰ μίμησιν κινουμένων τούτων,
ἀλλοίας δὲ τῆς ἐκείνης κινήσεως οὔσης καὶ ἀλλοίας τῆς
τούτων, ἀλλοῖος καὶ ὁ χρόνος ἐκείνης τοῦ τούτων.
διαστηματικὸς μὲν οὗτος καὶ ταῖς κατὰ τόπον κινήσεσι
καὶ μεταβάσεσι

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου