*όπου ''Ενός'' στα αρχαία ελληνικά σημαίνει ''άνθρωπος''. Έν=Ένα=One=Ο.Ν.Ε.=Ο.Η.Ε=UN=Γυνή=Οίνος=Venus/Αφροδίτη.

Η ''Πλειοψηφία του Ενός'' δεν αναφέρεται μόνο στο γεγονός ότι στην ζυγαριά της οικονομίας οι πολλοί βουλιάζουν και ο ένας διασώζεται αλλά, επιπροσθέτως, σημαίνει ότι αυτός ο ένας (1) άνθρωπος διασώζει κυρία και έλκει το πλοίο της κυβέρνησης, τον κύβο που ερρίφθη και βυθίζεται (όπως ακριβώς σε μιαν ζυγαριά όπου η μάζα των πολλών χάνεται λόγω του βάρους). Η βάση της ερευνητικής μεθόδου στηρίζεται στην διαδικασία λήψης αποφάσεων κατά πλειοψηφία και την έκδοση αποτελεσμάτων μετρήσεων, ερευνών, ψηφοφορίας, εκλογής στα Ευρωπαϊκά Συμβούλια και στις Συνόδους Κορυφής της Ε.Κ. που διασώζουν μιαν χώρα -άνευ δικαιώματος αρνησικυρίας (βέτο)- από την ανισορροπία του Δημοσίου και από το “φούντο” του ταμείου της, δηλ. το Δ.Ν.Τ., με βάση τον Μηχανισμό Συναλλαγματικών Ισοτιμιών του Ευρωπαϊκού Νομισματικού Συστήματος και το εσωτερικό δίκτυο INNERNET πληρωμής της εργασίας των Ελλήνων κατ' οίκον: είναι το μοναδικό οικονομικό και τραπεζικό σύστημα στον κόσμο που λειτουργεί ως ραδιο-τηλεοπτικό κανάλι θετικών ειδήσεων και νέων μέσω προγραμμάτων και ταινιών με σκοπό την επικοινωνία με το κοινό. Αφενός χρησιμεύει ως Τράπεζα (Data Bank) πληροφοριών, δεδομένων και αίματος με προσωπική περιουσία 300 τρις Φοινίκων και αφετέρου βασίζεται στους θεσμούς της Ελεύθερης Οικονομίας ("Free Market"), στην απόλυτη τραπεζική πίστη, στο επιτόκιο Labor και στο ελληνικό νόμισμα οίκου (I.Q., συμβολική ονομασία για τον Φοίνικα, ο οποίος είναι το νόμισμα των Ελλήνων που αγαπούν την πατρίδα τους, που γνωρίζουν επαρκώς αρχαία και νέα Ελληνικά, Λατινικά, Αγγλικά, Γαλλικά κ.τ.λ., αγαπούν την έντεχνη μουσική, ελληνική και ξένη, και την ίδια την Τέχνη ενώ, με βάση την κατά κεφαλήν καλλιέργεια του Α.Ε.Π. αποτελεί την πλέον ανθούσα οικονομία στην Ευρώπη). Πρόκειται για μιαν νομισματική μονάδα που χαμηλότερη από αυτήν στον κόσμο σε αξία πλούτου δεν υπάρχει διότι πρωτίστως η νοημοσύνη και το νόμισμα των πολιτών που την χρησιμοποιούν δεν υποτιμάται ΠΟΤΕ: ειδικότερα, στηρίζεται στο νόμισμα της Αναγέννησης -ο Φοίνιξ- με βάση την ρήτρα E.C.U., δηλαδή 1 Φοίνιξ=3 Δολλάρια ενώ το Ευρώ υπολογίζεται με βάση τις συναλλαγματικές ισοτιμίες των υπολοίπων νομισμάτων με βάση το E.C.U., το E.C.U. όμως υπολογίζεται ΜΕ ΤΗΝ ΕΞΑΙΡΕΣΗ ΤΗΣ ΕΛΛΑΔΑΣ!

ΜΠΕΙΤΕ ΣΤΑ ΠΟΡΤΑΛ ΚΑΙ ΤΑ ΤΑΜΠΛΕΤ ΤΟΥ ΔΗΜΟΣΙΟΓΡΑΦΟΥ:

Μπείτε στα Νέα Tablets: ΙΣΤΟΛΟΓΙΟ ΕΞΑΤΟΜΙΚΕΥΜΕΝΗΣ ΕΝΗΜΕΡΩΣΗΣ www.my-insense.blogspot.com ΠΛΗΡΟΦΟΡΗΣΗ ΣΤΟ PORTAL www.propagenda.blogspot.com

ΠΛΑΤΦΟΡΜΑ ΑΡΧ.ΕΛΛΗΝΙΚΩΝ wwwmetafrasths.blogspot.com ΕΡΓΑΛΕΙΟ ΓΙΑ ΤΟΝ TYΠΟ www.prothexousia.blogspot.com MY-INSENSE wwwmiss-insense.blogspot.com



Κυριακή, 23 Μαΐου 2010

ΠΛΟΥΤΑΡΧΟΣ - ΑΠΑΝΤΑ

ΠΛΟΥΤΑΡΧΟΣ - ΠΕΡΙ ΤΥΧΗΣ


[97c] Τύχη τὰ θνητῶν πράγματ´, οὐκ εὐβουλία.

Πότερον οὐδὲ δικαιοσύνη τὰ θνητῶν πράγματα οὐδ´ ἰσότης οὐδὲ σωφροσύνη οὐδὲ κοσμιότης, ἀλλ´ ἐκ τύχης μὲν καὶ διὰ τύχην Ἀριστείδης ἐνεκαρτέρησε [97d] τῇ πενίᾳ, πολλῶν χρημάτων κύριος γενέσθαι δυνάμενος, καὶ Σκιπίων Καρχηδόνα ἑλὼν οὐδὲν οὔτ´ ἔλαβεν οὔτ´ εἶδε τῶν λαφύρων, ἐκ τύχης δὲ καὶ διὰ τύχην Φιλοκράτης λαβὼν χρυσίον παρὰ Φιλίππου « Πόρνας καὶ ἰχθῦς ἠγόραζε, » καὶ Λασθένης καὶ Εὐθυκράτης ἀπώλεσαν Ὄλυνθον, « Τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν »; Ἀπὸ τύχης δ´ ὁ μὲν Φιλίππου Ἀλέξανδρος αὐτός τε τῶν αἰχμαλώτων ἀπείχετο γυναικῶν καὶ τοὺς ὑβρίζοντας ἐκόλαζεν, ὁ δὲ Πριάμου δαίμονι κακῷ καὶ τύχῃ χρησάμενος συνεκοιμᾶτο τῇ τοῦ ξένου γυναικί, καὶ λαβὼν [97e] αὐτὴν ἐνέπλησε πολέμου καὶ κακῶν τὰς δύο ἠπείρους; Εἰ γὰρ ταῦτα γίγνεται διὰ τύχην, τί κωλύει καὶ τὰς γαλᾶς καὶ τοὺς τράγους καὶ τοὺς πιθήκους συνέχεσθαι φάναι διὰ τύχην ταῖς λιχνείαις καὶ ταῖς ἀκρασίαις καὶ ταῖς βωμολοχίαις;

Εἰ δ´ ἔστι σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία, πῶς λόγον ἔχει μὴ εἶναι φρόνησιν, εἰ δὲ φρόνησις, πῶς οὐ καὶ εὐβουλίαν; Ἡ γὰρ σωφροσύνη φρόνησίς τίς ἐστιν ὥς φασι, καὶ ἡ δικαιοσύνη τῆς φρονήσεως δεῖται παρούσης· μᾶλλον δὲ τὴν εὐβουλίαν γέ τοι καὶ φρόνησιν ἐν μὲν ἡδοναῖς ἀγαθοὺς παρεχομένην ἐγκράτειαν καὶ σωφροσύνην καλοῦμεν, ἐν δὲ κινδύνοις καὶ πόνοις καρτερίαν καὶ ἀνδραγαθίαν, ἐν δὲ κοινωνήμασι καὶ πολιτείαις εὐνομίαν καὶ δικαιοσύνην. Ὅθεν εἰ τὰ τῆς εὐβουλίας [97f] ἔργα τῆς τύχης δικαιοῦμεν εἶναι, ἔστω τύχης καὶ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς σωφροσύνης, καὶ νὴ Δία τὸ κλέπτειν τύχης ἔστω καὶ τὸ βαλλαντιοτομεῖν καὶ τὸ ἀκολασταίνειν, καὶ μεθέμενοι τῶν οἰκείων λογισμῶν εἰς τὴν τύχην ἑαυτοὺς ἀφῶμεν ὥσπερ ὑπὸ πνεύματος πολλοῦ κονιορτὸν ἢ συρφετὸν ἐλαυνομένους καὶ διαφερομένους. Εὐβουλίας τοίνυν μὴ οὔσης οὐδὲ βουλὴν εἰκὸς εἶναι περὶ πραγμάτων οὐδὲ σκέψιν οὐδὲ ζήτησιν τοῦ συμφέροντος, ἀλλ´ ἐλήρησεν εἰπὼν ὁ Σοφοκλῆς ὅτι

[98a] Πᾶν τὸ ζητούμενον
ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον

καὶ πάλιν αὖ τὰ πράγματα διαιρῶν

τὰ μὲν διδακτὰ μανθάνω, τὰ δ´ εὑρετὰ ζητῶ, τὰ δ´ εὐκτὰ παρὰ θεῶν ᾐτησάμην. Τί γὰρ εὑρετὸν ἢ τί μαθητόν ἐστιν ἀνθρώποις, εἰ πάντα περαίνεται κατὰ τύχην; Ποῖον δ´ οὐκ ἀναιρεῖται βουλευτήριον πόλεως ἢ ποῖον οὐ καταλύεται συνέδριον βασιλέως, εἰ ὑπὸ τῇ τύχῃ πάντ´ ἐστίν, ἣν τυφλὴν λοιδοροῦμεν, ὡς τυφλοὶ περιπίπτοντες [98b] αὐτῇ; Τί δ´ οὐ μέλλομεν, ὅταν ὥσπερ ὄμματα τὴν εὐβουλίαν ἐκκόψαντες αὑτῶν τοῦ βίου τυφλὴν χειραγωγὸν λαμβάνωμεν;

Καίτοι φέρε λέγειν τινὰ ἡμῶν ὡς τύχη τὰ τῶν βλεπόντων πράγματα, οὐκ ὄψις οὐδ´ « Ὄμματα φωσφόρα, » φησὶ Πλάτων, καὶ τύχη τὰ τῶν ἀκουόντων, οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος δι´ ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης· καλὸν ἦν, ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν. Ἀλλὰ μὴν τὴν ὄψιν καὶ ἀκοὴν καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος τάς τε δυνάμεις αὐτῶν ὑπηρεσίαν εὐβουλίας καὶ φρονήσεως ἡ [98c] φύσις ἤνεγκεν ἡμῖν, καὶ

« Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα » δὲ « Κωφὰ
καὶ τυφλά. »

Καὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος, οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν μηδὲ λόγον ὁ ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων. Νῦν δ´ οὐκ ἀπὸ τύχης οὐδ´ αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλ´ ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμός, αἴτιος

Ἵππων ὄνων τ´ ὀχεῖα καὶ ταύρων γονὰς
δοὺς ἀντίδουλα καὶ πόνων ἐκδέκτορα

[98d] κατ´ Αἰσχύλον. Ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται. Τὰ μὲν γὰρ ὥπλισται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις,

« Αὐτὰρ ἐχίνοις, » φησὶν Ἐμπεδοκλῆς,
« ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι, »

τὰ δ´ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις· μόνος δ´ ὁ ἄνθρωπος κατὰ τὸν Πλάτωνα « Γυμνὸς καὶ ἄνοπλος καὶ ἀνυπόδετος καὶ ἄστρωτος » ὑπὸ τῆς φύσεως ἀπολέλειπται.

[98e] Ἀλλ´ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε,

τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν.

Ἦ βραχὺ μὲν σθένος ἀνέρος· ἀλλὰ
ποικιλίᾳ πραπίδων
δεινὰ μὲν φῦλα πόντου
χθονίων τ´ ἀερίων τε
δάμναται βουλεύματα.

Κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι· μάχιμον κύων καὶ θυμοειδές, ἀλλ´ ἄνθρωπον φυλάττει· ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ δὲ τροφὴ καὶ ὄψον ἐστί. Τί μεῖζον ἐλέφαντος ἢ φοβερώτερον ἰδεῖν; Ἀλλὰ καὶ τοῦτο παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως τῶν τοιούτων παρεισαγομένων, [98f] ἀλλ´ ἵνα μανθάνωμεν ποῦ τὸν ἄνθρωπον ἡ φρόνησις αἴρει καὶ τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς κρατεῖ πάντων καὶ περίεστιν.

Οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
οὐδὲ ποσὶ κραιπνῶς θέομεν,

ἀλλ´ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν· ἐμπειρίᾳ δὲ καὶ μνήμῃ καὶ σοφίᾳ καὶ τέχνῃ κατ´ Ἀναξαγόραν σφῶν τ´ αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες· ὥστ´ ἐνταῦθα μηδὲν τῆς τύχης ἀλλὰ πάντα τῆς εὐβουλίας εἶναι καὶ τῆς προνοίας.

[99a] Ἀλλὰ μὴν καὶ τὰ τεκτόνων δήπου « Πράγματα θνητῶν » ἐστι, καὶ τὰ χαλκοτύπων καὶ οἰκοδόμων καὶ ἀνδριαντοποιῶν, ἐν οἷς οὐδὲν αὐτομάτως οὐδ´ ὡς ἔτυχε κατορθούμενον ὁρῶμεν. Ὅτι γὰρ τούτοις βραχεῖά τις παρεμπίπτει τύχη, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν ἔργων αἱ τέχναι συντελοῦσι δι´ αὑτῶν, καὶ οὗτος ὑποδεδήλωκε

Βᾶτ´ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς,
οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς
λίκνοισι προστρέπεσθε.

[99b] Τὴν γὰρ Ἐργάνην καὶ τὴν Ἀθηνᾶν αἱ τέχναι πάρεδρον οὐ τὴν Τύχην ἔχουσι. Ἕνα μέντοι φασὶν ἵππον ζωγραφοῦντα τοῖς μὲν ἄλλοις κατορθοῦν εἴδεσι καὶ χρώμασι, τοῦ δ´ ἀφροῦ τὴν περὶ τῷ χαλινῷ κοπτομένην χαυνότητα καὶ τὸ συνεκπῖπτον ἆσθμα μὴ κατορθοῦντα γράφειν τε πολλάκις καὶ ἐξαλείφειν, τέλος δ´ ὑπ´ ὀργῆς προσβαλεῖν τῷ πίνακι τὸν σπόγγον ὥσπερ εἶχε τῶν φαρμάκων ἀνάπλεων, τὸν δὲ προσπεσόντα θαυμαστῶς ἐναπομάξαι καὶ ποιῆσαι τὸ δέον. Τοῦτ´ ἔντεχνον τύχης μόνον ἱστορεῖται. Κανόσι καὶ σταθμαῖς καὶ μέτροις καὶ ἀριθμοῖς πανταχοῦ χρῶνται, ἵνα μηδαμοῦ [99c] τὸ εἰκῆ καὶ ὡς ἔτυχε τοῖς ἔργοις ἐγγένηται. Καὶ μὴν αἱ τέχναι μικραί τινες εἶναι λέγονται φρονήσεις, μᾶλλον δ´ ἀπόρροιαι φρονήσεως καὶ ἀποτρίμματα ἐνδιεσπαρμένα ταῖς χρείαις περὶ τὸν βίον, ὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι. Καὶ γὰρ τῆς φρονήσεως μόρια καὶ σπάσματα μικρὰ θραυομένης καὶ κατακερματιζομένης εἰς τάξεις κεχώρηκε.

Θαυμαστὸν οὖν ἐστι πῶς αἱ μὲν τέχναι τῆς τύχης οὐ δέονται πρὸς τὸ οἰκεῖον τέλος, ἡ δὲ πασῶν μεγίστη καὶ τελειοτάτη τέχνη καὶ τὸ κεφάλαιον τῆς ἀνθρωπίνης εὐφημίας καὶ δικαιώσεως οὐδέν ἐστιν. Ἀλλ´ ἐν ἐπιτάσει μὲν χορδῶν καὶ ἀνέσει εὐβουλία τίς ἐστιν ἣν μουσικὴν καλοῦσι, καὶ περὶ ἄρτυσιν ὄψων ἣν μαγειρικὴν ὀνομάζομεν, καὶ περὶ [99d] πλύσιν ἱματίων ἣν γναφικήν· τοὺς δὲ παῖδας καὶ ὑποδεῖσθαι καὶ περιβάλλεσθαι διδάσκομεν καὶ τῇ δεξιᾷ λαμβάνειν τοῦ ὄψου τῇ δ´ ἀριστερᾷ κρατεῖν τὸν ἄρτον, ὡς οὐδὲ τούτων γιγνομένων ἀπὸ τύχης ἀλλ´ ἐπιστάσεως καὶ προσοχῆς δεομένων· τὰ δὲ μέγιστα καὶ κυριώτατα πρὸς εὐδαιμονίαν οὐ παρακαλεῖ τὴν φρόνησιν, οὐδὲ μετέχει τοῦ κατὰ λόγον καὶ πρόνοιαν; Ἀλλὰ γῆν μὲν οὐδεὶς ὕδατι δεύσας ἀφῆκεν, ὡς ἀπὸ τύχης καὶ αὐτομάτως πλίνθων ἐσομένων, οὐδ´ ἔρια καὶ σκύτη κτησάμενος κάθηται τῇ τύχῃ προσευχόμενος ἱμάτιον αὐτῷ καὶ ὑποδήματα γενέσθαι· χρυσίον δὲ πολὺ συμφορήσας [99e] καὶ ἀργύριον καὶ πλῆθος ἀνδραπόδων καὶ πολυθύρους αὐλὰς περιβαλόμενος καὶ κλίνας προσθέμενος πολυτελεῖς καὶ τραπέζας οἴεται ταῦτα φρονήσεως αὐτῷ μὴ παραγενομένης εὐδαιμονίαν ἔσεσθαι καὶ βίον ἄλυπον καὶ μακάριον καὶ ἀμετάβλητον;

Ἠρώτα τις Ἰφικράτην τὸν στρατηγόν, ὥσπερ ἐξελέγχων, τίς ἐστιν; « Οὔτε γὰρ ὁπλίτης οὔτε τοξότης οὔτε πελταστής. » Κἀκεῖνος « Ὁ τούτοις, » ἔφη, « πᾶσιν ἐπιτάττων καὶ χρώμενος. » Οὐ [99f] χρυσίον ἡ φρόνησίς ἐστιν οὐδ´ ἀργύριον οὐδὲ δόξα οὐδὲ πλοῦτος οὐδ´ ὑγίεια οὐδ´ ἰσχὺς οὐδὲ κάλλος. Τί οὖν ἐστι; Τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ δι´ ὃ τούτων ἕκαστον ἡδὺ γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον· ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρπα καὶ βλαβερά, καὶ βαρύνει καὶ καταισχύνει τὸν κεκτημένον. Ἦ που καλῶς ὁ Ἡσιόδου Προμηθεὺς τῷ Ἐπιμηθεῖ παρακελεύεται

Μή ποτε δῶρα
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλ´ ἀποπέμπειν,

[100a] τὰ τυχηρὰ λέγων καὶ τὰ ἐκτός, ὡς εἰ παρεκελεύετο μὴ συρίζειν ἄμουσον ὄντα μηδ´ ἀναγιγνώσκειν ἀγράμματον μηδ´ ἱππεύειν ἄνιππον, οὕτω παρακελευόμενος αὐτῷ μὴ ἄρχειν ἀνόητον ὄντα μηδὲ πλουτεῖν ἀνελεύθερον μηδὲ γαμεῖν κρατούμενον ὑπὸ γυναικός. Οὐ γὰρ μόνον « Τὸ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται,« Ὡς Δημοσθένης εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν.

ΠΛΟΥΤΑΡΧΟΣ - ΠΕΡΙ ΔΕΙΣΙΔΑΙΜΟΝΙΑΣ

[164e] Τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης τὸ μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ δ´ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν πεποίηκεν. Ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν ᾖ περὶ ταῦτα, μοχθηρόν· ᾗ δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον. Πᾶν γὰρ πάθος [164f] ἔοικε ἀπάτη φλεγμαίνουσα εἶναι· καὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ πάθους διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι.

Ἀτόμους τις οἴεται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων· ψευδὴς ἡ ὑπόληψις, ἀλλ´ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδ´ ὀδύνην ταράττουσαν. Ὑπολαμβάνει τις τὸν πλοῦτον ἀγαθὸν εἶναι [165a] μέγιστον· τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει, νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν, ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται.

Πάλιν οἴονταί τινες εἶναι σῶμα τὴν ἀρετὴν καὶ τὴν κακίαν· αἰσχρὸν ἴσως τὸ ἀγνόημα, θρήνων δὲ καὶ ὀδυρμῶν οὐκ ἄξιον· ἀλλ´ αἵτινές εἰσι τοιαῦται κρίσεις καὶ ὑπολήψεις

Ὦ τλῆμον ἀρετή, λόγος ἄρ´ ἦσθ´· ἐγὼ δέ σε
ὡς ἔργον ἤσκουν

ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν, ταύτας ἄξιόν ἐστιν [165b] οἰκτίρειν ὁμοῦ καὶ δυσχεραίνειν, ὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς ψυχαῖς παροῦσαι.

Οὐκοῦν καὶ περὶ ὧν ὁ λόγος, ἡ μὲν ἀθεότης κρίσις οὖσα φαύλη τοῦ μηδὲν εἶναι μακάριον καὶ ἄφθαρτον εἰς ἀπάθειάν τινα δοκεῖ τῇ ἀπιστίᾳ τοῦ θείου περιφέρειν, καὶ τέλος ἐστὶν αὐτῇ τοῦ μὴ νομίζειν θεοὺς τὸ μὴ φοβεῖσθαι· τὴν δεισιδαιμονίαν δὲ μηνύει καὶ τοὔνομα δόξαν ἐμπαθῆ καὶ δέους ποιητικὴν ὑπόληψιν οὖσαν ἐκταπεινοῦντος καὶ συντρίβοντος τὸν ἄνθρωπον, οἰόμενον μὲν εἶναι θεούς, εἶναι δὲ λυπηροὺς καὶ βλαβερούς. ἔοικε [165c] Γὰρ ὁ μὲν ἄθεος ἀκίνητος εἶναι πρὸς τὸ θεῖον, ὁ δὲ δεισιδαίμων κινούμενος ὡς οὐ προσήκει διαστρέφεσθαι. Ἡ γὰρ ἄγνοια τῷ μὲν ἀπιστίαν τοῦ ὠφελοῦντος ἐμπεποίηκε, τῷ δὲ καὶ δόξαν ὅτι βλάπτει προστέθεικεν. Ὅθεν ἡ μὲν ἀθεότης λόγος ἐστὶ διεψευσμένος, ἡ δὲ δεισιδαιμονία πάθος ἐκ λόγου ψευδοῦς ἐγγεγενημένον.

Αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν καὶ διηρμένον ἔνεστιν ὑπὸ κουφότητος, δραστηρίου δ´ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται. Ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους ἐστίν, ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα [165d] κατεπείγει καὶ συντείνει τὸν λογισμόν. Μόνος δ´ ὁ φόβος, οὐχ ἧττον ὢν τόλμης ἐνδεὴς ἢ λογισμοῦ, ἄπρακτον ἔχει καὶ ἄπορον καὶ ἀμήχανον τὸ ἀλόγιστον. ᾟ καὶ δεῖμα καὶ τάρβος αὐτοῦ τὸ συνδέον ὁμοῦ τὴν ψυχὴν καὶ ταράττον ὠνόμασται.

Φόβων δὲ πάντων ἀπρακτότατος καὶ ἀπορώτατος ὁ τῆς δεισιδαιμονίας. Οὐ φοβεῖται θάλατταν ὁ μὴ πλέων οὐδὲ πόλεμον ὁ μὴ στρατευόμενος, οὐδὲ λῃστὰς ὁ οἰκουρῶν οὐδὲ συκοφάντην ὁ πένης οὐδὲ φθόνον ὁ ἰδιώτης, οὐδὲ σεισμὸν ὁ ἐν Γαλάταις οὐδὲ κεραυνὸν ὁ ἐν Αἰθίοψιν· ὁ δὲ θεοὺς δεδιὼς πάντα [165e] δέδιε, γῆν θάλατταν ἀέρα οὐρανὸν σκότος φῶς κληδόνα σιωπὴν ὄνειρον.

Οἱ δοῦλοι τῶν δεσποτῶν ἐπιλανθάνονται καθεύδοντες, τοῖς πεδήταις ἐπελαφρύνει τὸν δεσμὸν ὁ ὕπνος, φλεγμοναὶ περὶ τραύματα καὶ νομαὶ σαρκὸς θηριώδεις καὶ περιωδυνίαι κοιμωμένων ἀφίστανται·

Ὦ φίλον ὕπνου θέλγητρον ἐπίκουρον νόσου,
ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε.

Τοῦτ´ οὐ δίδωσιν εἰπεῖν ἡ δεισιδαιμονία (μόνη γὰρ οὐ σπένδεται πρὸς τὸν ὕπνον, οὐδὲ τῇ ψυχῇ ποτε γοῦν δίδωσιν ἀναπνεῦσαι καὶ ἀναθαρρῆσαι τὰς πικρὰς [165f] καὶ βαρείας περὶ τοῦ θεοῦ δόξας ἀπωσαμένῃ),

ἀλλ´ ὥσπερ ἐν ἀσεβῶν χώρῳ τῷ ὕπνῳ τῶν δεισιδαιμόνων εἴδωλα φρικώδη καὶ τεράστια φάσματα καὶ ποινάς τινας ἐγείρουσα καὶ στροβοῦσα τὴν ἀθλίαν ψυχὴν ἐκδιώκει τοῖς ὀνείροις ἐκ τῶν ὕπνων, μαστιζομένην καὶ κολαζομένην αὐτὴν ὑφ´ αὑτῆς ὡς ὑφ´ ἑτέρου, καὶ δεινὰ προστάγματα καὶ ἀλλόκοτα λαμβάνουσαν. Εἶτ´ ἐξαναστάντες οὐ κατεφρόνησαν οὐδὲ κατεγέλασαν, οὐδ´ ᾔσθοντο ὅτι τῶν ταραξάντων οὐδὲν ἦν ἀληθινόν, ἀλλὰ σκιὰν [166a] φεύγοντες ἀπάτης οὐδὲν κακὸν ἐχούσης ὕπαρ ἐξαπατῶσιν ἑαυτοὺς καὶ δαπανῶσι καὶ ταράττουσιν, εἰς ἀγύρτας καὶ γόητας ἐμπεσόντες λέγοντας

ἀλλ´ εἴτ´ ἔνυπνον φάντασμα φοβῇ,
χθονίας θ´ Ἑκάτης κῶμον ἐδέξω,

τὴν περιμάκτριαν κάλει γραῦν καὶ βάπτισον σεαυτὸν εἰς θάλατταν καὶ καθίσας ἐν τῇ γῇ διημέρευσον.

Ὦ βάρβαρ´ ἐξευρόντες Ἕλληνες κακά

τῇ δεισιδαιμονίᾳ, πηλώσεις καταβορβορώσεις βαπτισμούς, ῥίψεις ἐπὶ πρόσωπον, αἰσχρὰς προκαθίσεις, ἀλλοκότους προσκυνήσεις.

Δικαίῳ τῷ στόματι τοὺς κιθαρῳδοὺς ἐκέλευον ᾄδειν οἱ τὴν [166b] νόμιμον μουσικὴν σῴζειν δοκοῦντες· ἡμεῖς δὲ τοῖς θεοῖς ἀξιοῦμεν ὀρθῷ τῷ στόματι καὶ δικαίῳ προσεύχεσθαι, καὶ μὴ τὴν ἐπὶ τῶν σπλάγχνων μὲν γλῶτταν εἰ καθαρὰ καὶ ὀρθὴ σκοπεῖν, τὴν δ´ ἑαυτῶν διαστρέφοντας καὶ μολύνοντας ἀτόποις ὀνόμασι καὶ ῥήμασι βαρβαρικοῖς καταισχύνειν καὶ παρανομεῖν τὸ θεῖον καὶ πάτριον ἀξίωμα τῆς εὐσεβείας.




[164e] L'ignorance où les hommes sont tombés à l'égard des dieux s'est, dès l'origine, divisée en deux sources opposées, dont l'une a pris son cours dans des caractères durs et farouches, comme sur un sol âpre et raboteux, et a produit l'athéisme. L'autre s'est répandue sur des esprits timides, comme sur un terrain humide et fangeux, et a fait germer la superstition. Tout jugement faux, surtout en cette matière, est une erreur funeste; mais lorsqu'il s'y joint une passion, elle est encore plus pernicieuse. En effet, toute passion [164f] est une erreur qui nous trouble, et qu'on peut regarder comme la fièvre de l'âme. Les fractures qui dégénèrent en plaies sont les plus dangereuses; de même les jugements dépravés de l'âme qui sont accompagnés de quelque passion, ont des effets bien plus fâcheux.

Qu'un homme, par exemple, croie que les atomes et le vide sont les principes de tous les êtres (01) ; c'est une opinion fausse, à la vérité, mais qui ne lui cause ni ulcère, ni convulsion, ni douleur. Pense-t-il que la richesse est le souverain [165a] bien de l'homme ; c'est une erreur empoisonnée, qui dévore son âme, trouble sa raison, lui ôte son repos, le perce des plus cruels aiguillons, le presse vive- 369 ment, l'emporte à travers les précipices, et lui ôte toute sa liberté. D'autres regardent-ils le vice et la vertu comme des attributs de la substance matérielle (02) ; c'est, sans doute, une erreur grossière, mais qui ne mérite pas nos gémissements. Au contraire, les opinions suivantes:

« Croyant à ton pouvoir, je t'offrais mon hommage,
« Inutile vertu! mais tu n'es qu'un vain nom (03). »

« J'ai inutilement sacrifié pour toi l'injustice qui mène à la richesse, et l'intempérance, source de tous les plaisirs; » ces opinions, dis-je, sont dignes [165b] de larmes, et doivent exciter notre indignation, parce qu'elles engendrent dans les esprits des maladies et des affections vicieuses, qui, comme des vers destructeurs, les rongent et les dévorent.

Mais passons aux erreurs particulières qui sont le sujet de ce traité : l'athéisme est une fausse opinion qui, persuadant à l'impie qu'il n'existe point d'être immortel et souverainement heureux, le conduit, par cette incrédulité, à un état d'indifférence envers les dieux. Le motif qui porte à nier leur existence est de n'avoir pas à les craindre. La superstition, comme l'indique son nom même (04), est une opinion vive et forte, qui trouble l'imagination, et imprime dans l'âme une frayeur accablante. Elle croit qu'il existe des dieux, mais elle se les représente comme es êtres malfaisants et nuisibles. Ainsi, l'athée [165c] n'a aucun sentiment pour les dieux ; le superstitieux en a de faux et de pervers. L'ignorance fait que le premier nie l'existence d'un être bienfaisant, elle persuade au second qu'il se plaît à faire le mal. L'athéisme est donc une opinion 370 fausse, et la superstition une passion produite par un faux jugement.

Toutes les passions, toutes les maladies de l'âme sont mauvaises. Mais quelques unes, plus vives de leur nature, ont je ne sais quoi de grand et d'élevé. Il n'en est même aucune qui n'ait de l'activité, et c'est un reproche commun à toutes les passions, qu'en agissant sur l'âme avec force, [165d] elles lui donnent trop de ressort et d'action. La crainte seule, qui n'est pas moins destituée de raison que de confiance, tient l'âme dans un état de langueur et d'inaction qui enchaîne toutes ses facultés. Aussi l'état désordonné de l'âme, qui en est la suite, a-t-il été appelé deima, ou lien, parce qu'il captive l'esprit et le jette dans le trouble.

Mais de toutes les craintes, il n'en est point qui nous réduise davantage à cet état de servitude et de trouble que celle qui naît de la superstition. Ceux qui ne s'embarquent point ne craignent pas les périls de la mer ; quand on ne va pas à l'armée, on n'a point à appréhender les dangers de la guerre. Un homme qui se tient dans sa maison redoute peu les brigands. Un pauvre n'est pas exposé aux traits du calomniateur, ni un citoyen obscur aux attaques de l'envie. Le Gaulois ne craint pas les tremblements de terre, ni l'Éthiopien, la foudre (05). Mais le superstitieux craint [165e] tout, l'air, la terre, la mer, le ciel, les ténèbres, la lumière, le bruit, le silence, les songes mêmes.

Les esclaves, pendant le sommeil, oublient la dureté de leurs maîtres, et les prisonniers, le poids de leurs chaînes. Le sommeil suspend les douleurs cuisantes que causent les plaies et les ulcères.

371 Ο sommeil bienfaisant! doux charme de nos peines,
Que tu viens à propos suspendre mes douleurs!

C'est ce que la superstition ne dit jamais. Le sommeil même n'est pas pour elle un temps de trêve. Jamais elle ne laisse à l'âme le loisir de respirer, de reprendre courage, et d'écarter les opinions funestes [165f] qu'elle a conçues de la divinité.

Le repos du superstitieux ressemble au Tartare. Il y voit des spectres effrayants, des supplices affreux qui le réveillent en sursaut. Agité par des songes terribles, il se tourmente, il se punit ; il est pour lui-même un tyran cruel qui le châtie sans cesse. A son réveil, au lieu de mépriser ces songes vains, et de reconnaître la fausseté des visions qui l'ont troublé, pour fuir l'ombre [166a] d'une erreur qui n'a rien de dangereux (06), il se livre à des illusions qui ne font qu'augmenter son trouble ; il est dupe d'une foule de charlatans et d'imposteurs qui lui font payer bien cher les conseils qu'ils lui donnent :

Craignez-vous de la nuit les tristes visions,
Ou l'aspect effrayant de la terrible Hécate (7),

appelez, lui disent-ils, quelque vieille qui sache l'art des purifications, plongez-vous dans la mer, ou passez des journées entières assis à terre.

Ο Grecs, quels maux affreux, quels usages barbares
Avez-vous adoptés !

Quelle vile superstition que de se rouler ainsi dans la fange, d'observer les sabbats (8), de se jeter honteusement 372 le visage contre terre, de rester immobile au pied des autels, de rendre à des dieux étrangers un culte ridicule !

Ceux qui étaient jaloux de conserver la musique dans sa pureté recommandaient [166b] aux musiciens de chanter juste; nous demandons aussi qu'on n'adresse aux dieux que des prières pures. En effet, quelle inconséquence d'observer scrupuleusement, dans les sacrifices, si la langue de la victime est pure et bien conformée, tandis que nous ne craignons pas de souiller et de défigurer la nôtre par des mots étrangers et barbares (9), qui offensent la majesté divine et la sainteté de la religion de nos pères!



Ἀλλ´ ὅ γε κωμικὸς οὐκ ἀηδῶς εἴρηκέ που πρὸς τοὺς καταχρυσοῦντας τὰ κλινίδια καὶ καταργυροῦντας

Ὅ τι μόνον ἡμῖν προῖκ´ ἔδωκαν οἱ θεοὶ
ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς;

[166c] Ἔστι δὲ καὶ πρὸς τὸν δεισιδαίμονα εἰπεῖν, "ὅ τι τὸν ὕπνον οἱ θεοὶ λήθην κακῶν ἔδοσαν ἡμῖν καὶ ἀνάπαυσιν, τί τοῦτο κολαστήριον σαυτῷ ποιεῖς ἐπίμονον καὶ ὀδυνηρόν, τῆς ἀθλίας ψυχῆς εἰς ἄλλον ὕπνον ἀποδρᾶναι μὴ δυναμένης;" ὁ Ἡράκλειτός φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀναστρέφεσθαι. Τῷ δὲ δεισιδαίμονι κοινὸς οὐδείς ἐστι κόσμος· οὔτε γὰρ ἐγρηγορὼς τῷ φρονοῦντι χρῆται οὔτε κοιμώμενος ἀπαλλάττεται τοῦ ταράττοντος, ἀλλ´ ὀνειρώττει μὲν ὁ λογισμός, ἐγρήγορε δ´ ὁ φόβος ἀεί, φυγὴ δ´ οὐκ ἔστιν οὐδὲ μετάστασις.

Ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος, ἀλλ´ οὐδεὶς ἐφοβεῖτο [166d] τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην. Ὁ δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῦ μεταστῇ ποῦ φύγῃ, ποίαν γῆν ἄθεον εὕρῃ, ποίαν θάλατταν; εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας σεαυτόν, ὦ ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας; ἔστι καὶ δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην μεταβάλλειν ἐπιεικέστερον· ἡ δὲ δεισιδαιμονία θεῶν ἀλλαγὴν οὐ δίδωσιν, οὐδ´ ἔστιν εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους, ὁ φρίττων τοὺς σωτῆρας καὶ τοὺς [166e] μειλιχίους τρέμων καὶ δεδοικώς, παρ´ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ ἔργων τῶν ἀρίστων.

Εἶθ´ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ λέγουσι

Δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ
δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς
λαβεῖν·

πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὖ τοὺς ἀνεκφεύκτους ἀναποδράστους ἀναποστάτους; ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες, ἂν ἀγάλματος λάβωνται ἢ ναοῦ, θαρροῦσιν· ὁ δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι. Μὴ ἀπόσπα τὸν [166f] δεισιδαίμονα τῶν ἱερῶν· ἐνταῦθα κολάζεται καὶ τιμωρεῖται.

Τί δεῖ μακρὰ λέγειν; "πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις ὁ θάνατος," τῆς δὲ δεισιδαιμονίας οὐδ´ οὗτος, ἀλλ´ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ κακῶν ἐπίνοιαν ἀθανάτων, καὶ ὅτε παύεται πραγμάτων, [167a] ἄρχεσθαι δοκοῦσα μὴ παυομένων. Ἅιδου τινὲς ἀνοίγονται πύλαι βαθεῖαι, καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες ἀνακεράννυνται, καὶ σκότος ἐμπίπλαται πολυφαντάστων εἰδώλων τινῶν χαλεπὰς μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ χάσματα καὶ μυχοὶ μυρίων κακῶν γέμοντες. Οὕτως ἡ κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς.

Τούτων οὐδὲν τῇ ἀθεότητι πρόσεστιν, ἀλλ´ ἡ μὲν ἄγνοια χαλεπὴ καὶ τὸ παρορᾶν καὶ τυφλώττειν [167b] περὶ τηλικαῦτα συμφορὰ μεγάλη ψυχῆς, ὥσπερ ὀμμάτων πολλῶν τὸ φανότατον καὶ κυριώτατον ἀπεσβεσμένης τὴν τοῦ θεοῦ νόησιν. Ταύτῃ δὲ τὸ ἐμπαθές, ὥσπερ εἴρηται, καὶ ἑλκῶδες καὶ ταρακτικὸν καὶ καταδεδουλωμένον εὐθὺς πρόσεστι τῇ δόξῃ.

Μουσικήν φησιν ὁ Πλάτων ἐμμελείας καὶ εὐρυθμίας δημιουργὸν ἀνθρώποις ὑπὸ θεῶν οὐ τρυφῆς ἕνεκα καὶ κνήσεως ὤτων δοθῆναι, ἀλλ´ ὥστε τῶν τῆς ψυχῆς περιόδων καὶ ἁρμονιῶν τὸ ταραχῶδες καὶ πεπλανημένον ἐν σώματι, μούσης τε καὶ χάριτος ἐνδείᾳ πολλαχῇ δι´ ἀκολασίαν καὶ πλημμέλειαν ἐξυβρίζον, [167c] αὖθις εἰς τάξιν ἀνελίττουσαν οἰκείως καὶ περιάγουσαν καθιστάναι.

"Ὅσσα δὲ μὴ πεφίληκε Ζεύς," φησὶ Πίνδαρος,
"ἀτύζονται βοὰν
Πιερίδων ἀίοντα·"

καὶ γὰρ διαγριαίνεται καὶ ἀγανακτεῖ, καὶ τὰς τίγρεις δέ φασι περιτυμπανιζομένας ἐκμαίνεσθαι καὶ ταράττεσθαι καὶ τέλος αὑτὰς διασπᾶν. Ἔλαττον οὖν κακὸν οἷς διὰ κωφότητα καὶ πήρωσιν ἀκοῆς ἀπάθεια πρὸς μουσικὴν καὶ ἀναισθησία συμβέβηκεν. Ὁ Τειρεσίας ἐχρῆτο δυστυχίᾳ μὴ βλέπων τὰ τέκνα μηδὲ τοὺς συνήθεις, ὁ δ´ Ἀθάμας μείζονι καὶ ἡ Ἀγαύη, βλέποντες ὡς λέοντας καὶ [167d] ἐλάφους· καὶ τῷ Ἡρακλεῖ δήπου μανέντι τοὺς υἱοὺς ἐλυσιτέλει μήτ´ ἰδεῖν μήτ´ αἰσθέσθαι παρόντας ἢ χρῆσθαι τοῖς φιλτάτοις ὡς πολεμίοις.

Τί οὖν; οὐ δοκεῖ σοι καὶ τὸ τῶν ἀθέων πρὸς τοὺς δεισιδαίμονας πάθος ἔχειν τοιαύτην διαφοράν; οἱ μὲν οὐχ ὁρῶσι τοὺς θεοὺς τὸ παράπαν, οἱ δὲ κακοὺς ὑπάρχειν νομίζουσιν· οἱ μὲν παρορῶσιν, οἱ δὲ δοξάζουσι φοβερὸν τὸ εὐμενὲς καὶ τυραννικὸν τὸ πατρικὸν καὶ βλαβερὸν τὸ κηδεμονικὸν καὶ τὸ ἀμήνιτον ἄγριον εἶναι καὶ θηριῶδες. Εἶτα χαλκοτύποις μὲν πείθονται καὶ λιθοξόοις καὶ κηροπλάσταις ἀνθρωπόμορφα τῶν θεῶν τὰ εἴδη ποιοῦσι, [167e] καὶ τοιαῦτα πλάττουσι καὶ κατασκευάζουσι καὶ προσκυνοῦσι· φιλοσόφων δὲ καὶ πολιτικῶν ἀνδρῶν καταφρονοῦσιν, ἀποδεικνύντων τὴν τοῦ θεοῦ σεμνότητα μετὰ χρηστότητος καὶ μεγαλοφροσύνης καὶ εὐμενείας καὶ κηδεμονίας.

Περίεστιν οὖν τοῖς μὲν ἀναισθησία καὶ ἀπιστία τῶν ὠφελούντων, τοῖς δὲ ταραχὴ καὶ φόβος πρὸς τὰ ὠφελοῦντα. Καὶ ὅλως ἡ μὲν ἀθεότης ἀπάθεια πρὸς τὸ θεῖόν ἐστι μὴ νοοῦσα τὸ ἀγαθόν, ἡ δὲ δεισιδαιμονία πολυπάθεια κακὸν τὸ ἀγαθὸν ὑπονοοῦσα. Φοβοῦνται τοὺς θεοὺς καὶ καταφεύγουσιν ἐπὶ τοὺς θεούς, κολακεύουσι καὶ λοιδοροῦσιν, εὔχονται καὶ καταμέμφονται. [167f] Κοινὸν ἀνθρώπων τὸ μὴ πάντα διευτυχεῖν.

Κεῖνοι γάρ τ´ ἄνοσοι καὶ ἀγήραοι
πόνων τ´ ἄπειροι, βαρυβόαν
πορθμὸν πεφευγότες Ἀχέροντος,

ὁ Πίνδαρος θεούς φησι, τὰ δ´ ἀνθρώπινα πάθη καὶ πράγματα μέμικται συντυχίαις ἄλλοτ´ ἄλλως ῥεούσαις.


Le poète comique (10) disait agréablement à ceux qui faisaient dorer ou argenter le bois de leurs lits :

« Pourquoi acheter si cher le sommeil, le seul bien que les dieux nous dispensent gratuitement? »

[166d] Ne peut-on pas dire de même au superstitieux : Les dieux nous ont donné le sommeil pour suspendre le sentiment de nos maux. Pourquoi donc en faire votre supplice continuel, comme si vous en aviez un second, dans les bras duquel vous puissiez vous réfugier? Quand les hommes veillent, dit Héraclite, ils n'ont qu'un monde commun à tous ; pendant le sommeil, chacun s'en va dans un monde particulier. Le superstitieux n'a aucun monde qui lui soit commun avec le reste des hommes. Éveillé, il ne fait point usage de son jugement; dans le sommeil, il a toujours quelque chose 373 qui le tourmente, et tandis que sa raison est profondément assoupie, la crainte veille sans cesse autour de lui ; il ne peut ni la fuir, ni s'en délivrer.

Le tyran Policrate était redouté à Samos, et Périandre, à Corinthe (11). Pour ne plus les craindre, [166d] il suffisait de passer dans une ville libre, et sous un gouvernement démocratique. Mais celui qui craint le pouvoir des dieux, comme une tyrannie farouche et inexorable, où peut-il fuir et chercher un asile? Quelle terre, quelle mer trouvera-t-il qui n'ait point de dieu? Malheureux! dans quel coin du monde iras-tu te cacher, où tu puisses te croire hors de leur empire ? Les esclaves qui désespèrent d'obtenir leur liberté peuvent du moins demander d'être vendus à un autre maître, et passer à une servitude plus douce. La superstition n'a pas la ressource de changer de dieu ; il n'en est aucun qu'elle ne craigne : les dieux tutélaires du pays, et ceux qui président à la naissance, les dieux sauveurs et [166e] propices, ceux à qui nous demandons la richesse, l'abondance, la concorde, la paix, la droiture dans les paroles et dans les actions (12), tous sont pour lui des objets de terreur et d'effroi.

On regarde la servitude comme un très grand malheur, et l'on a dit des esclaves :

Hélas! combien affreux est le sort d'un mortel
Qui sous des maîtres durs languit dans l'esclavage !

Mais combien plus cruel est l'esclavage de ceux qui ne peuvent ni fuir ni changer de maître ! Un esclave peut se réfugier au pied des autels. Il est des temples que les voleurs n'osent profaner. Les fuyards sont en sûreté lors- 374 qu'ils ont pu embrasser une statue, ou se jeter dans un temple (13). Le superstitieux ne redoute rien tant que ces lieux mêmes, où, dans les plus grands sujets de crainte, on trouve des motifs de confiance. N'arrachez pas [166f] des temples les superstitieux ; c'est là qu'ils sont plus tourmentés et plus punis.

En un mot, la mort, qui, pour les hommes, est le terme de toutes choses, ne l'est pas de la superstition. Elle franchit les bornes de la vie, prolonge la crainte du superstitieux au delà de ses jours, attache à la mort la pensée désespérante d'un malheur immortel, et, lorsqu'il est au terme de ses peines, lui persuade qu'il [167a] commence un nouveau cours de maux qui n'aura point de fin. Elle voit les portes redoutables des enfers s'ouvrir devant elle, le fleuve du Styx rouler des ondes enflammées, des ténèbres épaisses lui offrir des fantômes sans nombre et des spectres affreux qui poussent des cris lamentables, des juges, des bourreaux, des abîmes et des cavernes profondes, enfin tout l'appareil des plus horribles supplices. C'est ainsi que la misérable superstition, pour éviter les maux qu'elle craint, se jette par cette cruelle attente entre les mains inévitables des dieux vengeurs.

L'athée, à la vérité, n'éprouve aucun de ces tourments. Mais quel malheur pour lui que cette ignorance qui l'aveugle [167b] sur des objets si importants et ôte à l'âme le plus brillant de ses yeux, la connaissance de la divinité (14)! Il est vrai qu'il n'a point, comme on l'a déjà dit, cette passion violente, ces troubles déchirants qui tiennent le superstitieux dans la plus dure servitude.

Platon dit que les dieux ont donné la musique aux hommes, moins pour flatter l'oreille et charmer les sens 375 que pour établir parmi eux l'ordre et la modération. Souvent, faute de l'influence des Muses et des Grâces, l'âme se laisse entraîner dans le désordre par son intempérance et sa mollesse ; elle perd son accord et son harmonie ; [167c] et la musique, qui survient à propos, la rétablit dans son ordre naturel. Pindare a dit :

Pour ces tristes mortels indifférents aux dieux
Les accents les plus doux sont des cris odieux.

Ils s'en aigrissent même et en conçoivent de l'indignation, comme les tigres, quand ils entendent le son des instruments, entrent, dit-on, en fureur et se déchirent eux-mêmes. Ceux donc qu'une surdité totale rend insensibles à la musique sont encore moins à plaindre. Tirésias, privé de la vue, était malheureux de ne voir ni ses enfants ni ses amis; mais Athamas et Agave l'étaient bien davantage de les prendre pour des lions et [167d] des cerfs (15). Et quand Hercule devint furieux, n'eût-il pas été plus heureux pour lui de ne pas voir, de ne pas connaître ses enfants, que de traiter en ennemi ce qu'il avait de plus cher au monde?

Ne remarque-t-on pas la même différence entre l'athée et le superstitieux? Le premier méconnaît les dieux et nie leur existence; le superstitieux la croit, mais il a d'eux la plus finisse idée. Ces êtres bienfaisants dont la providence veille sur nous avec tant de soin, si faciles à oublier les offenses, il se les représente comme des tyrans farouches et cruels, qui ne se plaisent qu'à nous tourmenter. Il ajoute foi à des artistes méprisables (16) qui lui disent que les dieux ressemblent aux hommes, qui leur donnent une forme humaine, [167e] qui parent et adorent 376 les images qu'ils en font. Il n'écoute ni les philosophes, ni les hommes instruits, qui lui prouvent qu'en Dieu la grandeur et la majesté sont jointes à la douceur et à la bienfaisance.

Ainsi les athées ne croient pas à la divinité, et sont sans affection pour elle; la foi des superstitieux est une crainte qui les trouble. En un mot l'athéisme est une stupide insensibilité qui méconnaît le bien suprême ; la superstition est un mélange de passions diverses qui font regarder comme méchant l'être bon par essence. Elle craint les dieux et les implore, elle les flatte et les calomnie, elle les prie et les accuse.

C'est la destinée commune [167f] de tous les hommes de ne pas jouir d'un bonheur constant. Les dieux, dit Pindare,

Exempts de tous les maux qui suivent la vieillesse,
Ont franchi le détroit du bruyant Achéron (17).

La vie humaine, au contraire, est une alternative continuelle d'événements heureux et malheureux.

[168a] Φέρε δὴ πρῶτον ἐν τοῖς ἀβουλήτοις σκόπει τὸν ἄθεον καὶ καταμάνθανε τὴν διάθεσιν, ἂν ᾖ τἄλλα μέτριος, χρωμένου σιωπῇ τοῖς παροῦσι καὶ πορίζοντος αὑτῷ βοηθείας καὶ παρηγορίας, ἂν δὲ δυσφορῇ καὶ περιπαθῇ, πάντας ἐπὶ τὴν τύχην καὶ τὸ αὐτόματον ἀπερειδομένου τοὺς ὀδυρμοὺς καὶ βοῶντος ὡς οὐδὲν κατὰ δίκην οὐδ´ ἐκ προνοίας ἀλλὰ πάντα συγκεχυμένως καὶ ἀκρίτως φέρεται καὶ ταράττεται τὰ τῶν ἀνθρώπων.

Τοῦ δὲ δεισιδαίμονος οὐχ οὗτος ὁ τρόπος, ἀλλ´ εἰ καὶ μικρότατον αὐτῷ κακόν τι συμπεπτωκός ἐστιν, ἄλλα κάθηται πάθη χαλεπὰ καὶ μεγάλα καὶ δυσαπάλλακτα τῇ λύπῃ προσοικοδομῶν, καὶ προσεμφορῶν αὑτῷ δείματα καὶ φόβους καὶ ὑποψίας καὶ ταραχάς, παντὶ θρήνῳ καὶ παντὶ στεναγμῷ καθαπτόμενος· οὔτε γὰρ ἄνθρωπον οὔτε τύχην οὔτε καιρὸν οὔθ´ ἑαυτὸν ἀλλὰ πάντων τὸν θεὸν [168b] αἰτιᾶται, κἀκεῖθεν ἐπ´ αὐτὸν ἥκειν καὶ φέρεσθαι ῥεῦμα δαιμόνιον ἄτης φησί, καὶ ὡς οὐ δυστυχὴς ὢν ἀλλὰ θεομισής τις ἄνθρωπος ὑπὸ τῶν θεῶν κολάζεσθαι καὶ δίκην διδόναι καὶ πάντα πάσχειν προσηκόντως δι´ αὑτὸν οἴεται.

Νοσῶν θ´ ὁ ἄθεος ἐκλογίζεται καὶ ἀναμιμνῄσκεται πλησμονὰς αὑτοῦ καὶ οἰνώσεις καὶ ἀταξίας περὶ δίαιταν ἢ κόπους ὑπερβάλλοντας ἢ μεταβολὰς ἀέρων ἀήθεις καὶ τόπων, ἔπειτα προσκρούσας ἐν πολιτείαις καὶ περιπεσὼν ἀδοξίαις πρὸς ὄχλον ἢ διαβολαῖς πρὸς ἡγεμόνα τὴν αἰτίαν ἐξ αὑτοῦ καὶ τῶν περὶ αὑτὸν σκοπεῖ

πῆ παρέβην; τί δ´ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;

τῷ δὲ δεισιδαίμονι καὶ σώματος ἀρρωστία πᾶσα [168c] καὶ χρημάτων ἀποβολὴ καὶ τέκνων θάνατοι καὶ περὶ πολιτικὰς πράξεις δυσημερίαι καὶ ἀποτεύξεις πληγαὶ θεοῦ καὶ προσβολαὶ δαίμονος λέγονται. Ὅθεν οὐδὲ τολμᾷ βοηθεῖν οὐδὲ διαλύειν τὸ συμβεβηκὸς οὐδὲ θεραπεύειν οὐδ´ ἀντιτάττεσθαι, μὴ δόξῃ θεομαχεῖν καὶ ἀντιτείνειν κολαζόμενος, ἀλλ´ ὠθεῖται μὲν ἔξω νοσοῦντος ὁ ἰατρός, ἀποκλείεται δὲ πενθοῦντος ὁ νουθετῶν καὶ παραμυθούμενος φιλόσοφος. "Ἔα με," φησίν, "ἄνθρωπε, διδόναι δίκην, τὸν ἀσεβῆ, τὸν ἐπάρατον, τὸν θεοῖς καὶ δαίμοσι μεμισημένον."

[168d] Ἔστιν ἀνθρώπου μὴ πεπεισμένου θεοὺς εἶναι λυπουμένου δ´ ἄλλως καὶ περιπαθοῦντος ἀπομάξαι δάκρυον, ἀποκεῖραι κόμην, ἀφελέσθαι τὸ ἱμάτιον· τὸν δὲ δεισιδαίμονα πῶς ἂν προσείποις ἢ πῇ βοηθήσεις; ἔξω κάθηται σακκίον ἔχων καὶ περιεζωσμένος ῥάκεσι ῥυπαροῖς, πολλάκις δὲ γυμνὸς ἐν πηλῷ κυλινδούμενος ἐξαγορεύει τινὰς ἁμαρτίας αὑτοῦ καὶ πλημμελείας, ὡς τόδε φαγόντος ἢ πιόντος ἢ βαδίσαντος ὁδὸν ἣν οὐκ εἴα τὸ δαιμόνιον. Ἂν δ´ ἄριστα πράττῃ καὶ συνῇ πράως δεισιδαιμονίᾳ, περιθειούμενος οἴκοι κάθηται καὶ περιματτόμενος, αἱ δὲ γρᾶες "καθάπερ παττάλῳ," [168e] φησὶν ὁ Βίων, "ὅ τι ἂν τύχωσιν αὐτῷ περιάπτουσι φέρουσαι καὶ περιαρτῶσι."

Τὸν Τιρίβαζόν φασιν ὑπὸ τῶν Περσῶν συλλαμβανόμενον σπάσασθαί τε τὸν ἀκινάκην, εὔρωστον ὄντα, καὶ διαμάχεσθαι· μαρτυρομένων δὲ καὶ βοώντων ὅτι συλλαμβάνουσιν αὐτὸν βασιλέως κελεύσαντος, αὐτίκα τὸ ξίφος καταβαλεῖν καὶ τὼ χεῖρε συνδῆσαι παρασχεῖν. Ἆρ´ οὖν οὐχ ὅμοιόν ἐστι τὸ γιγνόμενον; οἱ μὲν ἄλλοι διαμάχονται συμφοραῖς καὶ διωθοῦνται τὰ πράγματα, φυγὰς ἑαυτοῖς μηχανώμενοι καὶ παρατροπὰς τῶν ἀβουλήτων· ὁ [168f] δὲ δεισιδαίμων οὐδενὸς ἀκούσας, αὐτὸς πρὸς αὑτὸν εἰπών "ταῦτα πάσχεις, ὦ κακόδαιμον, ἐκ προνοίας καὶ θεοῦ κελεύοντος" ἔρριψε πᾶσαν ἐλπίδα, προήκατο ἑαυτόν, ἔφυγε, διεκρούσατο τοὺς βοηθοῦντας.

Πολλὰ τῶν μετρίων κακῶν ὀλέθρια ποιοῦσιν αἱ δεισιδαιμονίαι. Μίδας ὁ παλαιός, ὡς ἔοικεν, ἔκ τινων ἐνυπνίων ἀθυμῶν καὶ ταραττόμενος οὕτω κακῶς ἔσχε τὴν ψυχήν, ὥσθ´ ἑκουσίως ἀποθανεῖν αἷμα ταύρου πιών.

Ὁ δὲ τῶν Μεσσηνίων βασιλεὺς Ἀριστόδημος ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ, κυνῶν λύκοις ὠρυομένων ὅμοια καὶ περὶ τὴν ἑστίαν αὐτοῦ τὴν πατρῴαν ἀγρώστεως ἀναβλαστανούσης καὶ τῶν μάντεων τὰ σημεῖα φοβουμένων, ἐξαθυμήσας καὶ κατασβεσθεὶς [169a] ταῖς ἐλπίσιν αὐτὸς ἑαυτὸν ἀπέσφαξεν.

Ἦν δ´ ἴσως καὶ Νικίᾳ τῷ Ἀθηναίων στρατηγῷ κράτιστον οὕτως ἀπαλλαγῆναι τῆς δεισιδαιμονίας ὡς Μίδας ἢ Ἀριστόδημος ἢ φοβηθέντι τὴν σκιὰν ἐκλιπούσης τῆς σελήνης καθῆσθαι περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, εἶθ´ ὁμοῦ τέτταρσι μυριάσιν ἀνθρώπων φονευθέντων τε καὶ ζώντων ἁλόντων ὑποχείριον γενέσθαι καὶ δυσκλεῶς ἀποθανεῖν.

Οὐ γὰρ γῆς ἀντίφραξις ἐν μέσῳ γενομένης φοβερόν, οὐδὲ δεινὸν ἐν καιρῷ περιόδων σκιᾶς πρὸς σελήνην ἀπάντησις, ἀλλὰ δεινὸν τὸ τῆς (169b) δεισιδαιμονίας σκότος ἐμπεσὸν τοῦ ἀνθρώπου συγχέαι καὶ τυφλῶσαι λογισμὸν ἐν πράγμασι μάλιστα λογισμοῦ δεομένοις.


[168a] Considérons l'athée et le superstitieux, premièrement dans les revers, et voyons d'abord quelles sont les dispositions de l'athée. S'il est d'un caractère modéré, il supporte en silence ce qui lui arrive de fâcheux, et reçoit facilement les consolations qui se présentent. Est-il naturellement emporté, souffre-t-il impatiemment son malheur, vous l'entendrez éclater en murmures contre la fortune, s'écrier que rien n'arrive selon l'ordre et la justice, que tout est entraîné par le hasard dans une confusion universelle.

Il en est tout autrement du superstitieux : lui arrive-t-il le plus léger accident, il reste immobile sans pourvoir à rien, et par la douleur qu'il en ressent, il élève, 377 pour ainsi dire, sur cet événement tout ordinaire, un édifice de peines et de tourments, bien plus fâcheux que le mal même qui en est l'occasion. Il se forge des craintes imaginaires, des frayeurs, des troubles, des soupçons. Il s'abandonne aux gémissements et aux larmes. Il n'accuse ni les hommes, ni la fortune, ni les conjectures, ni lui-même; il ne s'en prend [168b] qu'à Dieu. C'est, selon lui, de cette source unique que découlent tous ses maux. Il ne se plaint pas d'être malheureux, mais d'être en butte à la haine des dieux et à leur juste vengeance.

Si l'athée tombe malade, il en cherche la cause dans les excès qu'il a pu commettre par intempérance, dans les travaux dont il a été surchargé, dans les vicissitudes des saisons qu'il a éprouvées. A-t-il essuyé quelque désastre dans le gouvernement, quelque disgrâce de la part du peuple ; a-t-il été calomnié auprès de son prince ; il examine si lui-même ou quelques uns des siens n'y ont pas donné occasion. Il se demande :

Qu'ai-fait? quel devoir ai-je pu négliger?

Le superstitieux regarde les maladies, [168b] la perte des biens, la mort de ses enfants, les mauvais succès, les refus qu'il essuie dans l'administration publique, comme autant de traits de la vengeance divine. Aussi n'ose-t-il ni corriger les événements, ni détourner son malheur ou y remédier, de peur de se révolter contre les dieux et de s'opposer au châtiment qu'ils lui infligent. Est-il malade, il ferme la porte au médecin. Est-il dans le chagrin, il repousse le philosophe qui vient le consoler. Laissez, dit-il, laissez souffrir un malheureux, un impie, objet fatal de la colère des dieux.

[168d] Celui qui croit qu'il n'existe point de dieux est-il atteint d'une douleur vive, il pourra quelquefois pleurer de rage, s'arracher les cheveux et déchirer ses habits; mais le superstitieux, comment lui donner quelque con- 378 solation? Assis hors de sa maison, couvert d'un sac (18) ou de sales haillons, souvent même se roulant tout nu dans la fange, il confesse je ne sais quelles fautes qu'il dit avoir commises, comme d'avoir bu ou mangé contre l'ordre des dieux, ou passé par un chemin qu'ils ne lui permettaient pas de prendre. Est-il dans la meilleure disposition dont il soit capable, et sa superstition est-elle plus douce : entouré de victimes et de sacrifices, il se lient dans sa maison, où de vieilles femmes viennent suspendre à son cou, comme à un poteau, [168e] suivant l'expression de Bion, toutes sortes d'amulettes (19).

On raconte que Téribase (20), quand les Perses vinrent pour le prendre, tira son cimeterre ; et, comme il était fort et robuste, il se défendait vaillamment. Mais les soldats lui ayant crié que c'était par ordre du roi qu'ils l'arrêtaient, aussitôt il jeta ses armes et donna ses mains à lier. N'en est-il pas de même de la superstition? Tout le monde lutte contre l'adversité, la repousse et cherche à s'y soustraire par tous les moyens possibles. Le [168f] superstitieux, sans écouter personne, se dit à lui-même : Malheureux ! tu souffres par l'ordre des dieux. Il rejette toute espérance, il s'abandonne au désespoir, il re- 379 pousse, il fuit ceux qui veulent lui donner quelque consolation.

La superstition rend mortels des maux assez légers en eux-mêmes. L'ancien Midas, par exemple, troublé, dit-on, par quelques visions nocturnes, tomba dans un tel découragement, qu'il se donna volontairement la mort en buvant du sang de taureau.

Aristodème, roi des Messéniens, dans la guerre contre les Spartiates, ayant entendu des chiens hurler comme des loups, et vu de l'herbe croître sur un autel domestique (21) effrayé par ses devins, qui tiraient de ces signes les plus funestes présages, [169a] il perdit toute espérance et se donna la mort (22).

Nicias n'aurait-il pas bien fait de se délivrer de la superstition par la même voie que Midas et Aristodème, plutôt que d'attendre, par la crainte dune éclipse de lune, que ses ennemis vinssent l'envelopper, et d'être réduit à périr honteusement, après avoir vu quarante mille Athéniens tués ou faits prisonniers (23)?

En effet, l'interposition de la terre, dont l'ombre couvre la lune et lui dérobe la lumière du soleil, n'a rien de redoutable. Ce qui est vraiment à craindre, (169b) ce sont les 380 ténèbres de la superstition, qui, en se répandant sur les esprits, les jettent dans le désordre et leur ôtent l'usage de la raison dans les occasions où elle leur serait plus nécessaire.


Γλαῦχ´, ὅρα, βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεται
πόντος, ἀμφὶ δ´ ἄκρα Γυρέων ὀρθὸν ἵσταται
νέφος, σῆμα χειμῶνος.

Τοῦτ´ ἰδὼν κυβερνήτης εὔχεται μὲν ὑπεκφυγεῖν
καὶ θεοὺς ἐπικαλεῖται σωτῆρας, εὐχόμενος δὲ τὸν
οἴακα προσάγει, τὴν κεραίαν ὑφίησι,
φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος ἐκ
θαλάσσης.

Ὁ Ἡσίοδος κελεύει πρὸ ἀρότου καὶ σπόρου τὸν γεωργὸν

Εὔχεσθαί τ´ Διὶ χθονίῳ Δημήτερί θ´ ἁγνῇ

(169c) τῆς ἐχέτλης ἐχόμενον, Ὅμηρος δὲ τὸν Αἴαντά φησι τῷ Ἕκτορι μέλλοντα μονομαχεῖν εὔχεσθαι κελεύειν τοὺς Ἕλληνας ὑπὲρ αὐτοῦ τοῖς θεοῖς, εἶτ´ εὐχομένων ἐκείνων ὁπλίζεσθαι. Καὶ ὁ Ἀγαμέμνων ὅτε τοῖς μαχομένοις προσέταξεν

Εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ´ ἀσπίδα θέσθω,

τότε παρὰ τοῦ Διὸς αἰτεῖ

Δός με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον·

Ἀρετῆς γὰρ ἐλπὶς ὁ θεός ἐστιν, οὐ δειλίας πρόφασις. Ἀλλ´ Ἰουδαῖοι σαββάτων ὄντων ἐν ἀγνάμπτοις καθεζόμενοι, τῶν πολεμίων κλίμακας προστιθέντων καὶ τὰ τείχη καταλαμβανόντων, οὐκ ἀνέστησαν ἀλλ´ ἔμειναν ὥσπερ ἐν σαγήνῃ μιᾷ τῇ δεισιδαιμονίᾳ συνδεδεμένοι.

(169d) Τοιαύτη μὲν ἐν τοῖς ἀβουλήτοις καὶ περιστατικοῖς λεγομένοις πράγμασι καὶ καιροῖς ἡ δεισιδαιμονία, βελτίων δ´ οὐδὲν οὐδ´ ἐν τοῖς ἡδίοσι τῆς ἀθεότητος. Ἥδιστα δὲ τοῖς ἀνθρώποις ἑορταὶ καὶ εἰλαπίναι πρὸς ἱεροῖς καὶ μυήσεις καὶ ὀργιασμοὶ καὶ κατευχαὶ θεῶν καὶ προσκυνήσεις. Ἐνταῦθα τοίνυν σκόπει τὸν ἄθεον γελῶντα μὲν μανικὸν καὶ σαρδάνιον γέλωτα τοῖς ποιουμένοις καί που παραφθεγγόμενον ἠρέμα πρὸς τοὺς συνήθεις ὅτι τετύφωνται καὶ δαιμονῶσιν οἱ θεοῖς ταῦτα δρᾶσθαι νομίζοντες, ἄλλο δ´ οὐδὲν ἔχοντα κακόν. Ὁ δὲ δεισιδαίμων βούλεται μὲν οὐ δύναται δὲ χαίρειν οὐδ´ ἥδεσθαι·

πόλις δ´ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
(169e) ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων

ἡ ψυχὴ τοῦ δεισιδαίμονος· ἐστεφανωμένος ὠχριᾷ, θύει καὶ φοβεῖται, εὔχεται φωνῇ παλλομένῃ καὶ χερσὶν ἐπιθυμιᾷ τρεμούσαις, καὶ ὅλως ἀποδείκνυσι τὸν Πυθαγόρου λόγον φλύαρον εἰπόντος ὅτι βέλτιστοι γιγνόμεθα πρὸς τοὺς θεοὺς βαδίζοντες· τότε γὰρ ἀθλιώτατα καὶ κάκιστα πράττουσιν οἱ δεισιδαίμονες, ὥσπερ ἄρκτων φωλεοῖς ἢ χειαῖς δρακόντων ἢ μυχοῖς κητῶν τοῖς τῶν θεῶν μεγάροις ἢ ἀνακτόροις προσιόντες.

Ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἔπεισι τοὺς τὴν (169f) ἀθεότητα φάσκοντας ἀσέβειαν εἶναι, μὴ φάσκοντας δὲ τὴν δεισιδαιμονίαν. Καίτοι γ´ Ἀναξαγόρας δίκην ἔφυγεν ἀσεβείας ἐπὶ τῷ λίθον εἰπεῖν τὸν ἥλιον, Κιμμερίους δ´ οὐδεὶς εἶπεν ἀσεβεῖς ὅτι τὸν ἥλιον οὐδ´ εἶναι τὸ παράπαν νομίζουσι. Τί σὺ λέγεις; ὁ μὴ νομίζων θεοὺς εἶναι ἀνόσιός ἐστιν; ὁ δὲ τοιούτους νομίζων οἵους οἱ δεισιδαίμονες, οὐ μακρῷ δόξαις ἀνοσιωτέραις σύνεστιν; ἐγὼ γοῦν ἂν ἐθέλοιμι μᾶλλον τοὺς ἀνθρώπους λέγειν περὶ ἐμοῦ μήτε γεγονέναι τὸ παράπαν μήτ´ εἶναι (170a) Πλούταρχον ἢ λέγειν ὅτι Πλούταρχός ἐστιν ἄνθρωπος ἀβέβαιος εὐμετάβολος, εὐχερὴς πρὸς ὀργήν, ἐπὶ τοῖς τυχοῦσι τιμωρητικός, μικρόλυπος· ἂν καλῶν ἐπὶ δεῖπνον ἑτέρους παραλίπῃς ἐκεῖνον, ἂν ἀσχολίας σοι γενομένης ἐπὶ θύρας μὴ ἔλθῃς ἢ μὴ προσείπῃς, διέδεταί σου τὸ σῶμα προσφὺς ἢ συλλαβὼν ἀποτυμπανιεῖ τὸ παιδίον, ἢ θηρίον ἔχων τοῖς καρποῖς ἐφήσει καὶ λυμανεῖται τὴν ὀπώραν.

Τοῦ Τιμοθέου τὴν Ἄρτεμιν ᾄδοντος ἐν Ἀθήναις καὶ λέγοντος

Θυιάδα φοιβάδα μαινάδα λυσσάδα

Κινησίας ὁ μελοποιὸς ἐκ τῶν θεατῶν ἀναστάς, (170b) "τοιαύτη σοι," εἶπε, "θυγάτηρ γένοιτο." Καὶ μὴν ὅμοια τούτοις καὶ χείρω περὶ Ἀρτέμιδος οἱ δεισιδαίμονες ὑπολαμβάνουσιν,

Αἴτε κα ἀπ´ ἀγχόνας ᾄξασα,
αἴτε κα λεχὼν κναίσασα,
αἴτε κἀκ νεκρῶ παροῦσα,
ἀμπεφυρμένα ἐσῆλθες,
αἴτε καὶ ἐκ τριόδων
καθαρμάτεσσιν ἐπισπωμένα
τῷ παλαμναίῳ συμπλεχθεῖσα.

Οὐδὲν δὲ τούτων ἐπιεικέστερα φρονοῦσι περὶ Ἀπόλλωνος περὶ Ἥρας περὶ Ἀφροδίτης· πάντας γὰρ τούτους τρέμουσι καὶ δεδοίκασι.

Καίτοι τί τοιοῦτον ἡ Νιόβη περὶ τῆς Λητοῦς ἐβλασφήμησεν, οἷον ἡ δεισιδαιμονία πέπεικε περὶ τῆς θεοῦ τοὺς (170c) ἄφρονας, ὡς ἄρα λοιδορηθεῖσα κατετόξευσε τῆς ἀθλίας γυναικὸς

Ἓξ μὲν θυγατέρας, ἓξ δ´ υἱέας ἡβώοντας;

οὕτως ἄπληστος ἀλλοτρίων κακῶν ἦν καὶ ἀνίλαστος. Εἰ γὰρ ἀληθῶς ἡ θεὸς χολὴν εἶχε καὶ μισοπόνηρος ἦν καὶ ἤλγει κακῶς ἀκούουσα καὶ μὴ κατεγέλα τῆς ἀνθρωπίνης ἀμαθίας καὶ ἀγνοίας ἀλλ´ ἠγανάκτει, τούτους ἔδει τοξεῦσαι τοὺς τοσαύτην ὠμότητα καὶ πικρίαν καταψευδομένους αὐτῆς καὶ τοιαῦτα λέγοντας καὶ γράφοντας. Τῆς γοῦν Ἑκάβης προβαλλόμεθα τὴν πικρίαν ὡς βάρβαρον καὶ θηριώδη λεγούσης

(170d) Τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα,

τὴν δὲ Συρίαν θεὸν οἱ δεισιδαίμονες νομίζουσιν, ἂν μαινίδας τις ἢ ἀφύας φάγῃ, τὰ ἀντικνήμια διεσθίειν, ἕλκεσι τὸ σῶμα πιμπράναι, συντήκειν τὸ ἧπαρ.


Vois les flots qui déjà font bouillonner les mers :
Vois sur le haut des monts rouler d'épais nuages,
Présage trop certain des plus affreux orages (24).

A cette vue, le pilote fait des vœux au ciel, il invoque les dieux sauveurs (25) ; et cependant il saisit le gouvernail, il baisse l'antenne :

Et repliant ses voiles
Du sein obscur des mers il fuit rapidement.

Hésiode prescrit au laboureur qu'avant de cultiver la terre et de semer, il adresse ses vœux à Jupiter terrestre (26) et à Cérès, mais il veut que ce soit en tenant la main sur la charrue. (169c) Dans Homère, Ajax, prêt à combattre contre Hector, ordonne aux Grecs d'invoquer les dieux pour lui, et pendant leur prière, il se revêt de ses armes. Agamemnon, après avoir dit aux soldats qui vont combattre :

Préparez avec soin vos traits, vos boucliers;

demande ensuite à Jupiter,

Qu'il puisse renverser le palais de Priam.

En effet, le secours divin est un motif de confiance 381 pour la vertu, et non un prétexte à la lâcheté. Les Juifs, un jour de sabbat, que les ennemis vinrent planter les échelles au pied de leurs murailles et les escalader, restèrent immobiles, couverts d'habits déchirés, et pris dans leur superstition comme dans un filet.

(169d) Telle est, dans les revers ou dans les conjonctures critiques, la conduite du superstitieux. Dans les choses favorables, elle n'est pas meilleure que celle de l'athée. Rien n'est plus agréable aux hommes que les réjouissances et les festins qui accompagnent les sacrifices, que les initiations aux mystères, les orgies et les supplications qu'on fait aux dieux. Considérez l'impie dans ces occasions. Vous le verrez affecter dans son dépit un ris moqueur et insultant (27), dire à ses amis à l'oreille qu'il faut être bien aveugle et bien fou pour croire que les dieux agréent de pareils hommages. Mais son mal ne se borne pas là.

Le superstitieux voudrait bien prendre part à ces fêtes, et il n'en a pas le courage.

L'encens fume partout sur les autels des dieux.
(169e) Ici des cris plaintifs, et là des chants joyeux
S'unissent dans les airs.

Telle est l'âme du superstitieux. Sa tête est couronnée de fleurs, et son visage est pâle et livide ; il sacrifie, et il est saisi de crainte ; il prie, mais sa voix est faible et entrecoupée ; il offre de l'encens d'une main tremblante, et dément, par toute sa conduite, cette belle parole de Pythagore : que nous devenons meilleurs en nous approchant des dieux. C'est alors que le superstitieux est plus misérable et plus pervers. Il entre dans les temples comme dans des cavernes ou dans des antres habités par des monstres et des animaux féroces.

382 Je m'étonne qu'on traite d'impies (169f) les athées, et qu'on ne fasse pas le même reproche aux superstitieux. Anaxagoras fut accusé d'impiété pour avoir dit que le soleil était une pierre (28), et personne ne fait un crime aux Cimmériens de soutenir qu'il n'y a point de soleil (29). Quoi donc? l'homme qui nie l'existence des dieux est coupable d'impiété, et celui qui les croit tels que le superstitieux se les figure n'est pas dans des opinions encore plus impies? Pour moi, j'aimerais beaucoup mieux qu'on dît : (170a) Plutarque n'existe point, que d'entendre dire : Plutarque est un homme faible, inconstant, chagrin, vindicatif, facile à s'irriter. Si vous avez oublié de l'inviter à souper avec d'autres amis, ou si, retenu par des soins domestiques, vous n'êtes pas venu le matin lui faire la cour, il se jettera sur vous ou sur vos enfants comme un animal furieux, il vous déchirera à belles dents ou lâchera sur vos terres quelque bête féroce qui en dévore les fruits.

Timothée, en chantant sur le théâtre d'Athènes, appelait Diane folle, insensée, furieuse et enragée.

Le musicien Cinésias se leva au milieu des spectateurs, et lui dit : (170b) « Puisses-tu avoir une fille qui lui ressemble ! » Telles et plus absurdes encore sont les idées qu'ont les superstitieux sur cette même déesse : « Viens, lui disent-ils ; quitte la corde de celui que tu as obligé de se pendre, ou la chaise d'une femme en couche que tu as cruelle- 383 ment fait souffrir; viens des carrefours, traînant à ta suite les expiations, et accompagnée d'un démon ennemi (30). »

Ils n'ont pas des pensées plus saines sur Apollon, Junon et Vénus (31). Ils craignent et redoutent également toutes ces divinités.

Niobé a-t-elle jamais rien dit d'aussi injurieux à Latone que ce que la superstition veut faire croire de cette déesse ? (170c) On dit que pour punir les imprécations dont Niobé l'avait chargée, elle fit tuera coups de flèches

Six filles et six fils tous à la fleur de l'âge.

tant elle était implacable ! tant elle mettait sa joie dans les malheurs d'autrui ! Mais si cette déesse était réellement aussi vindicative qu'on le dit, si sa haine pour les méchants la rendait tellement sensible aux outrages qu'au lieu de voir avec pitié l'ignorance et la faiblesse humaine, elle en conçût une aussi violente indignation, elle devrait plutôt lancer ses traits contre des téméraires qui osent faussement lui imputer autant de barbarie et de cruauté, et ne craignent pas de le dire et de l'écrire. Nous détestons la férocité d'Hécube, lorsqu'elle dit :

(170d) Que ne puis-je à loisir dévorer ses entrailles!

Et cependant les superstitieux prétendent que si quelqu'un mange certains poissons, la déesse de Syrie lui ronge la partie antérieure des jambes, couvre son corps d'ulcères, et fait tomber son foie en pourriture (32).


]Ἆρ´ οὖν τὸ μὲν λέγειν τὰ φαῦλα περὶ τῶν θεῶν ἀνόσιον, τὸ δὲ δοξάζειν οὐκ ἀνόσιον; ἢ καὶ τὴν φωνὴν ἄτοπον ἡ δόξα ποιεῖ τοῦ βλασφημοῦντος; καὶ γὰρ ἡμεῖς τὴν βλασφημίαν ὅτι δυσμενείας σημεῖόν ἐστι προβαλλόμεθα, καὶ τοὺς κακῶς ἡμᾶς λέγοντας ἐχθροὺς νομίζομεν ὡς καὶ κακῶς φρονοῦντας. ὁρᾷς δ´ οἷα περὶ τῶν θεῶν οἱ (170e) δεισιδαίμονες φρονοῦσιν, ἐμπλήκτους ἀπίστους εὐμεταβόλους τιμωρητικοὺς ὠμοὺς μικρολύπους ὑπολαμβάνοντες, ἐξ ὧν ἀνάγκη καὶ μισεῖν τὸν δεισιδαίμονα καὶ φοβεῖσθαι τοὺς θεούς. πῶς γὰρ οὐ μέλλει, τὰ μέγιστα τῶν κακῶν αὑτῷ δι´ ἐκείνους οἰόμενος γεγονέναι καὶ πάλιν γενήσεσθαι; μισῶν δὲ θεοὺς καὶ φοβούμενος ἐχθρός ἐστι.

κἂν δεδοίκῃ, προσκυνεῖ γε καὶ θύει καὶ κάθηται πρὸς ἱεροῖς, καὶ οὐ θαυμαστόν ἐστι· καὶ γὰρ τοὺς τυράννους ἀσπάζονται περιέπουσι χρυσοῦς ἀνιστᾶσιν, ἀλλὰ μισοῦσι σιγῇ "κάρα σείοντες." Ἀλέξανδρον Ἑρμόλαος ἐθεράπευε, Παυσανίας ἐδορυφόρει Φίλιππον, (170f) . Χαιρέας Γάιον, ἀλλ´ ἕκαστος τούτων ἔλεγε παρακολουθῶν

ἦ ς´ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.

Οὐκ οἴεται θεοὺς εἶναι ὁ ἄθεος, ὁ δὲ δεισιδαίμων οὐ βούλεται, πιστεύει δ´ ἄκων· φοβεῖται γὰρ ἀπιστεῖν. καίτοι γ´ ὥσπερ ὁ Τάνταλος ὑπεκδῦναι τὸν λίθον ἐπαιωρούμενον οὕτω καὶ οὗτος τὸν φόβον ὡς οὐχ ἧττον ὑπ´ αὐτοῦ πιεζόμενος ἀγαπήσειεν ἄν, καὶ μακαρίσειε τὴν τοῦ ἀθέου διάθεσιν ὡς ἐλευθέριον. νυνὶ δὲ τῷ μὲν ἀθέῳ δεισιδαιμονίας οὐδὲν μέτεστιν, ὁ δὲ δεισιδαίμων τῇ προαιρέσει ἄθεος ὢν ἀσθενέστερός ἐστιν ἢ ὥστε δοξάζειν περὶ θεῶν ὃ βούλεται.

[171a) Καὶ μὴν ὁ ἄθεος δεισιδαιμονίας οὐδαμῆ συναίτιος, ἡ δὲ δεισιδαιμονία τῇ ἀθεότητι καὶ γενέσθαι παρέσχεν ἀρχὴν καὶ γενομένῃ δίδωσιν ἀπολογίαν, οὐκ ἀληθῆ μὲν οὐδὲ καλήν, προφάσεως δέ τινος οὐκ ἄμοιρον οὖσαν. οὐ γὰρ ἐν οὐρανῷ τι μεμπτὸν οὐδ´ ἐν ἄστροις οὐδ´ ἐν ὥραις ἢ περιόδοις σελήνης ἢ κινήσεσιν ἡλίου περὶ γῆν, "ἡμέρας καὶ νυκτὸς δημιουργοῖς," ἢ τροφαῖς ζῴων ἢ καρπῶν γενέσεσι πλημμελὲς καὶ ἄτακτον ἐνιδόντες οὕτως ἀθεότητα τοῦ παντὸς κατέγνωσαν, ἀλλὰ τῆς δεισιδαιμονίας ἔργα καὶ πάθη καταγέλαστα, καὶ ῥήματα καὶ κινήματα (171b) καὶ γοητεῖαι καὶ μαγεῖαι καὶ περιδρομαὶ καὶ τυμπανισμοὶ καὶ ἀκάθαρτοι μὲν καθαρμοὶ ῥυπαραὶ δ´ ἁγνεῖαι, βάρβαροι δὲ καὶ παράνομοι πρὸς ἱεροῖς κολασμοὶ καὶ προπηλακισμοί, ταῦτα δίδωσιν ἐνίοις λέγειν ὡς μὴ εἶναι θεοὺς ἄμεινον ἢ εἶναι, τοιαῦτα μὲν δεχομένους τοιούτοις δὲ χαίροντας, οὕτω δ´ ὑβριστάς, οὕτω δὲ μικρολόγους καὶ μικρολύπους.

Οὐκ ἄμεινον οὖν ἦν Γαλάταις ἐκείνοις καὶ Σκύθαις τὸ παράπαν μήτ´ ἔννοιαν ἔχειν θεῶν μήτε φαντασίαν μήθ´ ἱστορίαν ἢ θεοὺς εἶναι νομίζειν χαίροντας ἀνθρώπων σφαττομένων αἵματι καὶ (171c) τελεωτάτην θυσίαν καὶ ἱερουργίαν ταύτην νομίζοντας; τί δέ; Καρχηδονίοις οὐκ ἐλυσιτέλει Κριτίαν λαβοῦσιν ἢ Διαγόραν νομοθέτην ἀπ´ ἀρχῆς μήτε τινὰ δαιμόνων μήτε θεῶν νομίζειν ἢ τοιαῦτα θύειν οἷα τῷ Κρόνῳ ἔθυον; οὐχ ὥσπερ Ἐμπεδοκλῆς φησι τῶν τὰ ζῷα θυόντων καθαπτόμενος

μορφὴν δ´ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας
σφάζει ἐπευχόμενος μέγα νήπιος,

ἀλλ´ εἰδότες καὶ γιγνώσκοντες αὐτοὶ τὰ αὑτῶν τέκνα καθιέρευον, οἱ δ´ ἄτεκνοι παρὰ τῶν πενήτων ὠνούμενοι παιδία κατέσφαζον καθάπερ ἄρνας ἢ (171d) νεοσσούς, παρειστήκει δ´ ἡ μήτηρ ἄτεγκτος καὶ ἀστένακτος. εἰ δὲ στενάξειεν ἢ δακρύσειεν, ἔδει τῆς τιμῆς στέρεσθαι, τὸ δὲ παιδίον οὐδὲν ἧττον ἐθύετο· κρότου τε κατεπίμπλατο πάντα πρὸ τοῦ ἀγάλματος ἐπαυλούντων καὶ τυμπανιζόντων ἕνεκα τοῦ μὴ γενέσθαι τὴν βοὴν τῶν θρήνων ἐξάκουστον. εἰ δὲ Τυφῶνές τινες ἢ Γίγαντες ἦρχον ἡμῶν τοὺς θεοὺς ἐκβαλόντες, ποίαις ἂν ἥδοντο θυσίαις ἢ τίνας ἄλλας ἱερουργίας ἀπῄτουν;

Ἄμηστρις δ´ ἡ Ξέρξου γυνὴ δώδεκα κατώρυξεν ἀνθρώπους ζῶντας ὑπὲρ αὑτῆς τῷ Ἅιδῃ, ὃν ὁ Πλάτων φησὶ φιλάνθρωπον (171e) ὄντα καὶ σοφὸν καὶ πλούσιον, πειθοῖ καὶ λόγῳ κατέχοντα τὰς ψυχάς, Ἅιδην ὠνομάσθαι.

Ξενοφάνης δ´ ὁ φυσικὸς τοὺς Αἰγυπτίους κοπτομένους ἐν ταῖς ἑορταῖς καὶ θρηνοῦντας ὁρῶν ὑπέμνησεν οἰκείως. "οὗτοι," φησίν, "εἰ μὲν θεοί εἰσι, μὴ θρηνεῖτε αὐτούς· εἰ δ´ ἄνθρωποι, μὴ θύετε αὐτοῖς."

Ἀλλ´ οὐδὲν οὕτω πολυπλανὲς καὶ πολυπαθὲς νόσημα καὶ μεμιγμένον ἐναντίαις δόξαις καὶ μαχομέναις μᾶλλον ὡς τὸ τῆς δεισιδαιμονίας. φευκτέον οὖν αὐτὴν ἀσφαλῶς τε καὶ συμφερόντως, οὐχ ὥσπερ οἱ λῃστῶν ἢ θηρίων ἔφοδον ἢ πῦρ ἀπερισκέπτως (171f) καὶ ἀλογίστως περιφεύγοντες ἐμπίπτουσιν εἰς ἀνοδίας βάραθρα καὶ κρημνοὺς ἐχούσας. οὕτω γὰρ ἔνιοι φεύγοντες τὴν δεισιδαιμονίαν ἐμπίπτουσιν εἰς ἀθεότητα τραχεῖαν καὶ ἀντίτυπον, ὑπερπηδήσαντες ἐν μέσῳ κειμένην τὴν εὐσέβειαν.

ΠΛΟΥΤΑΡΧΟΣ - ΠΕΡΙ ΤΟΥ ΕΙ ΤΟΥ ΕΝ ΔΕΛΦΟΙΣ

[384D] 1. Στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, ὦ φίλε Σαραπίων, ἐνέτυχον πρῴην, ἃ Δικαίαρχος Εὐριπίδην οἴεται πρὸς Ἀρχέλαον εἰπεῖν·
“οὐ βούλομαι πλουτοῦντι δωρεῖσθαι πένης,
μή μ' ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ.”
χαρίζεται μὲν γὰρ οὐδὲν ὁ διδοὺς ἀπ' ὀλίγων μικρὰ τοῖς πολλὰ κεκτημένοις, ἀπιστούμενος δ' ἀντὶ μηδενὸς διδόναι [384E] κακοηθείας καὶ ἀνελευθερίας προσλαμβάνει δόξαν. ὅρα δ' ὅσον ἐλευθεριότητι καὶ κάλλει τὰ χρηματικὰ δῶρα λείπεται τῶν ἀπὸ λόγου καὶ σοφίας, <ἃ> καὶ διδόναι καλόν ἐστι καὶ διδόντας ἀνταιτεῖν ὅμοια παρὰ τῶν λαμβανόντων. ἐγὼ γοῦν πρὸς σὲ καὶ διὰ σοῦ τοῖς αὐτόθι φίλοις τῶν Πυθικῶν λόγων ἐνίους ὥσπερ ἀπαρχὰς ἀποστέλλων ὁμολογῶ προσδοκᾶν ἑτέρους καὶ πλείονας καὶ βελτίονας παρ' ὑμῶν, ἅτε δὴ καὶ πόλει χρωμένων μεγάλῃ καὶ σχολῆς μᾶλλον ἐν βιβλίοις πολλοῖς καὶ παντοδαπαῖς διατριβαῖς εὐπορούντων. ὁ δ' οὖν φίλος Ἀπόλλων ἔοικε τὰς μὲν περὶ τὸν βίον ἀπορίας ἰᾶσθαι καὶ διαλύειν θεμιστεύων τοῖς χρωμένοις, τὰς δὲ περὶ τὸν λόγον αὐτὸς ἐνιέναι καὶ προβάλλειν τῷ φύσει φιλοσόφῳ τῆς ψυχῆς ὄρεξιν ἐμποιῶν ἀγωγὸν ἐπὶ τὴν ἀλήθειαν, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι καὶ τῇ [περὶ] τοῦ εἶ καθιερώσει. τοῦτο γὰρ εἰκὸς οὐ κατὰ τύχην οὐδ' οἷον ἀπὸ κλήρου τῶν γραμμάτων μόνον ἐν προεδρίᾳ παρὰ τῷ θεῷ [385A] γενέσθαι καὶ λαβεῖν ἀναθήματος τάξιν ἱεροῦ καὶ θεάματος, ἀλλ' ἢ δύναμιν αὐτοῦ κατιδόντας ἰδίαν καὶ περιττὴν ἢ συμβόλῳ χρωμένους πρὸς ἕτερόν τι τῶν ἀξίων σπουδῆς τοὺς ἐν ἀρχῇ περὶ τὸν θεὸν φιλοσοφήσαντας οὕτω προσέσθαι. πολλάκις οὖν ἄλλοτε τὸν λόγον ἐν τῇ σχολῇ προβαλλόμενον ἐκκλίνας ἀτρέμα καὶ παρελθὼν ἔναγχος ὑπὸ τῶν υἱῶν ἐλήφθην ξένοις τισὶ συμφιλοτιμουμένων, οὓς εὐθὺς ἐκ Δελφῶν ἀπαίρειν μέλλοντας οὐκ ἦν εὐπρεπὲς παράγειν οὐδὲ παραιτεῖσθαι πάντως ἀκοῦσαί τι προθυμουμένους. ὡς δὲ καθίσας παρὰ τὸν νεὼν τὰ μὲν αὐτὸς ἠρξάμην ζητεῖν τὰ δ' ἐκείνους ἐρωτᾶν, ὑπὸ τοῦ τόπου καὶ τῶν λόγων αὐτῶν <ἀνεμνήσθην> ἃ πάλαι ποτὲ καθ' ὃν καιρὸν ἐπεδήμει Νέρων ἠκούσαμεν Ἀμμωνίου καί τινων ἄλλων διεξιόντων ἐνταῦθα τῆς αὐτῆς ἀπορίας ὁμοίως ἐμπεσούσης.
2. Ὅτι μὲν γὰρ οὐχ ἧττον ὁ θεὸς φιλόσοφος ἢ μάντις, ἐδόκει πᾶσιν ὀρθῶς πρὸς τοῦτο τῶν ὀνομάτων ἕκαστον Ἀμμώνιος τίθεσθαι καὶ διδάσκειν, ὡς Πύθιος μέν ἐστι τοῖς ἀρχομένοις μανθάνειν καὶ διαπυνθάνεσθαι, Δήλιος δὲ καὶ Φαναῖος οἷς ἤδη τι δηλοῦται καὶ ὑποφαίνεται τῆς ἀληθείας, Ἰσμήνιος δὲ τοῖς ἔχουσι τὴν ἐπιστήμην, καὶ Λεσχηνόριος ὅταν ἐνεργῶσι καὶ ἀπολαύωσι χρώμενοι τῷ διαλέγεσθαι καὶ φιλοσοφεῖν πρὸς ἀλλήλους. “ἐπεὶ δὲ τοῦ φιλοσοφεῖν” ἔφη “τὸ ζητεῖν <ἀρχή, τοῦ δὲ ζητεῖν> τὸ θαυμάζειν καὶ ἀπορεῖν, εἰκότως τὰ πολλὰ τῶν περὶ τὸν θεὸν ἔοικεν αἰνίγμασι κατακεκρύφθαι [καὶ] λόγον τινὰ ποθοῦντα διὰ τί καὶ διδασκαλίαν τῆς αἰτίας· οἷον ἐπὶ τοῦ πυρὸς τοῦ ἀθανάτου τὸ καίεσθαι μόνον αὐτόθι τῶν ξύλων ἐλάτην καὶ δάφνην ἐπιθυμιᾶσθαι, καὶ τὸ δύο Μοίρας ἱδρῦσθαι πανταχοῦ τριῶν νομιζομένων, καὶ τὸ μηδεμιᾷ γυναικὶ πρὸς τὸ χρηστήριον εἶναι προσελθεῖν, καὶ τὸ τοῦ τρίποδος, καὶ ὅσα τοιαῦτα, τοῖς μὴ παντάπασιν ἀλόγοις καὶ ἀψύχοις ὑφειμένα δελεάζει καὶ παρακαλεῖ πρὸς τὸ σκοπεῖν τι καὶ ἀκούειν καὶ διαλέγεσθαι περὶ αὐτῶν. ὅρα δὲ καὶ ταυτὶ τὰ προγράμματα, τὸ ‘γνῶθι σαυτόν' καὶ τό ‘μηδὲν ἄγαν', ὅσας ζητήσεις κεκίνηκε φιλοσόφοις καὶ ὅσον λόγων πλῆθος ἀφ' ἑκάστου καθάπερ ἀπὸ σπέρματος ἀναπέφυκεν· ὧν οὐδενὸς ἧττον οἶμαι γόνιμον λόγων εἶναι τὸ νῦν ζητούμενον.”
3. Εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου Λαμπρίας ὁ ἀδελφὸς εἶπε “καὶ μὴν ὃν ἡμεῖς ἀκηκόαμεν λόγον ἁπλοῦς τίς ἐστι καὶ κομιδῇ βραχύς. λέγουσι γὰρ ἐκείνους τοὺς σοφοὺς ὑπ' ἐνίων δὲ σοφιστὰς προσαγορευθέντας αὐτοὺς μὲν εἶναι πέντε, Χίλωνα καὶ Θαλῆν καὶ Σόλωνα καὶ Βίαντα καὶ Πιττακόν· ἐπεὶ δὲ Κλεόβουλος ὁ Λινδίων τύραννος, εἶτα Περίανδρος ὁ Κορίνθιος, οὐδὲν αὐτοῖς ἀρετῆς μετὸν οὐδὲ σοφίας, ἀλλὰ δυνάμει καὶ φίλοις καὶ χάρισι καταβιαζόμενοι τὴν δόξαν ἐνέβαλλον εἰς τοὔνομα τῶν σοφῶν καί τινας γνώμας καὶ λόγους ἐξέπεμπον καὶ διέσπειρον εἰς τὴν Ἑλλάδα τοῖς ὑπ' ἐκείνων λεγομένοις ὁμοίους· δυσχεράναντας ἄρα τοὺς ἄνδρας ἐξελέγχειν μὲν οὐκ ἐθέλειν τὴν ἀλαζονείαν οὐδὲ φανερῶς ὑπὲρ δόξης ἀπεχθάνεσθαι καὶ διαμάχεσθαι πρὸς ἀνθρώπους μέγα δυναμένους, ἐνταῦθα δὲ συνελθόντας αὐτοὺς καθ' αὑτοὺς καὶ διαλεχθέντας ἀλλήλοις ἀναθεῖναι τῶν γραμμάτων ὃ τῇ τε τάξει πέμπτον ἐστὶ καὶ τοῦ ἀριθμοῦ τὰ πέντε δηλοῖ, μαρτυρομένους μὲν ὑπὲρ αὑτῶν πρὸς τὸν θεὸν ὅτι πέντ' εἰσί, τὸν δ' ἕβδομον καὶ τὸν ἕκτον ἀποποιουμένους καὶ ἀποβάλλοντας ὡς οὐ προσήκοντας αὑτοῖς. ὅτι δ' οὐκ ἀπὸ σκοποῦ ταῦτα λέγεται, γνοίη τις ἂν ἀκούσας τῶν κατὰ τὸ ἱερὸν τὸ μὲν χρυσοῦν εἶ Λιβίας τῆς Καίσαρος [386A] γυναικὸς ὀνομαζόντων, τὸ δὲ χαλκοῦν Ἀθηναίων· τὸ δὲ πρῶτον καὶ παλαιότατον τῇ δ' οὐσίᾳ ξύλινον ἔτι νῦν τῶν σοφῶν καλοῦσιν, ὡς οὐχ ἑνὸς ἀλλὰ κοινὸν ἀνάθημα πάντων γενόμενον.”
4. Ὁ μὲν οὖν Ἀμμώνιος ἡσυχῆ διεμειδίασεν, ὑπονοήσας ἰδίᾳ τὸν Λαμπρίαν δόξῃ κεχρῆσθαι, πλάττεσθαι δ' ἱστορίαν καὶ ἀκοὴν ἑτέρων πρὸς τὸ ἀνυπεύθυνον· ἕτερος δέ τις ἔφη τῶν παρόντων, ὡς ὅμοια ταῦτ' ἐστὶν οἷς πρῴην ὁ Χαλδαῖος ἐφλυάρει ξένος, ἑπτὰ μὲν εἶναι τὰ φωνὴν ἰδίαν ἀφιέντα τῶν γραμμάτων, ἑπτὰ δὲ τοὺς κίνησιν αὐτοτελῆ καὶ ἀσύνδετον ἐν οὐρανῷ κινουμένους ἀστέρας· εἶναι δὲ τῇ τάξει δεύτερον τό τ' εἶ τῶν φωνηέντων ἀπ' ἀρχῆς καὶ τὸν ἥλιον ἀπὸ σελήνης τῶν πλανήτων· ἡλίῳ δ' Ἀπόλλωνα τὸν αὐτὸν ὡς ἔπος εἰπεῖν πάντας Ἕλληνας νομίζειν. “ἀλλὰ ταυτὶ μέν” ἔφη “παντάπασιν ἐκ πίνακος καὶ πυλαίας.”
Ὁ δὲ Λαμπρίας ἔλαθεν, ὡς ἔοικε, τοὺς ἀφ' ἱεροῦ κινήσας ἐπὶ τὸν αὑτοῦ λόγον. ἃ μὲν γὰρ ἐκεῖνος εἶπεν, οὐδεὶς ἐγίγνωσκε Δελφῶν· τὴν δὲ κοινὴν καὶ περιηγητικὴν δόξαν εἰς τὸ μέσον προῆγον, οὔτε τὴν ὄψιν ἀξιοῦντες οὔτε τὸν φθόγγον ἀλλὰ τοὔνομα μόνον τοῦ γράμματος ἔχειν τι σύμβολον. 5. “ἔστι γάρ” ὡς ὑπολαμβάνουσι Δελφοὶ καὶ τότε προηγορῶν ἔλεγε Νίκανδρος ὁ ἱερεύς “σχῆμα καὶ μορφὴ τῆς πρὸς τὸν θεὸν ἐντεύξεως καὶ τάξιν ἡγεμονικὴν ἐν τοῖς ἐρωτήμασιν ἔχει τῶν χρωμένων ἑκάστοτε διαπυνθανομένων, εἰ νικήσουσιν, εἰ γαμήσουσιν, εἰ συμφέρει πλεῖν, εἰ γεωργεῖν, εἰ ἀποδημεῖν. τοῖς δὲ διαλεκτικοῖς χαίρειν ἔλεγε σοφὸς ὢν ὁ θεὸς οὐδὲν οἰομένοις ἐκ τοῦ ‘εἰ’ μορίου καὶ τοῦ μετ' αὐτοῦ <ταχθέντος> ἀξιώματος πρᾶγμα γίγνεσθαι, πάσας τὰς ἐρωτήσεις ὑποτεταγμένας τούτῳ καὶ νοῶν ὡς πράγματα καὶ προσιέμενος. ἐπεὶ δ' ἴδιον τὸ ἐρωτᾶν ὡς μάντιν ἐστὶν ἡμῖν καὶ τὸ εὔχεσθαι κοινὸν ὡς πρὸς θεὸν, οὐχ ἧττον οἴονται τῆς πευστικῆς τὴν εὐκτικὴν τὸ γράμμα περιέχειν δύναμιν· ‘εἰ γάρ' [ὤφελον] φησὶν ἕκαστος τῶν εὐχομένων. καὶ Ἀρχίλοχος
‘εἰ γὰρ ὣς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν.’
καὶ τοῦ ‘εἴθε' τὴν δευτέραν συλλαβὴν παρέλκεσθαί φασιν, οἷον τὸ Σώφρονος
‘ἄλλα τέκνων θην δευμένα·'
καὶ τὸ Ὁμηρικόν (Ρ 29)
‘ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος·’
ἐν δὲ τῷ ‘εἰ' τὸ εὐκτικὸν [καὶ] ἀποχρώντως δηλοῦσθαι.”
6. Ταῦτα τοῦ Νικάνδρου διελθόντος, οἶσθα γὰρ δὴ Θέωνα τὸν ἑταῖρον, ἤρετο τὸν Ἀμμώνιον, εἰ διαλεκτικῇ παρρησίας μέτεστιν οὕτω περιυβρισμένῃ <καὶ κακῶς> ἀκηκουίᾳ· τοῦ δ' Ἀμμωνίου λέγειν παρακελευομένου καὶ βοηθεῖν “ἀλλ' ὅτι μέν” ἔφη “διαλεκτικώτατος ὁ θεός ἐστιν, οἱ πολλοὶ τῶν χρησμῶν δηλοῦσιν. τοῦ γὰρ αὐτοῦ δήπουθέν ἐστι καὶ λύειν καὶ ποιεῖν ἀμφιβολίας. ἔτι δ', ὥσπερ Πλάτων ἔλεγε χρησμοῦ δοθέντος ὅπως τὸν ἐν Δήλῳ βωμὸν διπλασιάσωσιν, ὃ τῆς ἄκρας ἕξεως περὶ γεωμετρίαν ἔργον ἐστίν, οὐ τοῦτο προστάττειν τὸν θεὸν ἀλλὰ γεωμετρεῖν διακελεύεσθαι τοῖς Ἕλλησιν, οὕτως ἄρα χρησμοὺς ἀμφιβόλους ἐκφέρων ὁ θεὸς αὔξει καὶ συνίστησι διαλεκτικὴν ὡς ἀναγκαίαν τοῖς μέλλουσιν ὀρθῶς αὐτοῦ συνήσειν. ἐν δὲ διαλεκτικῇ δήπου μεγίστην ἔχει δύναμιν ὁ συναπτικὸς οὑτοσὶ σύνδεσμος, ἅτε δὴ τὸ λογικώτατον σχηματίζων ἀξίωμα· πῶς γὰρ οὐ τοιοῦτο τὸ συνημμένον, εἴ γε τῆς μὲν ὑπάρξεως τῶν πραγμάτων ἔχει καὶ τὰ θηρία γνῶσιν, ἀκολούθου δὲ θεωρίαν καὶ κρίσιν ἀνθρώπῳ μόνῳ παραδέδωκεν ἡ φύσις; ὅτι μὲν γάρ ‘ἡμέρα' καὶ ‘φῶς' ἔστιν, αἰσθάνονται δήπου καὶ λύκοι καὶ κύνες καὶ ὄρνιθες· [387A] ὅτι δ' ‘εἰ ἡμέρα, φῶς ἔστιν', οὐδὲν ἄλλο συνίησι πλὴν ἄνθρωπος, ἡγουμένου καὶ λήγοντος ἐμφάσεώς τε καὶ συναρτήσεως τούτων πρὸς ἄλληλα καὶ σχέσεως καὶ διαφορᾶς μόνος ἔχων ἔννοιαν, ἐξ ὧν αἱ ἀποδείξεις τὴν κυριωτάτην ἀρχὴν λαμβάνουσιν. ἐπεὶ τοίνυν φιλοσοφία μὲν περὶ ἀλήθειάν ἐστιν ἀληθείας δὲ φῶς ἀπόδειξις ἀποδείξεως δ' ἀρχὴ τὸ συνημμένον, εἰκότως ἡ τοῦτο συνέχουσα καὶ ποιοῦσα δύναμις ὑπὸ σοφῶν ἀνδρῶν τῷ μάλιστα τὴν ἀλήθειαν ἠγαπηκότι θεῷ καθιερώθη. καὶ μάντις μὲν ὁ θεὸς μαντικὴ δὲ τέχνη περὶ τὸ μέλλον ἐκ τῶν παρόντων ἢ παρῳχημένων· οὐδενὸς γὰρ οὔτ' ἀναίτιος ἡ γένεσις οὔτ' ἄλογος ἡ πρόγνωσις· ἀλλ' ἐπεὶ πάντα τοῖς <τε> γεγονόσι τὰ γιγνόμενα τά τε γενησόμενα τοῖς γιγνομένοις ἕπεται καὶ συνήρτηται κατὰ διέξοδον ἀπ' ἀρχῆς εἰς τέλος περαίνουσαν, ὁ τὰς αἰτίας εἰς ταὐτὸ συνδεῖν τε πρὸς ἄλληλα καὶ συμπλέκειν φυσικῶς ἐπιστάμενος οἶδε καὶ προλέγει
‘τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα.'
καὶ καλῶς Ὅμηρος (Α 70) πρῶτον ἔταξε τὰ παρόντα εἶτα τὸ μέλλον καὶ τὸ παρῳχημένον. ἀπὸ γὰρ τοῦ ὄντος ὁ συλλογισμὸς κατὰ τὴν τοῦ συνημμένου δύναμιν, ὡς ‘εἰ τόδ' ἐστί, τόδε προηγεῖται' καὶ πάλιν ‘εἰ τόδ' ἐστί, τόδε γενήσεται.' τὸ γὰρ τεχνικὸν καὶ λογικὸν ὥσπερ εἴρηται γνῶσις ἀκολουθίας, τὴν δὲ πρόσληψιν ἡ αἴσθησις τῷ λόγῳ δίδωσιν. ὅθεν, εἰ καὶ γλίσχρον εἰπεῖν, οὐκ ἀποστρέψομαι τοῦτον εἶναι τὸν τῆς ἀληθείας τρίποδα τὸν λόγον, ὃς τὴν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον ἀκολουθίαν θέμενος εἶτα προσλαβὼν τὴν ὕπαρξιν ἐπάγει τὸ συμπέρασμα τῆς ἀποδείξεως. τὸν οὖν Πύθιον, εἰ δὴ μουσικῇ τε<ρπόμενος> ἥδεται καὶ κύκνων φωναῖς καὶ κιθάρας ψόφοις, τί θαυμαστόν ἐστι διαλεκτικῆς φιλίᾳ τοῦτ' ἀσπάζεσθαι τοῦ λόγου τὸ μέρος καὶ ἀγαπᾶν, ὧ μάλιστα καὶ πλείστῳ προσχρωμένους ὁρᾷ τοὺς φιλοσόφους; ὁ δ' Ἡρακλῆς οὔπω τὸν Προμηθέα λελυκὼς οὐδὲ τοῖς περὶ τὸν Χείρωνα καὶ Ἄτλαντα σοφισταῖς διειλεγμένος ἀλλὰ νέος ὢν καὶ κομιδῇ Βοιώτιος ἀναιρῶν τὴν διαλεκτικὴν καὶ καταγελῶν τοῦ ‘εἰ τὸ πρῶτον, τὸ δεύτερον' ὑποσπᾶν ἔδοξε βίᾳ τὸν τρίποδα καὶ διαμάχεσθαι πρὸς τὸν θεὸν ὑπὲρ τῆς τέχνης· ἐπεὶ προϊών γε τῷ χρόνῳ καὶ οὗτος ἔοικε μαντικώτατος ὁμοῦ γενέσθαι καὶ διαλεκτικώτατος.”
7. Παυσαμένου δὲ τοῦ Θέωνος Εὔστροφον Ἀθηναῖον οἶμαι τὸν εἰπόντα εἶναι πρὸς ἡμᾶς “ὁρᾷς, ὡς ἀμύνει τῇ [387E] διαλεκτικῇ Θέων προθύμως, μονονοὺ τὴν λεοντῆν ἐπενδυσάμενος; οὕτως οὐδ' ἡμᾶς τοὺς πάντα συλλήβδην πράγματα καὶ φύσεις καὶ ἀρχὰς θείων ὁμοῦ καὶ ἀνθρωπείων ἐν ἀριθμῷ τιθεμένους καὶ πολὺ μάλιστα τῶν καλῶν καὶ τιμίων τοῦτον ἡγεμόνα ποιουμένους καὶ κύριον εἰκὸς ἡσυχίαν ἄγειν, ἀλλ' ἀπάρξασθαι τῷ θεῷ τῆς φίλης μαθηματικῆς, αὐτὸ μὲν ἐφ' ἑαυτοῦ μήτε δυνάμει μήτε μορφῇ μήτε τῷ ῥήματι τὸ Ε τῶν ἄλλων στοιχείων διαφέρειν ἡγουμένους, ὡς δὲ μεγάλου πρὸς τὰ ὅλα καὶ κυρίου σημεῖον ἀριθμοῦ προτετιμῆσθαι τῆς πεμπάδος, ἀφ' οὗ τὸ ἀριθμεῖν οἱ σοφοὶ πεμπάζειν ὠνόμαζον.” ταῦτα δὲ πρὸς ἡμᾶς ἔλεγεν οὐ παίζων ὁ Εὔστροφος, ἀλλ' ἐπεὶ τηνικαῦτα προσεκείμην τοῖς μαθήμασιν ἐμπαθῶς, τάχα δὴ μέλλων εἰς πάντα τιμήσειν τό “μηδὲν ἄγαν” ἐν Ἀκαδημείᾳ γενόμενος.
8. Εἶπον οὖν κάλλιστα τὸν Εὔστροφον τῷ ἀριθμῷ λύειν τὴν ἀπορίαν. “ἐπεὶ γάρ” ἔφην “εἰς τὸ ἄρτιον νενεμημένου [388A] παντὸς ἀριθμοῦ καὶ τὸ περιττὸν ἡ μὲν μονὰς ἀμφοτέρων ἐπίκοινός ἐστι τῇ δυνάμει (διὸ καὶ προστιθεμένη τὸν μὲν περιττὸν ἀριθμὸν ἄρτιον ποιεῖ τὸν δ' ἄρτιον περιττόν), ἀρχὴν δὲ τοῦ μὲν ἀρτίου τὰ δύο τοῦ δὲ περιττοῦ τὰ τρία ποιοῦνται, τὰ δὲ πέντε γεννᾶται τούτων πρὸς ἀλλήλους μιγνυμένων, εἰκότως ἔσχηκε τιμὴν <ὁ> πρῶτος ἐκ πρώτων ἀποτελούμενος καὶ γάμος ἐπωνόμασται τῇ τοῦ ἀρτίου πρὸς τὸ θῆλυ περιττοῦ δ' αὖ πρὸς τὸ ἄρρεν ὁμοιότητι· ταῖς γὰρ εἰς ἴσα τομαῖς τῶν ἀριθμῶν ὁ μὲν ἄρτιος πάντῃ διιστάμενος ὑπολείπει τινὰ δεκτικὴν ἀρχὴν οἷον ἐν ἑαυτῷ καὶ χώραν, ἐν δὲ τῷ περιττῷ τὸ αὐτὸ παθόντι μέσον ἀεὶ περίεστι τῆς νεμήσεως μόριον· [388B] ἧ καὶ γονιμώτερός ἐστι τοῦ ἑτέρου καὶ μιγνύμενος ἀεὶ κρατεῖ κρατεῖται δ' οὐδέποτε· γίγνεται γὰρ ἐξ ἀμφοῖν κατ' οὐδεμίαν μῖξιν ἄρτιος ἀλλὰ κατὰ πάσας περιττός. ἔτι δὲ μᾶλλον αὐτὸς ἐπιβάλλων αὑτῷ καὶ συντιθέμενος δείκνυσι τὴν διαφορὰν ἑκάτερος· ἄρτιος μὲν γὰρ οὐδεὶς ἀρτίῳ συνελθὼν περισσὸν παρέσχεν οὐδ' ἐξέβη τὸ οἰκεῖον ὑπ' ἀσθενείας ἄγονος ὢν ἑτέρου καὶ ἀτελής· περισσοὶ δὲ μιγνύμενοι περισσοῖς ἀρτίους πολλοὺς διὰ τὸ πάντῃ γόνιμον ἀποτελοῦσι. τὰς δ' ἄλλας οὐκ ἄν [388C] τις ἐν καιρῷ νῦν ἐπεξίοι δυνάμεις καὶ διαφορὰς τῶν ἀριθμῶν. ὡς οὖν ἄρρενός τε τοῦ πρώτου καὶ θήλεος ὁμιλίᾳ τὰ πέντε γιγνόμενα γάμον οἱ Πυθαγόρειοι προσεῖπον. ἔστι δ' ἧ καὶ φύσις λέλεκται τῷ περὶ αὑτὸν πολλαπλασιασμῷ πάλιν εἰς ἑαυτὸν περαίνων. ὡς γὰρ ἡ φύσις λαβοῦσα πυρὸν ἐν σπέρματι καὶ χθαμένη πολλὰ μὲν ἐν μέσῳ φύει σχήματα καὶ εἴδη, δι' ὧν ἐπὶ τέλος ἐξάγει τὸ ἔργον, ἐπὶ πᾶσι δὲ πυρὸν ἀνέδειξεν ἀποδοῦσα τὴν ἀρχὴν ἐν τῷ τέλει τοῦ παντός, οὕτω τῶν λοιπῶν ἀριθμῶν, ὅταν αὑτοὺς πολλαπλασιάσωσιν, εἰς ἑτέρους [388D] τελευτώντων τῇ αὐξήσει μόνος ὁ τῶν πέντε καὶ ἓξ γενόμενος τοσαυτάκις αὑτοὺς ἀναφέρουσι καὶ ἀνασῴζουσιν. ἑξάκις γὰρ τὰ ἓξ τριακονταέξ, καὶ πεντάκις τὰ πέντε εἰκοσιπέντε γίγνεται. καὶ πάλιν ὁ μὲν τῶν ἓξ ἅπαξ τοῦτο ποιεῖ καὶ μοναχῶς αὐτὸς ἐφ' ἑαυτοῦ τετράγωνος γιγνόμενος· τῇ δὲ πεμπάδι καὶ τοῦτο μὲν συμβέβηκε κατὰ πολλαπλασιασμόν, ἰδίως δὲ τὸ κατὰ σύνθεσιν ἢ ἑαυτὴν ἢ <τὴν> δεκάδα ποιεῖν παρὰ μέρος ἐπιβάλλουσαν αὑτῇ, καὶ τοῦτο γίγνεσθαι μέχρι παντός, ἀπομιμουμένου τοῦ ἀριθμοῦ τὴν τὰ ὅλα διακοσμοῦσαν ἀρχήν. ὡς γὰρ ἐκείνην ὑπαλλάττουσαν ἐκ μὲν ἑαυτῆς τὸν κόσμον [388E] ἐκ δὲ τοῦ κόσμου πάλιν ἑαυτὴν ἀποτελεῖν ‘πυρός τε ἀνταμοιβὴν τὰ πάντα' φησὶν ὁ Ἡράκλειτος ‘καὶ πῦρ ἁπάντων, ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός,' οὕτως ἡ τῆς πεμπάδος πρὸς ἑαυτὴν σύνοδος οὐδὲν οὔτ' ἀτελὲς οὔτ' ἀλλότριον γεννᾶν πέφυκεν, ἀλλ' ὡρισμένας ἔχει μεταβολάς· ἢ γὰρ αὑτὴν ἢ τὴν δεκάδα γεννᾷ, τουτέστιν ἢ τὸ οἰκεῖον ἢ τὸ τέλειον. 9. ἐὰν οὖν ἔρηταί τις, τί ταῦτα πρὸς τὸν Ἀπόλλωνα, φήσομεν οὐχὶ μόνον, ἀλλὰ καὶ πρὸς τὸν Διόνυσον, ὧ τῶν Δελφῶν οὐδὲν ἧττον ἢ τῷ Ἀπόλλωνι μέτεστιν. ἀκούομεν οὖν τῶν θεολόγων τὰ μὲν ἐν [388F] ποιήμασι τὰ δ' ἄνευ μέτρου λεγόντων καὶ ὑμνούντων, ὡς ἄφθαρτος ὁ θεὸς καὶ ἀίδιος πεφυκώς, ὑπὸ δή τινος εἱμαρμένης γνώμης καὶ λόγου μεταβολαῖς ἑαυτοῦ χρώμενος ἄλλοτε μὲν εἰς πῦρ ἀνῆψε τὴν φύσιν πάντα ὁμοιώσας πᾶσιν, ἄλλοτε δὲ παντοδαπὸς ἔν τε μορφαῖς καὶ ἐν πάθεσι καὶ δυνάμεσι διαφόροις γιγνόμενος, ὡς γίγνεται νῦν, κόσμος ὀνομάζεται [δὲ] τῷ γνωριμωτάτῳ τῶν ὀνομάτων. κρυπτόμενοι δὲ τοὺς πολλοὺς οἱ σοφώτεροι τὴν μὲν εἰς πῦρ μεταβολὴν Ἀπόλλωνά τε τῇ μονώσει Φοῖβόν τε τῷ καθαρῷ καὶ ἀμιάντῳ καλοῦσι, [389A] τῆς δ' εἰς πνεύματα καὶ ὕδωρ καὶ γῆν καὶ ἄστρα καὶ φυτῶν ζῴων τε γενέσεις τροπῆς αὐτοῦ καὶ διακοσμήσεως τὸ μὲν πάθημα καὶ τὴν μεταβολὴν διασπασμόν τινα καὶ διαμελισμὸν αἰνίττονται, Διόνυσον δὲ καὶ Ζαγρέα καὶ Νυκτέλιον καὶ Ἰσοδαίτην αὐτὸν ὀνομάζουσι καὶ φθοράς τινας καὶ ἀφανισμοὺς εἶτα δ' ἀναβιώσεις καὶ παλιγγενεσίας οἰκεῖα ταῖς εἰρημέναις μεταβολαῖς αἰνίγματα καὶ μυθεύματα περαίνουσι· καὶ ἄδουσι τῷ μὲν διθυραμβικὰ μέλη παθῶν μεστὰ καὶ μεταβολῆς πλάνην τινὰ καὶ διαφόρησιν ἐχούσης· ‘μιξοβόαν' γὰρ Αἰσχύλος φησί [389B] ‘πρέπει διθύραμβον ὁμαρτεῖν σύγκωμον Διονύσῳ', τῷ δὲ παιᾶνα, τεταγμένην καὶ σώφρονα μοῦσαν, ἀγήρων τε τοῦτον ἀεὶ καὶ νέον ἐκεῖνον δὲ πολυειδῆ καὶ πολύμορφον ἐν γραφαῖς καὶ πλάσμασι δημιουργοῦσι· καὶ ὅλως τῷ μὲν ὁμοιότητα καὶ τάξιν καὶ σπουδὴν ἄκρατον, τῷ δὲ μεμιγμένην τινὰ παιδιᾷ καὶ ὕβρει [καὶ σπουδῇ] καὶ μανίᾳ προσφέροντες ἀνωμαλίαν ‘εὔιον ὀρσιγύναικα μαινομέναις Διόνυσον ἀνθέοντα τιμαῖς' ἀνακαλοῦσιν, οὐ φαύλως ἑκατέρας μεταβολῆς τὸ οἰκεῖον λαμβάνοντες. [389C] ἐπεὶ δ' οὐκ ἴσος ὁ τῶν περιόδων ἐν ταῖς μεταβολαῖς χρόνος, ἀλλὰ μείζων ὁ τῆς ἑτέρας ἣν ‘κόρον' καλοῦσιν, ὁ δὲ τῆς ‘χρησμοσύνης' ἐλάττων, τὸ κατὰ λόγον τηροῦντες ἐνταῦθα τὸν μὲν ἄλλον ἐνιαυτὸν παιᾶνι χρῶνται περὶ τὰς θυσίας, ἀρχομένου δὲ χειμῶνος ἐπεγείραντες τὸν διθύραμβον τὸν δὲ παιᾶνα καταπαύσαντες τρεῖς μῆνας ἀντ' ἐκείνου τοῦτον κατακαλοῦνται τὸν θεόν· ὅπερ τρία πρὸς ἐννέα, τοῦτο τὴν διακόσμησιν οἰόμενοι χρόνῳ πρὸς τὴν ἐκπύρωσιν εἶναι.”
10. “Ἀλλὰ ταῦτα μὲν ἱκανοῦ καιροῦ μᾶλλον ἀπομεμήκυνται· δῆλον δ' ὅτι συνοικειοῦσιν αὐτῷ τὴν πεμπάδα νῦν [389D] μὲν αὐτὴν ἑαυτὴν ὡς τὸ πῦρ αὖθις δὲ τὴν δεκάδα ποιοῦσαν ἐξ ἑαυτῆς ὡς τὸν κόσμον. τῆς δὲ δὴ μάλιστα κεχαρισμένης τῷ θεῷ μουσικῆς οὐκ οἰόμεθα τούτῳ τῷ ἀριθμῷ μετεῖναι; τὸ γὰρ πλεῖστον ὡς ἔπος εἰπεῖν ἔργον ἁρμονικῆς περὶ τὰς συμφωνίας ἐστίν, αὗται δ' ὅτι πέντε καὶ οὐ πλείους, ὁ λόγος ἐξελέγχει τὸν ἐν χορδαῖς καὶ τρυπήμασι ταῦτα θηρᾶν ἀλόγως τῇ αἰσθήσει βουλόμενον. πᾶσαι γὰρ ἐν λόγοις τὴν γένεσιν ἀριθμῶν λαμβάνουσιν· καὶ λόγος ἐστὶ τῆς μὲν διὰ τεσσάρων ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλάσιος δὲ τῆς διὰ πασῶν, τῆς δὲ διὰ πασῶν καὶ διὰ πέντε τριπλάσιος, καὶ τετραπλάσιος τῆς δὶς διὰ πασῶν. [389E] ἣν δὲ ταύταις ἐπεισάγουσιν οἱ ἁρμονικοὶ διὰ πασῶν καὶ διὰ τεσσάρων ὀνομάζοντες ἔξω μέτρου βαίνουσαν, οὐκ ἄξιόν ἐστι δέχεσθαι τῆς ἀκοῆς τῷ ἀλόγῳ παρὰ τὸν λόγον ὥσπερ νόμῳ χαριζομένους. ἵνα τοίνυν ἀφῶ πέντε <τὰς> τετραχόρδων θέσεις καὶ πέντε τοὺς πρώτους εἴτε τόνους ἢ τρόπους εἴθ' ἁρμονίας χρὴ καλεῖν, ὧν ἐπιτάσει καὶ ὑφέσει τρεπομένων κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ λοιπαὶ βαρύτητές εἰσι καὶ ὀξύτητες, ἆρ' οὐχὶ πολλῶν μᾶλλον δ' ἀπείρων διαστημάτων ὄντων τὰ μελῳδούμενα μόνα πέντ' ἐστί, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον, ἄλλο [389F] δ' οὐδὲν οὔτε μικρότερον οὔτε μεῖζον ἐν φωναῖς χωρίον ὀξύτητι καὶ βαρύτητι περατούμενον μελῳδητόν ἐστι;”
11. “Πολλὰ δ' ἄλλα τοιαῦτ'” ἔφην ἐγώ “παρελθὼν τὸν Πλάτωνα προσάξομαι λέγοντα κόσμον ἕνα, ὡς εἴπερ εἰσὶ παρὰ τοῦτον ἕτεροι καὶ μὴ μόνος οὗτος εἷς, πέντε τοὺς πάντας ὄντας καὶ μὴ πλείονας. οὐ μὴν ἀλλὰ κἂν εἷς οὗτος ἦ μονογενής, ὡς οἴεται καὶ Ἀριστοτέλης, τρόπον τινὰ καὶ τοῦτον ἐκ πέντε συγκείμενον κόσμων καὶ συνηρμοσμένον εἶναι· [390A] ὧν ὁ μέν ἐστι γῆς ὁ δ' ὕδατος, τρίτος δὲ καὶ τέταρτος ἀέρος καὶ πυρός· τὸν δὲ πέμπτον οὐρανὸν οἱ δὲ φῶς οἱ δ' αἰθέρα καλοῦσιν, οἱ δ' αὐτὸ τοῦτο πέμπτην οὐσίαν, ἧ τὸ κύκλῳ περιφέρεσθαι μόνῃ τῶν σωμάτων κατὰ φύσιν ἐστίν, οὐκ ἐξ ἀνάγκης οὐδ' ἄλλως συμβεβηκός. διὸ δὴ καὶ τὰ πέντε κάλλιστα καὶ τελεώτατα σχήματα τῶν ἐν τῇ φύσει κατανοήσας, πυραμίδα καὶ κύβον καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἕκαστον οἰκείως ἑκάστῳ προσένειμεν. 12. εἰσὶ δ' οἳ καὶ τὰς τῶν αἰσθήσεων δυνάμεις ἰσαρίθμους οὔσας τοῖς πρώτοις ἐκείνοις συνοικειοῦσι, τὴν μὲν ἁφὴν ὁρῶντες [390B] ἀντίτυπον οὖσαν καὶ γεώδη, τὴν δὲ γεῦσιν ὑγρότητι τῶν γευστῶν τὰς ποιότητας προσιεμένην. ἀὴρ δὲ πληγεὶς ἐν ἀκοῇ γίγνεται φωνὴ καὶ ψόφος. δυεῖν δὲ τῶν λοιπῶν ὀσμὴ μέν, ἣν ὄσφρησις εἴληχεν, ἀναθυμίασις οὖσα καὶ γεννωμένη θερμότητι πυρῶδές ἐστιν, αἰθέρι δὲ καὶ φωτὶ διὰ συγγένειαν διαλαμπούσης τῆς ὄψεως γίγνεται κρᾶσις ἐξ ἀμφοῖν ὁμοιοπαθὴς καὶ σύμπηξις. ἄλλην δ' οὔτε τὸ ζῷον αἴσθησιν οὔθ' ὁ κόσμος ἔχει φύσιν ἁπλῆν καὶ ἄμικτον· ἀλλὰ θαυμαστή τις, ὡς ἔοικε, διανομὴ γέγονε τῶν πέντε πρὸς τὰ πέντε καὶ σύλληξις.”
[390C] 13. Ἅμα δέ πως ἐπιστήσας καὶ διαλιπών “οἷον” εἶπον “ὦ Εὔστροφε, πεπόνθαμεν, ὀλίγου παρελθόντες τὸν Ὅμηρον (Ο 187) ὡς οὐχὶ πρῶτον εἰς πέντε νείμαντα μερίδας τὸν κόσμον, ὃς τὰς μὲν ἐν μέσῳ τρεῖς ἀποδέδωκε τοῖς τρισὶ θεοῖς, δύο δὲ τὰς ἄκρας ὄλυμπον καὶ γῆν, ὧν ἡ μέν ἐστι τῶν κάτω πέρας ὁ δὲ τῶν ἄνω, κοινὰς καὶ ἀνεμήτους ἀφῆκεν. ‘ἀλλ' ἀνοιστέος' ὁ ‘λόγος' ὡς Εὐριπίδης φησίν. οἱ γὰρ τὴν τετράδα σεμνύναντες οὐ φαύλως διδάσκουσιν, ὅτι τῷ ταύτης λόγῳ πᾶν σῶμα γένεσιν ἔσχηκεν. [390D] ἐπεὶ γὰρ ἐν μήκει καὶ πλάτει βάθος λαβόντι πᾶν τὸ στερεόν ἐστι, καὶ μήκους μὲν προυφίσταται στιγμὴ κατὰ μονάδα ταττομένη, μῆκος δ' ἀπλατὲς [ἡ] γραμμὴ καλεῖται καὶ δυάς ἐστιν, ἡ δ' ἐπὶ πλάτος γραμμῆς κίνησις ἐπιφανείας γένεσιν ἐν τριάδι παρέσχε, βάθους δὲ τούτοις προσγενομένου διὰ τεττάρων εἰς στερεὸν ἡ αὔξησις προβαίνει, παντὶ δῆλον, ὅτι δεῦρο τὴν φύσιν ἡ τετρὰς προαγαγοῦσα, μέχρι τοῦ σῶμα τελειῶσαι καὶ παρασχεῖν ἁπτὸν ὄγκον καὶ ἀντίτυπον, εἶτ' ἀπολέλοιπεν ἐνδεᾶ τοῦ μεγίστου. τὸ γὰρ ἄψυχον ὡς ἁπλῶς εἰπεῖν ὀρφανὸν καὶ ἀτελὲς καὶ [390E] πρὸς οὐδ' ὁτιοῦν μὴ χρωμένης ψυχῆς ἐπιτήδειον· ἡ δὲ τὴν ψυχὴν ἐμποιοῦσα κίνησις ἢ διάθεσις μεταβολῇ διὰ πέντε γιγνομένη τῇ φύσει τὸ τέλειον ἀποδίδωσι καὶ τοσούτῳ κυριώτερον ἔχει τῆς τετράδος λόγον, ὅσῳ τιμῇ διαφέρει τοῦ ἀψύχου τὸ ζῷον. ἔτι δ' ἰσχύσασα μᾶλλον ἡ τῶν πέντε συμμετρία καὶ δύναμις οὐκ εἴασεν εἰς ἄπειρα γένη προελθεῖν τὸ ἔμψυχον, ἀλλὰ πέντε τῶν ζώντων ἁπάντων ἰδέας παρέσχεν. εἰσὶ γὰρ θεοὶ δήπου καὶ δαίμονες καὶ ἥρωες, εἶτα μετὰ τούτους τὸ τέταρτον ἄνθρωποι γένος, ἔσχατον δὲ καὶ πέμπτον τὸ ἄλογον καὶ θηριῶδες. [390F] ἔτι δ' εἰ τὴν ψυχὴν αὐτὴν κατὰ φύσιν διαιροῖς, πρῶτον αὐτῆς καὶ ἀμαυρότατόν ἐστι τὸ θρεπτικὸν δεύτερον δὲ τὸ αἰσθητικὸν εἶτα τὸ ἐπιθυμητικὸν εἶτ' ἐπὶ τούτῳ τὸ θυμοειδές· εἰς δὲ τὴν τοῦ λογιστικοῦ δύναμιν ἐξικομένη καὶ τελεώσασα τὴν φύσιν ὥσπερ ἐν ἄκρῳ τῷ πέμπτῳ καταπέπαυται.”
14. “Τοσαύτας δὲ καὶ τηλικαύτας ἔχοντος τοῦ ἀριθμοῦ δυνάμεις καλὴ καὶ ἡ γένεσίς ἐστιν, οὐχ ἣν ἤδη διήλθομεν ἐκ δυάδος οὖσαν καὶ τριάδος, ἀλλ' ἣν ἡ ἀρχὴ τῷ πρώτῳ συνελθοῦσα τετραγώνῳ παρέσχεν. [391A] ἀρχὴ μὲν γὰρ ἀριθμοῦ παντὸς ἡ μονάς, τετράγωνος δὲ πρῶτος ἡ τετράς· ἐκ δὲ τούτων ὥσπερ ἰδέας καὶ ὕλης πέρας ἐχούσης ἡ πεμπάς. εἰ δὲ δὴ καὶ τὴν μονάδα τετράγωνον ὀρθῶς ἔνιοι τίθενται δύναμιν οὖσαν ἑαυτῆς καὶ περαίνουσαν εἰς ἑαυτήν, ἐκ δυεῖν πεφυκυῖα τῶν πρώτων τετραγώνων ἡ πεμπὰς οὐκ ἀπολέλοιπεν ὑπερβολὴν εὐγενείας.”
15. “Τὸ δὲ μέγιστον” ἔφην “δέδια μὴ ῥηθὲν πιέζῃ τὸν Πλάτωνα ἡμῶν, ὡς ἐκεῖνος ἔλεγε πιέζεσθαι τῷ τῆς σελήνης ὀνόματι τὸν Ἀναξαγόραν, παμπάλαιον οὖσαν [τινα] τὴν [391B] περὶ τῶν φωτισμῶν δόξαν ἰδίαν αὑτοῦ ποιούμενον. ἦ γὰρ οὐ ταῦτ' εἴρηκεν ἐν Κρατύλῳ ;” “πάνυ μὲν οὖν” ὁ Εὔστροφος ἔφη, “τί δ' ὅμοιον πέφυκεν οὐ συνορῶ.” “καὶ μὴν οἶσθα δήπουθεν, ὅτι πέντε μὲν ἐν Σοφιστῇ τὰς κυριωτάτας ἀποδείκνυσιν ἀρχάς, τὸ ὂν τὸ ταὐτὸν τὸ ἕτερον, τέταρτον δὲ καὶ πέμπτον ἐπὶ τούτοις κίνησιν καὶ στάσιν. ἄλλῳ δ' αὖ τρόπῳ διαιρέσεως ἐν Φιλήβῳ χρώμενος ἓν μὲν εἶναί φησι τὸ ἄπειρον ἕτερον δὲ τὸ πέρας, τούτων δὲ μιγνυμένων πᾶσαν συνίστασθαι γένεσιν· αἰτίαν δ', ὑφ' ἧς μίγνυται, τέταρτον γένος τίθεται· καὶ πέμπτον ἡμῖν ὑπονοεῖν ἀπολέλοιπεν, ὧ τὰ μιχθέντα πάλιν ἴσχει διάκρισιν καὶ διάστασιν. [391C] τεκμαίρομαι δὲ ταῦτ' ἐκείνων ὥσπερ εἰκόνας λέγεσθαι, τοῦ μὲν ὄντος τὸ γιγνόμενον, κινήσεως δὲ τὸ ἄπειρον, τὸ δὲ πέρας τῆς στάσεως, ταὐτοῦ δὲ τὴν μιγνύουσαν ἀρχήν, θατέρου δὲ τὴν διακρίνουσαν. εἰ δ' ἕτερα ταῦτ' ἐστί, κἀκείνως ἂν εἴη καὶ οὕτως ἐν πέντε γένεσι καὶ διαφοραῖς τιθέμενος· φησὶ δή τις ταῦτα πρότερος συνιδὼν Πλάτωνος δύο Ε καθιερώσας τῷ θεῷ, δήλωμα καὶ σύμβολον τοῦ ἀριθμοῦ τῶν πάντων· ἀλλὰ μὴν καὶ τἀγαθὸν ἐν πέντε γένεσι φανταζόμενον κατανοήσας, [391D] ὧν πρῶτόν ἐστι τὸ μέτριον δεύτερον δὲ τὸ σύμμετρον, καὶ τρίτον ὁ νοῦς καὶ τέταρτον αἱ περὶ ψυχὴν ἐπιστῆμαι καὶ τέχναι καὶ δόξαι ἀληθεῖς, πέμπτον <δ'> εἴ τις ἡδονὴ καθαρὰ καὶ πρὸς τὸ λυποῦν ἄκρατος, ἐνταῦθα λήγει τὸ Ὀρφικὸν ὑπειπών
‘ἕκτῃ δ' ἐν γενεῇ καταπαύσατε οἶμον ἀοιδῆς·'
16· “Ἐπὶ τούτοις” ἔφην “εἰρημένοις πρὸς ὑμᾶς ‘ἓν βραχύ’ τοῖς περὶ Νίκανδρον ‘ἀείσω ξυνετοῖσι'· τῇ γὰρ ἕκτῃ τοῦ νέου μηνὸς ὅταν κατάγῃς τὴν Πυθίαν εἰς τὸ πρυτανεῖον, ὁ πρῶτος ὑμῖν γίγνεται τῶν τριῶν κλήρων εἰς τὰ πέντε πρὸς ἀλλήλους ἐκείνης τὰ τρία οὐδὲ τὰ δύο βάλλοντες· ἦ γὰρ οὐχ οὕτως ἔχει;” καὶ ὁ Νίκανδρος [391E] “οὕτως” εἶπεν· “ἡ δ' αἰτία πρὸς ἑτέρους ἄρρητός ἐστιν.” “οὐκοῦν” ἔφην ἐγὼ μειδιάσας “ἄχρι οὗ τἀληθὲς ἡμῖν ὁ θεὸς ἱεροῖς γενομένοις γνῶναι παράσχῃ, προσκείσεται καὶ τοῦτο τοῖς ὑπὲρ τῆς πεμπάδος λεγομένοις.” τοιοῦτο μὲν καὶ ὁ τῶν ἀριθμητικῶν καὶ ὁ τῶν μαθηματικῶν ἐγκωμίων τοῦ εἶ λόγος, ὡς ἐγὼ μέμνημαι, πέρας ἔσχεν.
17. Ὁ δ' Ἀμμώνιος, ἅτε δὴ καὶ αὐτὸς οὐ τὸ φαυλότατον ἐν μαθηματικῇ φιλοσοφίας τιθέμενος, ἥσθη τε τοῖς λεγομένοις καὶ εἶπεν “οὐκ ἄξιον πρὸς ταῦτα λίαν ἀκριβῶς ἀντιλέγειν τοῖς νέοις, πλὴν ὅτι τῶν ἀριθμῶν ἕκαστος [391F] οὐκ ὀλίγα βουλομένοις ἐπαινεῖν καὶ ὑμνεῖν παρέξει. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ἡ γὰρ ἱερὰ τοῦ Ἀπόλλωνος ἑβδομὰς ἀναλώσει τὴν ἡμέραν πρότερον ἢ λόγῳ τὰς δυνάμεις αὐτῆς ἁπάσας ἐπεξελθεῖν. εἶτα τῷ κοινῷ νόμῳ ‘πολεμοῦντας' ἅμα καὶ ‘τῷ πολλῷ χρόνῳ' τοὺς σοφοὺς ἀποφανοῦμεν ἄνδρας, εἰ τὴν ἑβδομάδα τῆς προεδρίας παρώσαντες τῷ θεῷ τὴν πεμπάδα καθιερώσουσιν ὡς μᾶλλόν τι προσήκουσαν; οὔτ' οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτ' ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· [392A] ἀλλ' ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως. ὁ μὲν γὰρ θεὸς ἕκαστον [ἡμῶν] τῶν ἐνταῦθα προσιόντων οἷον ἀσπαζόμενος προσαγορεύει τό ‘γνῶθι σαυτόν,' ὃ τοῦ χαῖρε δήπουθεν οὐδὲν μεῖόν ἐστιν· ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεόν ‘εἶ' φαμέν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶναι προσαγόρευσιν ἀποδιδόντες.”
18. “Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ γενέσεως καὶ φθορᾶς γενομένη [392B] φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς· ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃς λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν καὶ εἰς ταὐτὸ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται τῇ μὲν εἰς τὸ γιγνόμενον αὐτοῦ τῇ δ' εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος οὐδ' ὄντως ὄντος δυνάμενος. ‘ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ' καθ' Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν· ἀλλ' ὀξύτητι καὶ τάχει μεταβολῆς ‘σκίδνησι καὶ πάλιν συνάγει', μᾶλλον δ' οὐδὲ πάλιν οὐδ' ὕστερον ἀλλ' ἅμα συνίσταται καὶ ἀπολείπει καὶ ‘πρόσεισι καὶ ἄπεισιν'. [392C] ὅθεν οὐδ' εἰς τὸ εἶναι περαίνει τὸ γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγειν μηδ' ἵστασθαι τὴν γένεσιν, ἀλλ' ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτ' ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας ταῖς ἐπιγιγνομέναις. ἀλλ' ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἤδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, ‘πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος ὕδατι γένεσις,' ἀλλ' ἔτι [392D] σαφέστερον ἐπ' αὐτῶν ἡμῶν φθείρεται μὲν ὁ ἀκμάζων γινομένου γέροντος, ἐφθάρη δ' ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον· ὅ τ' ἐχθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον ἀποθνήσκει· μένει δ' οὐδεὶς οὐδ' ἔστιν εἷς, ἀλλὰ γιγνόμεθα πολλοί, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθανούσης. ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν καὶ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις ἄλλοις πάθεσιν, [392E] οὐκ εἶδος οὐ μορφὴν οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν εἰκός, οὔτε μεταβάλλων <οὐδεὶς> ὁ αὐτός ἐστιν· εἰ δ' ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ' ἔστιν, ἀλλὰ τοῦτ' αὐτὸ μεταβάλλει γιγνόμενος ἕτερος ἐξ ἑτέρου. ψεύδεται δ' ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον.”
19. “Τί οὖν ὄντως ὄν ἐστι; τὸ ἀίδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ὧ χρόνος μεταβολὴν οὐδὲ εἷς ἐπάγει. κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον, ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως, ὁ χρόνος· ὅπου γε δὴ τὸ μέν ‘ἔπειτα' καὶ τό ‘πρότερον' καὶ τό ‘ἔσται' λεγόμενον καὶ τό ‘γέγονεν' αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος· τὸ γὰρ ἐν τῷ εἶναι μηδέπω [392F] γεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. ὧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου τό ‘ἐνέστηκε' καὶ τό ‘πάρεστι' καὶ τό ‘νῦν' φθεγγόμεθα, τοῦτ' αὖ πάλιν ἄγαν ἐνδυόμενος ὁ λόγος ἀπόλλυσιν. ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον ὥσπερ αὐτὴ βουλομένοις ἰδεῖν ἐξ ἀνάγκης διιστάμενον. [393A] εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη φύσις, οὐδὲν αὐτῆς μένον οὐδ' ὄν ἐστιν, ἀλλὰ γιγνόμενα πάντα καὶ φθειρόμενα κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν. ὅθεν οὐδ' ὅσιόν ἐστιν ἐπὶ τοῦ ὄντος λέγειν, ὡς ἦν ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινές εἰσι καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος.”
20. “Ἀλλ' ἔστιν ὁ θεός, ‘εἶ' χρὴ φάναι, καὶ ἔστι κατ' ὐδένα χρόνον ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδ' ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον οὐδὲ νεώτερον· ἀλλ' εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε, [393B] καὶ μόνον ἐστὶ τὸ κατὰ τοῦτ' ὄντως ὄν, οὐ γεγονὸς οὐδ' ἐσόμενον οὐδ' ἀρξάμενον οὐδὲ παυσόμενον. οὕτως οὖν αὐτὸ δεῖ σεβομένους ἀσπάζεσθαι [καὶ] προσεθίζειν, ‘εἶ', καὶ νὴ Δία, ὡς ἔνιοι τῶν παλαιῶν, ‘εἶ ἕν'. οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γινομένων ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικῶς μεμιγμένον· ἀλλ' ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν. ἡ δ' ἑτερότης διαφορᾷ τοῦ ὄντος εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος. ὅθεν εὖ καὶ τὸ πρῶτον ἔχει τῷ θεῷ τῶν ὀνομάτων καὶ τὸ δεύτερον καὶ τὸ τρίτον. Ἀπόλλων μὲν γὰρ οἷον ἀρνούμενος τὰ πολλὰ καὶ τὸ [393C] πλῆθος ἀποφάσκων ἐστίν, Ἰήιος δ' ὡς εἷς καὶ μόνος· Φοῖβον δὲ δήπου τὸ καθαρὸν καὶ ἁγνὸν οἱ παλαιοὶ πᾶν ὠνόμαζον, ὡς ἔτι Θεσσαλοὶ τοὺς ἱερέας ἐν ταῖς ἀποφράσιν ἡμέραις αὐτοὺς ἐφ' ἑαυτῶν ἔξω διατρίβοντας, οἶμαι, ‘φοιβονομεῖσθαι' λέγουσι. τὸ δ' ἓν εἰλικρινὲς καὶ καθαρόν· ἑτέρου γὰρ μίξει πρὸς ἕτερον ὁ μιασμός, ὥς που καὶ Ὅμηρος (Δ 141) ‘ἐλέφαντα' [τινὰ] φοινισσόμενον βαφῇ ‘μιαίνεσθαι' φησί· καὶ τὰ μιγνύμενα τῶν χρωμάτων οἱ βαφεῖς ‘φθείρεσθαι' καί ‘φθοράν' τὴν μῖξιν ὀνομάζουσιν. οὐκοῦν ἕν τ' εἶναι καὶ ἄκρατον ἀεὶ τῷ ἀφθάρτῳ καὶ καθαρῷ προσήκει.”
21. “Τοὺς δ' Ἀπόλλωνα καὶ ἥλιον ἡγουμένους τὸν αὐτὸν [393D] ἀσπάζεσθαι μὲν ἄξιόν ἐστι καὶ φιλεῖν δι' εὐφυίαν, ὃ μάλιστα τιμῶσιν ὧν ἴσασι καὶ ποθοῦσιν, εἰς τοῦτο τιθέντας τοῦ θεοῦ τὴν ἐπίνοιαν· ὡς δὲ νῦν ἐν τῷ καλλίστῳ τῶν ἐνυπνίων τὸν θεὸν ὀνειροπολοῦντας ἐγείρωμεν καὶ παρακαλῶμεν ἀνωτέρω προάγειν καὶ θεάσασθαι τὸ ὕπαρ αὐτοῦ καὶ τὴν οὐσίαν, τιμᾶν δὲ καὶ τὴν εἰκόνα τήνδε καὶ σέβεσθαι τὸ περὶ αὐτὴν γόνιμον ὡς ἀνυστόν ἐστιν αἰσθητῷ νοητοῦ καὶ φερομένῳ μένοντος ἐμφάσεις τινὰς καὶ εἴδωλα διαλάμπουσαν ἁμωσγέπως τῆς περὶ ἐκεῖνον εὐμενείας καὶ μακαριότητος. ἐκστάσεις δ' αὐτοῦ καὶ μεταβολὰς <εἰς> πῦρ ἀνιέντος ἑαυτὸν ἅμα [393E] τοῖς πᾶσιν, ὡς λέγουσιν, αὖθις δὲ καταθλίβοντος ἐνταῦθα <καὶ> κατατείνοντος εἰς γῆν καὶ θάλασσαν καὶ ἀνέμους καὶ ζῷα καὶ τὰ δεινὰ παθήματα [καὶ] ζῴων καὶ φυτῶν οὐδ' ἀκούειν ὅσιον· ἢ τοῦ ποιητικοῦ παιδὸς (Ο 362) ἔσται φαυλότερος, ἣν ἐκεῖνος ἔν τινι ψαμάθῳ συντιθεμένῃ καὶ διαχεομένῃ πάλιν ὑφ' αὑτοῦ παίζει παιδιάν, ταύτῃ περὶ τὰ ὅλα χρώμενος ἀεὶ καὶ τὸν κόσμον οὐκ ὄντα πλάττων εἶτ' ἀπολλύων γενόμενον. τοὐναντίον γὰρ ὃ θεῖον ἁμωσγέπως ἐγγέγονε τῷ κόσμῳ, τοῦτο συνδεῖ τὴν οὐσίαν καὶ κρατεῖ τῆς περὶ τὸ σωματικὸν ἀσθενείας ἐπὶ φθορὰν φερομένης. [393F] καί μοι δοκεῖ μάλιστα πρὸς τοῦτον τὸν λόγον ἀντιταττόμενον τὸ ῥῆμα καὶ μαρτυρόμενον ‘εἶ' φάναι πρὸς τὸν θεόν, ὡς οὐδέποτε γινομένης περὶ αὐτὸν [394A] ἐκστάσεως καὶ μεταβολῆς, ἀλλ' ἑτέρῳ τινὶ θεῷ μᾶλλον δὲ δαίμονι τεταγμένῳ περὶ τὴν ἐν φθορᾷ καὶ γενέσει φύσιν τοῦτο ποιεῖν καὶ πάσχειν προσῆκον· ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνομάτων εὐθὺς οἷον ἐναντίων ὄντων καὶ ἀντιφώνων. λέγεται γὰρ ὁ μὲν Ἀπόλλων ὁ δὲ Πλούτων, καὶ ὁ μὲν Δήλιος ὁ δ' Ἀιδωνεύς, καὶ ὁ μὲν Φοῖβος ὁ δὲ Σκότιος· καὶ παρ' ὧ μὲν αἱ Μοῦσαι καὶ ἡ Μνημοσύνη, παρ' ὧ δ' ἡ Λήθη καὶ ἡ Σιωπή· καὶ ὁ μὲν Θεώριος καὶ Φαναῖος, ὁ δέ
‘Νυκτός <τ'> ἀιδνᾶς ἀεργηλοῖό θ' υπνου κοίρανος·'
καὶ ὁ μέν
‘βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων,' (Ι 158)
πρὸς ὃν δὲ Πίνδαρος εἴρηκεν οὐκ ἀηδῶς
‘κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν.'
εἰκότως οὖν ὁ Εὐριπίδης εἶπε
‘λοιβαὶ νεκύων φθιμένων
ἀοιδαί θ', ἃς χρυσοκόμας
Ἀπόλλων οὐκ ἐνδέχεται·'
καὶ πρότερος ἔτι τούτου [ὁ] Στησίχορος
‘<χορεύ>ματά τοι μάλιστα
παιγμοσύνας <τε> φιλεῖ μολπάς τ' Ἀπόλλων,
κάδεα δὲ στοναχάς τ' Ἀίδας ἔλαχε.'
Σοφοκλῆς δὲ καὶ τῶν ὀργάνων ἑκατέρῳ προσνέμων ἑκάτερον δῆλός ἐστι διὰ τούτων
‘οὐ νάβλα κωκυτοῖσιν οὐ λύρα φίλα'.
καὶ γὰρ ὁ αὐλὸς ὀψὲ καὶ πρῴην ἐτόλμησε φωνήν ‘ἐφινερθίσιν' ἀφιέναι· τὸν δὲ πρῶτον χρόνον εἵλκετο πρὸς τὰ πένθη, [394C] καὶ τὴν περὶ ταῦτα λειτουργίαν οὐ μάλ' ἔντιμον οὐδὲ φαιδρὰν εἶχεν, εἶτ' ἐμίχθη πάντα πᾶσι. μάλιστα δὲ τὰ θεῖα πρὸς τὰ δαιμόνια συγχέοντες εἰς ταραχὴν αὑτοὺς κατέστησαν. ἀλλά γε τῷ εἶ τό ‘γνῶθι σαυτόν' ἔοικέ πως ἀντικεῖσθαι καὶ τρόπον τινὰ πάλιν συνᾴδειν· τὸ μὲν γὰρ ἐκπλήξει καὶ σεβασμῷ πρὸς τὸν θεὸν ὡς ὄντα διὰ παντὸς ἀναπεφώνηται, τὸ δ' ὑπόμνησίς ἐστι τῷ θνητῷ τῆς περὶ αὐτὸ φύσεως καὶ ἀσθενείας.”

ΠΛΟΥΤΑΡΧΟΣ - ΠΕΡΙ ΤΟΥ ΕΜΦΑΙΝΟΜΕΝΟΥ ΠΡΟΣΩΠΟΥ
ΤΩι ΚΥΚΛΩι ΤΗΣ ΣΕΛΗΝΗΣ

[920B] 1. … Ὀ Σύλλας “ταῦτ'” εἶπε· “τῷ γὰρ ἐμῷ μύθῳ προσήκει κἀκεῖθέν ἐστι· ἀλλ' εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι”. “τί δ' οὐκ ἐμέλλομεν”, εἶπον, “ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπ' ἐκεῖνα ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, [920C] ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλ' ἐπᾴδειν ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν.
2. Ὁρᾷς γὰρ εὐθὺς ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως ὑπεικούσης τῇ λαμπρότητι δι' ἀσθένειαν, ὃ <μαρμαρυγὴν> καλοῦμεν, οὐ συνορῶν ὅτι πρὸς τὸν ἥλιον ἔδει τοῦτο γίνεσθαι μᾶλλον ὀξὺν ἀπαντῶντα καὶ πλήκτην––ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφοράν (B 40)
‘Ἥλιος ὀξυβελὴς ἠδ' ἱλάειρα Σελήνη,'
τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτως προσαγορεύσασ_, ἔπειτα λόγον ἀποδιδούς, καθ' ὃν αἱ ἀμυδραὶ [920D] καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ μορφῆς ἐνορῶσιν, ἀλλὰ λεῖος αὐταῖς ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δ' ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον· ἔδει γὰρ οἶμαι τοὐναντίον, εἴπερ ἡττωμένου πά<θος> ὄμματος ἐποίει τὴν φαντασίαν, ὅπου τὸ πάσχον ἀσθενέστερον, <σαφέστερον> εἶναι τὸ φαινόμενον. ἡ δ' ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον· οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλ' οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε
[920E] ‘πᾶσα μὲν ἥδε πέριξ πυρὶ λάμπεται, ἐν δ' ἄρα μέσσῃ
γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης
ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν·'
ὄντως γὰρ ὑποδύεται περιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ καὶ πιέζει <πιεζόμενα> πάλιν ὑπ' αὐτῶν καὶ ἀποκοπτόμενα, καὶ ὅλως πέπλεκται δι' ἀλλήλων, ... γραφικὴν [920F] τὴν δια<τύπωσιν> εἶναι τοῦ σχήματος.
3. <Ταὐτὸ δὲ> καὶ πρὸς Κλέαρχον , ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον· ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν.” ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ δόξα τοῦ Κλεάρχου διαπυθομένου “παντὶ μᾶλλον” ἔφην “ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον ὥσπερ ἀφ' ἑστίας τῆς γεωμετρίας ὁρμώμενον. λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον. [921A] ἥ τε γὰρ ἀκτὶς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατ' εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶ<ριν> οἴεσθ' ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἥλιον τῆς ὄψεως ἐνορᾶσθαι τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ <πῆ>ξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν [921B] ἔξω θάλασσαν οὐκ ἐφ' ἧς ἐστι χώρας, ἀλλ' ὅθεν ἡ κλάσις ἐποίησε τῇ ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν· ὥς που πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν
‘ἧ πόντου μέγα κῦμα καταντία κυμαίνοντος
δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου.'”
4. ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης “ὡς ἴδιον” εἶπε “καὶ καινὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ μοῦσαν ἔχοντος ἀνδρός· ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῷ προσῆγε”; “πρῶτον μέν” εἶπον, “ἧ μία φύσις τῆς ἔξω θαλάσσης ἐστί, σύρρουν καὶ συνεχὲς <κύκλῳ> πέλαγος, ἡ δ' ἔμφασις οὐ μία τῶν ἐν τῇ σελήνῃ μελασμάτων, ἀλλ' οἷον ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ [921C] διαιροῦντος καὶ διορίζοντος τὸ σκιερόν· ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας ἴδιον ἔχοντος αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμματα καὶ τὰ χείλη φαινομένας εἰκόνας ὁμοιότατα διετύπωσαν· ὥστ' ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης οὐ πιθανὸν εἰκόνα διεσπασμένην οὕτως ἐμφαίνεσθαι. ἐκεῖνο μὲν γὰρ ἐρωτῶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος, εἰ τῆς οἰκουμένης εὖρος τοσαύτης καὶ μῆκος ἐνδέχεται πᾶσιν [921D] ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπιθιγγάνειν τῆς θαλάσσης, καὶ τοῖς ἐν αὐτῇ τῇ μεγάλῃ θαλάττῃ πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς, καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης. τουτὶ μὲν οὖν” ἔφην “σὸν ἔργον ἐπισκοπεῖν, τὴν δὲ πρὸς τὴν σελήνην [ἢ] τῆς ὄψεως κλάσιν οὐκέτι σὸν οὐδ' Ἱππάρχου· καίτοι γε φιλοπράγμ<ων ἁνήρ>· ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολογῶν περὶ τῆς ὄψεως. <ὡς> αὐτὴν [921E] ὁμοπαθῆ κρᾶσιν ἴσχειν καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀποπηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος. οὐκ ἐθελήσει δ' οἶμαι τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλ' ἄστρον αἰθέριον καὶ φωσφόρον, ὥς φατε· τοιαύτῃ <δὲ> τὴν ὄψιν ἢ θραύειν προσήκει ἢ ἀποστρέφειν, ὥστ' οἴχεσθαι τὴν ἀνάκλασιν. εἰ δὲ προσαμυνεῖταί τις ἡμᾶς, ἐρησόμεθα πῶς μόνον πρόσωπόν ἐστιν ἐν τῇ σελήνῃ τὸ τῆς θαλάσσης ἔσοπτρον, ἄλλῳ δ' οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται· καίτοι τό γ' εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηθένα τοῦτο πάσχειν τὴν ὄψιν. [921F] ἀλλ' ...” πρὸς τὸν Λεύκιον ἔφην ἀποβλέψας, “ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον.”
5. Καὶ ὁ Λεύκιος “ἀλλὰ μὴ δόξωμεν” ἔφη “κομιδῇ προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν ἄνδρα, πα<γέ>ντος ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν σελήνην, εἶθ' οἷον ἐν γαλήνῃ φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμφασιν γίνεσθαι μορφοειδῆ ... .” “χρηστῶς γ'” εἶπον “ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνόμασιν· οὐχ οὕτω δ' ὁ ἑταῖρος ἡμῶν, ἀλλ', ὅπερ ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν αὐτοὺς τὴν σελήνην, σπίλων καὶ μελασμῶν ἀναπιμπλάντας, [922A] ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδ' αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα τυφόμενον ἀεὶ καὶ πυρίκαυστον, ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ‘ψολόεντας' ὑπὸ τῶν ποιητῶν προσαγορευομένους. ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἷον οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα καὶ τρεφούσης ἐπιλάβηται, [922B] βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλου χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. εἰ οὖν ἡ σελήνη πῦρ ἐστι, πόθεν αὐτῇ τοσοῦτος ἐγγέγονεν ἀήρ; ὁ γὰρ ἄνω καὶ κύκλῳ φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐσίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης ἐστίν· εἰ δ' ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σῴζεται καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἥλοις ἀραρὼς ἀεὶ τοῖς αὐτοῖς μέρεσι καὶ συγγεγομφωμένος; ἀραιῷ μὲν γὰρ ὄντι καὶ συγκεχυμένῳ μὴ μένειν ἀλλὰ σφάλλεσθαι προσήκει, [922C] συμπεπηγέναι δ' οὐ δυνατὸν ἀναμεμιγμένον πυρὶ καὶ μήθ' ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ συμπήγνυσθαι πέφυκεν. ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα καὶ τὸν ἐν ψυχρῷ μολίβδῳ συνεκκάει, μήτι γε δὴ τὸν ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. καὶ γὰρ Ἐμπεδοκλεῖ (α 60) δυσκολαίνουσι πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον, αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα [922D] μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν, ἀλλ' ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον. τοῦτο δ' ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις· διορίσασθαι γὰρ οὐκ ἔδει μέλανα <μένοντα> καὶ σκιερόν, ἀλλ' ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ παρ' ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος, ὁ δ' ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ. πρὸς πᾶσαν μὲν γάρ ἐστι [922E] ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, δι' ὅλου τρεπόμενος ἐκφωτίζεται. ταὐτὸν οὖν τοῦτο καὶ τοῖς εἰς βάθη τινὰ καὶ φάραγγας συνωθοῦσιν ἐν τῇ σελήνῃ τὸν ἀέρα κἂν καλῶς ἔοικε βοηθεῖν, ὑμᾶς τε διεξελέγχει τοὺς ἐξ ἀέρος καὶ πυρὸς οὐκ οἶδ' ὅπως μιγνύντας αὐτῆς καὶ συναρμόζοντας τὴν σφαῖραν. οὐ γὰρ οἷόν τε λείπεσθαι σκιὰν ἐπὶ τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπῃ τῷ φωτὶ πᾶν ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα [922F] τῇ ὄψει τῆς σελήνης.”
6. Καὶ ὁ Φαρνάκης ἔτι μου λέγοντος “τοῦτ' ἐκεῖνο πάλιν” εἶπεν “ἐφ' ἡμᾶς ἀφῖκται τὸ περίακτον ἐκ τῆς Ἀκαδημείας, ἐν τῷ πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ λέγουσιν, ἀλλ' ἀπολογουμένοις ἀεὶ χρῆσθαι, μὴ κατηγοροῦσιν, ἂν ἐντυγχάνωσιν. ἐμὲ δ' οὖν οὐκ ἐξάξεσθε τήμερον εἰς τὸ διδόναι λόγον ὧν ἐπικαλεῖτε τοῖς Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν παρ' ὑμῶν ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων.” καὶ ὁ Λεύκιος γελάσας “μόνον” εἶπεν “ὦ τάν, μὴ κρίσιν ἡμῖν [923A] ἀσεβείας ἐπαγγείλῃς, ὥσπερ Ἀρίσταρχον ὤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι <τὰ> φαινόμενα σῴζειν ἁνὴρ ἐπειρᾶτο μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην. ἡμεῖς μὲν οὖν οὐδὲν αὐτοὶ παρ' αὑτῶν λέγομεν· οἱ δὲ γῆν ὑποτιθέμενοι τὴν σελήνην, ὦ βέλτιστε, τί μᾶλλον ὑμῶν ἄνω τὰ κάτω ποιοῦσι τὴν γῆν ἱδρυόντων ἐνταῦθα μετέωρον ἐν τῷ ἀέρι, πολλῷ τινι μείζονα τῆς σελήνης οὖσαν, ὡς ἐν τοῖς ἐκλειπτικοῖς πάθεσιν οἱ μαθηματικοὶ [καὶ] ταῖς διὰ τοῦ [923B] σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος ἀναμετροῦσιν; ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ ἄνω καὶ στενὸν οὐδ' Ὅμηρον, ὥς φασιν, ἔλαθεν, ἀλλὰ τὴν νύκτα ‘θοήν' ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν· ὑπὸ τούτου δ' ὅμως ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται. σκόπει δὴ πόσων ἡ γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ἧ βραχυτάτη, πλάτος τρισέληνον. ἀλλ' ὅμως ὑπὲρ τῆς σελήνης μὴ πέσῃ δεδοίκατε, περὶ δὲ τῆς γῆς ἴσως Αἰσχύλος ὑμᾶς πέπεικεν ὡς ὁ Ἄτλας
[923C] ‘ἕστηκε κίον' οὐρανοῦ τε καὶ χθονὸς
ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.'
ἢ τῇ μὲν σελήνῃ κοῦφος ἀὴρ ὑποτρέχει καὶ στερεὸν ὄγκον οὐκ ἐχέγγυος ἐνεγκεῖν, τὴν δὲ γῆν κατὰ Πίνδαρον ‘ἀδαμαντοπέδιλοι κίονες' περιέχουσι, καὶ διὰ τοῦτο Φαρνάκης αὐτὸς μὲν ἐν ἀδείᾳ τοῦ πεσεῖν τὴν γῆν ἐστιν, οἰκτίρει δὲ τοὺς ὑποκειμένους τῇ μεταφορᾷ τῆς σελήνης Αἰθίοπας ἢ Ταπροβηνούς, μὴ βάρος αὐτοῖς ἐμπέσῃ τοσοῦτον; καίτοι τῇ μὲν σελήνῃ βοήθεια πρὸς τὸ μὴ πεσεῖν [923D] ἡ κίνησις αὐτὴ καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει τὴν κύκλῳ περιδίνησιν· ἄγει γὰρ ἕκαστον ἡ κατὰ φύσιν κίνησις, ἂν ὑπ' ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς τὴν ῥοπὴν ἐκκρουόμενον· ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι, τὴν δὲ γῆν ἑτέρας κινήσεως ἄμοιρον οὖσαν εἰκὸς ἦν μόνῳ τῷ βαρύνοντι κινεῖν. βαρυτέρα δ' ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλ' ἔτι μᾶλλον, [923E] ἅτε δὴ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γεγενημένης. ὅλως δ' ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ἧ βέβηκε καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν (οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σῳζόμενον)· γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν.”
7. “Πάνυ μὲν οὖν” εἶπεν ὁ Φαρνάκης, “τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον ἔχουσαν, ὥσπερ αὕτη, τὸν μέσον. οὗτος γάρ ἐστι, περὶ ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δ' ἄνω χώρα πᾶσα, κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναρριφέν, [923F] εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δ' ἀφίησιν, ἧ πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον.” πρὸς τοῦτ' ἐγὼ τῷ Λευκίῳ χρόνον ἐγγενέσθαι βουλόμενος ἀναμιμνησκομένῳ, τὸν Θέωνα καλέσας “τις” ἔφην “ὦ Θέων, εἴρηκε τῶν τραγικῶν ὡς ἰατροί
‘πικρὰν πικροῖς κλύζουσι φαρμάκοις χολήν;'”
ἀποκριναμένου δὲ τοῦ Θέωνος ὅτι Σοφοκλῆς, “καὶ δοτέον” εἶπον “ὑπ' ἀνάγκης ἐκείνοις· φιλοσόφων δ' οὐκ ἀκουστέον, ἂν τὰ παράδοξα παραδόξοις ἀμύνεσθαι βούλωνται καὶ μαχόμενοι πρὸς τὰ θαυμάσια τῶν δογμάτων [924A] ἀτοπώτερα καὶ θαυμασιώτερα πλάττωσιν, ὥσπερ οὗτοι τὴν ἐπὶ τὸ μέσον φορὰν εἰσάγουσιν. ἧ τί παράδοξον οὐκ ἔνεστιν; οὐχὶ τὴν γῆν σφαῖραν εἶναι, τηλικαῦτα βάθη καὶ ὕψη καὶ ἀνωμαλίας ἔχουσαν; οὐκ ἀντίποδας οἰκεῖν ὥσπερ θρῖπας ἢ γαλεώτας τραπέντα ἄνω τὰ κάτω τῇ γῇ προσισχομένους; ἡμᾶς δ' αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκότας ἀλλὰ πλαγίους ἐπιμένειν ἀπονεύοντας, ὥσπερ οἱ μεθύοντες; οὐ μύδρους χιλιοταλάντους διὰ βάθους τῆς γῆς φερομένους, ὅταν ἐξίκωνται πρὸς τὸ μέσον, ἵστασθαι μηδενὸς ἀπαντῶντος μηδ' ὑπερείδοντος, εἰ δὲ ῥύμῃ κάτω φερόμενοι τὸ μέσον ὑπερβάλλοιεν, αὖθις ὀπίσω στρέφεσθαι καὶ [924B] ἀνακάμπτειν ἀπ' αὐτῶν; οὐ τμήματα δοκῶν ἀποπρισθέντα τῆς γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον; οὐ ῥεῦμα λάβρον ὕδατος κάτω φερόμενον εἰ πρὸς τὸ μέσον ἔλθοι σημεῖον, ὅπερ αὐτοὶ λέγουσιν ἀσώματον, ἵστασθαι περικορυσσόμενον <ἢ> κύκλῳ περιπολεῖν, ἄπαυστον αἰώραν καὶ [924C] ἀκατάπαυστον αἰωρούμενον; οὐδὲ γὰρ ψευδῶς ἔνια τούτων βιάσαιτο ἄν τις αὑτὸν εἰς τὸ δυνατὸν τῇ ἐπινοίᾳ καταστῆσαι. τοῦτο γάρ ἐστι τὰ ἄνω κάτω κἂν πάντα τραπέμπαλιν εἶναι, τῶν ἄχρι τοῦ μέσου κάτω τῶν δ' ὑπὸ τὸ μέσον αὖ πάλιν ἄνω γινομένων· ὥστ', εἴ τις συμπαθείᾳ τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφαλόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν τὸν αὐτόν· κἂν μὲν διασκάπτῃ τις τὸν ἐπέκεινα τόπον, ἀνακύπτον αὐτοῦ τὸ ... εἶναι καὶ κάτω ἄνωθεν ἕλκεσθαι τὸν ἀνασκαπτόμενον, εἰ δὲ δὴ τούτῳ τις ἀντιβεβηκὼς νοοῖτο, τοὺς ἀμφοτέρων ἅμα πόδας ἄνω γίνεσθαι καὶ λέγεσθαι.
8. Τοιούτων μέντοι καὶ τοσούτων παραδοξολογιῶν [924D] οὐ μὰ Δία πήραν, ἀλλὰ θαυματοποιοῦ τινος ἀποσκευὴν καὶ πυλαίαν κατανωτισάμενοι καὶ παρέλκοντες ἑτέρους φασὶ γελοιάζειν, ἄνω τὴν σελήνην γῆν οὖσαν ἐνιδρύοντας, οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γ' εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον ... ἔσται τῶν ῥεπόντων οὐ τῇ <γῇ> τῆς μεσότητος [924E] πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυΐας τοῖς ἀπωσμένοις αὐτῆς εἶτα πάλιν καταφερομένοις. ὡς γὰρ ὁ ἥλιος εἰς ἑαυτὸν ἐπιστρέφει τὰ μέρη ἐξ ὧν συνέστηκε, καὶ ἡ γῆ τὸν λίθον ὥσπερ ... προσήκοντα δέχεται καὶ φέρει προσκείμενον· ὅθεν ἑνοῦται τῷ χρόνῳ καὶ συμφύεται πρὸς αὐτὴν τῶν τοιούτων ἕκαστον. εἰ δέ τι τυγχάνει σῶμα τῇ γῇ μὴ προσνενεμημένον ἀπ' ἀρχῆς μηδ' ἀπεσπασμένον, ἀλλά που καθ' αὑτὸ σύστασιν ἔσχεν ἰδίαν καὶ φύσιν, ὡς φαῖεν [924F] ἂν ἐκεῖνοι τὴν σελήνην, τί κωλύει χωρὶς εἶναι καὶ μένειν περὶ αὑτό, τοῖς αὑτοῦ πεπιεσμένον μέρεσι καὶ συμπεπεδημένον; οὔτε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται τὸν τρόπον, ᾧ μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σελήνην εἰκός ἐστιν. ὁ δὲ πάντα τὰ γεώδη καὶ βαρέα συνελαύνων εἰς μίαν χώραν καὶ μέρη ποιῶν ἑνὸς σώματος οὐχ ὁρῶ διὰ τί τοῖς κούφοις τὴν αὐτὴν ἀνάγκην οὐκ ἀνταποδίδωσιν, ἀλλ' ἐᾷ χωρὶς εἶναι συστάσεις πυρὸς τοσαύτας καὶ οὐ πάντας εἰς ταὐτὸ συνάγων τοὺς ἀστέρας ἓν φῶς οἴεται δεῖν καὶ σῶμα κοινὸν εἶναι τῶν ἀνωφερῶν καὶ φλογοειδῶν ἁπάντων.
[925A] 9. Ἀλλ' ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω περιφορᾶς φατε' εἶπον, 'ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσφόρον ἐπ' αὐτῷ καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνητας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν διαστάσεσι μεγάλαις φέρεσθαι, τοῖς δὲ βαρέσι καὶ γεώδεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν ἐν ἑαυτῷ καὶ διάστασιν; ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας [925B] ἀφέστηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω περιφορᾶς μυριάσι σταδίων τοσαύταις ὥσπερ <εἰς> βυθόν τινα καταδεδυκυῖαν. τῶν μέν γ' ἄστρων κατωτέρω τοσοῦτόν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλ' ἐπιλείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀριθμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον, ‘ἅρματος ὡς πέρι χνοίη ἑλίσσεται' φησὶν Ἐμπεδοκλῆς, ‘ἥ τε περὶ ἄκραν ... .' οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷ παμμέγεθες εἶναι τὸ φωτίζον, ἀλλ' οὕτως ἔοικεν ἐν χρῷ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, [925C] ὥστ' ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπ' αὐτῆς, μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην. 10. σκόπει δὲ τοὺς ἄλλους ἀφεὶς ἀπλανεῖς καὶ πλάνητας, ἃ δείκνυσιν Ἀρίσταρχος ἐν τῷ Περὶ μεγεθῶν καὶ ἀποστημάτων, ὅτι τὸ [925D] τοῦ ἡλίου ἀπόστημα τοῦ ἀποστήματος τῆς σελήνης ὃ ἀφέστηκεν ἡμῶν πλέον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δ' ἢ εἰκοσαπλάσιόν ἐστι. καίτοι ὁ τὴν σελήνην ἐπὶ μήκιστον αἴρων ἀπέχειν φησὶν ἡμῶν ἓξ καὶ πεντηκονταπλάσιον τῆς ἐκ τοῦ κέντρου τῆς γῆς· αὕτη δ' ἐστὶ τεσσάρων μυριάδων καὶ κατὰ τοὺς μέσως ἀναμετροῦντας· καὶ ἀπὸ ταύτης συλλογιζομένοις ἀπέχει ὁ ἥλιος τῆς σελήνης πλέον ἢ τετρακισχιλίας τριάκοντα μυριάδας· οὕτως ἀπῴκισται τοῦ ἡλίου διὰ βάρος καὶ τοσοῦτο τῇ γῇ προσκεχώρηκεν. ὥστε, εἰ τοῖς τόποις τὰς οὐσίας διαιρετέον, ἡ γῆς μοῖρα καὶ χώρα προσκαλεῖται σελήνην, καὶ τοῖς περὶ γῆν πράγμασι καὶ σώμασιν ἐπίδικός [925E] ἐστι κατ' ἀγχιστείαν καὶ γειτνίασιν. καὶ οὐδὲν οἶμαι πλημμελοῦμεν, ὅτι τοῖς ἄνω προσαγορευομένοις βάθος τοσοῦτο καὶ διάστημα διδόντες ἀπολείπομέν τινα καὶ τῷ κάτω περιδρομὴν καὶ πλάτος, ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην. οὔτε γὰρ ὁ τὴν ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω τἄλλα δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθ' ὁ τῇ γῇ μᾶλλον δ' ὁ τῷ κέντρῳ τὸ κάτω περιγράφων ἀνεκτός· ἀλλὰ καὶ κινητικὸ<ν> ταύτῃ διάστημα δοτέον ἐπιχωροῦντος τοῦ κόσμου διὰ μέγεθος. πρὸς δὲ τὸν ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι τὸ ἀπὸ [924F] τῆς γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι κάτω τὸ ἀπὸ τῆς ἀπλανοῦς περιφορᾶς.
11. Ὅλως δὲ πῶς λέγεται καὶ τίνος ἡ γῆ μέση κεῖσθαι; τὸ γὰρ πᾶν ἄπειρόν ἐστι, τῷ δ' ἀπείρῳ μήτ' ἀρχὴν ἔχοντι μήτε πέρας οὐ προσήκει μέσον ἔχειν· πέρας γάρ τι καὶ τὸ μέσον, ἡ δ' ἀπειρία περάτων στέρησις. ὁ δὲ μὴ τοῦ παντὸς ἀλλὰ τοῦ κόσμου μέσην εἶναι τὴν γῆν ἀποφαινόμενος ἡδύς ἐστιν, εἰ μὴ καὶ τὸν κόσμον αὐτὸν ἐνέχεσθαι ταῖς αὐταῖς ἀπορίαις νομίζει. τὸ γὰρ πᾶν οὐδὲ τούτῳ μέσον ἀπέλιπεν, ἀλλ' ἀνέστιος καὶ ἀνίδρυτός ἐστιν ἐν ἀπείρῳ κενῷ φερόμενος πρὸς οὐδὲν οἰκεῖον· εἰ <δ'> ἄλλην [926A] τινὰ τοῦ μένειν εὑράμενος αἰτίαν ἕστηκεν, οὐ κατὰ τὴν τοῦ τόπου φύσιν, ὅμοια καὶ περὶ γῆς καὶ περὶ σελήνης εἰκάζειν τινὶ πάρεστιν, ὡς ἑτέρᾳ τινὶ τύχῃ καὶ φύσει μᾶλλον <ἢ τόπου> διαφορᾷ τῆς μὲν ἀτρεμούσης ἐνταῦθα τῆς δ' ἐκεῖ φερομένης. ἄνευ δὲ τούτων, ὅρα μὴ μέγα τι λέληθεν αὐτούς· εἰ γάρ, καὶ ὁπωσοῦν ὅ τι ἂν ἐκτὸς γένηται τοῦ κέντρου τῆς γῆς, ἄνω ἐστίν, οὐθέν ἐστι τοῦ κόσμου κάτω μέρος, ἀλλ' ἄνω καὶ ἡ γῆ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶν ἁπλῶς σῶμα τὸ κέντρῳ περιεστηκὸς ἢ περικείμενον [926B] ἄνω γίνεται, κάτω δὲ μόνον [ὂν] ἕν, τὸ ἀσώματον σημεῖον ἐκεῖνο, ὃ πρὸς πᾶσαν ἀντικεῖσθαι τὴν τοῦ κόσμου φύσιν ἀναγκαῖον, εἴ γε δὴ τὸ κάτω πρὸς τὸ ἄνω κατὰ φύσιν ἀντίκειται. καὶ οὐ τοῦτο μόνον τὸ ἄτοπον, ἀλλὰ καὶ τὴν αἰτίαν ἀπόλλυσι τὰ βάρη, δι' ἣν δεῦρο καταρρέπει καὶ φέρεται· σῶμα μὲν γὰρ οὐθέν ἐστι κάτω πρὸς ὃ κινεῖται, τὸ δ' ἀσώματον οὔτ' εἰκὸς οὔτε βούλονται τοσαύτην ἔχειν δύναμιν, ὥστε πάντα κατατείνειν ἐφ' ἑαυτὸ καὶ περὶ αὑτὸ συνέχειν. ἀλλ' ὅλως ἄλογον εὑρίσκεται καὶ μαχόμενον τοῖς πράγμασι τὸ ἄνω τὸν κόσμον ὅλον εἶναι, τὸ δὲ κάτω μηθὲν ἀλλ' ἢ πέρας ἀσώματον καὶ ἀδιάστατον· ἐκεῖνο δ' εὔλογον, ὡς λέγομεν ἡμεῖς, τῷ τ' ἄνω χώραν καὶ τῷ κάτω πολλὴν καὶ πλάτος ἔχουσαν διῃρῆσθαι.
[926C] 12. Οὐ μὴν ἀλλὰ θέντες, εἰ βούλει, παρὰ φύσιν ἐν οὐρανῷ τοῖς γεώδεσι τὰς κινήσεις ὑπάρχειν, ἀτρέμα, μὴ τραγικῶς ἀλλὰ πράως σκοπῶμεν, ὅτι τοῦτο τὴν σελήνην οὐ δείκνυσι γῆν μὴ οὖσαν ἀλλὰ γῆν ὅπου μὴ πέφυκεν οὖσαν· ἐπεὶ καὶ τὸ πῦρ τὸ Αἰτναῖον ὑπὸ γῆν παρὰ φύσιν ἐστίν, ἀλλὰ πῦρ ἐστι, καὶ τὸ πνεῦμα τοῖς ἀσκοῖς περιληφθὲν ἔστι μὲν ἀνωφερὲς φύσει καὶ κοῦφον, ἥκει δ' ὅπου μὴ πέφυκεν ὑπ' ἀνάγκης· αὐτὴ δ' ἡ ψυχή, πρὸς Διός' εἶπον 'οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε, καὶ ἀόρατος αἰσθητῷ διὰ τοῦτ' οὖν σώματι ψυχὴν μὴ λέγωμεν <ἐν>εῖναι μηδὲ νοῦ<ν>, χρῆμα θεῖον, <ἀήττητον> [926D] ὑπὸ βρίθους καὶ πάχους οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦντα καὶ διιπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας; ὁ δὲ Ζεὺς ὑμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δ' ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῶμα γεγονὼς καὶ γινόμενος ἐν ταῖς μεταβολαῖς; ὥσθ' ὅρα καὶ σκόπει, δαιμόνιε, μὴ μεθιστὰς καὶ ἀπάγων ἕκαστον, [926E] ὅπου πέφυκεν εἶναι, διάλυσίν τινα κόσμου φιλοσοφῇς καὶ τὸ νεῖκος ἐπάγῃς τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι, μᾶλλον δὲ τοὺς παλαιοὺς κινῇς Τιτᾶνας ἐπὶ τὴν φύσιν καὶ Γίγαντας καὶ τὴν μυθικὴν ἐκείνην καὶ φοβερὰν ἀκοσμίαν καὶ πλημμέλειαν ἐπιδεῖν ποθῇς, χωρὶς τὸ βαρὺ πᾶν καὶ χωρὶς ... τὸ κοῦφον
‘ἔνθ' οὔτ' ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος,
οὐδὲ μὲν οὐδ' αἴης λάσιον γένος, οὐδὲ θάλασσα',
ὥς φησιν Ἐμπεδοκλῆς (B 27), οὐ γῆ θερμότητος μετεῖχεν, οὐχ [926F] ὕδωρ πνεύματος, οὐκ ἄνω τι τῶν βαρέων, οὐ κάτω τι τῶν κούφων· ἀλλ' ἄκρατοι καὶ ἄστοργοι καὶ μονάδες αἱ τῶν ὅλων ἀρχαί, μὴ προσιέμεναι σύγκρισιν ἑτέρου πρὸς ἕτερον μηδὲ κοινωνίαν, ἀλλὰ φεύγουσαι καὶ ἀποστρεφόμεναι καὶ φερόμεναι φορὰς ἰδίας καὶ αὐθάδεις οὕτως εἶχον ὡς ἔχει πᾶν οὗ θεὸς ἄπεστι κατὰ Πλάτωνα, τουτέστιν, ὡς ἔχει τὰ σώματα νοῦ καὶ ψυχῆς ἀπολιπούσης, ἄχρις οὗ τὸ ἱμερτὸν ἧκεν ἐπὶ τὴν φύσιν ἐκ προνοίας, [927A] Φιλότητος ἐγγενομένης καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ὡς Ἐμπεδοκλῆς λέγει καὶ Παρμενίδης καὶ Ἡσίδος, ἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπ' ἀλλήλων μεταλαβόντα καὶ τὰ μὲν κινήσεως τὰ δὲ μονῆς ἀνάγκαις ἐνδεθέντα καὶ καταβιασθέντα πρὸς τὸ βέλτιον, ἐξ οὗ πέφυκεν, ἐνδοῦναι καὶ μεταστῆναι ... ἁρμονίαν καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός.
13. Εἰ μὲν γὰρ οὐδ' ἄλλο τι τῶν τοῦ κόσμου μερῶν παρὰ φύσιν ἔσχεν, ἀλλ' ἕκαστον ἧ πέφυκε κεῖται, μηδεμιᾶς μεθιδρύσεως μηδὲ μετακοσμήσεως δεόμενον μηδ' ἐν ἀρχῇ δεηθέν, ἀπορῶ τί τῆς προνοίας ἔργον ἐστὶν [927B] ἢ τίνος γέγονε ποιητὴς καὶ πατὴρ δημιουργὸς ὁ Ζεὺς ‘ὁ ἀριστοτέχνας.' οὐ γὰρ ἐν στρατοπέδῳ τακτικῶν ὄφελος, εἴπερ εἰδείη τῶν στρατιωτῶν ἕκαστος ἀφ' ἑαυτοῦ τάξιν τε καὶ χώραν κατὰ καιρὸν οὗ δεῖ λαβεῖν καὶ διαφυλάσσειν, οὐδὲ κηπουρῶν οὐδ' οἰκοδόμων, εἰ πῆ μὲν αὐτὸ τὸ ὕδωρ ἀφ' αὑτοῦ πέφυκεν ἐπιέναι τοῖς δεομένοις καὶ κατάρδειν ἐπιρρέον, πῆ δὲ πλίνθοι καὶ ξύλα καὶ λίθοι ταῖς κατὰ φύσιν χρώμενα ῥοπαῖς καὶ νεύσεσιν ἐξ ἑαυτῶν καταλαμβάνειν τὴν προσήκουσαν ἁρμονίαν καὶ χώραν. [927C] εἰ δ' οὗτος μὲν ἄντικρυς ἀναιρεῖ τὴν πρόνοιαν ὁ λόγος, τῷ θεῷ δ' ἡ τάξις τῶν ὄντων προσήκει καὶ <τὸ> διαιρεῖν, τί θαυμαστὸν οὕτως τετάχθαι καὶ διηρμόσθαι τὴν φύσιν, ὡς ἐνταῦθα μὲν πῦρ ἐκεῖ δ' ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν γῆν ἄνω δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρῳ τοῦ κατὰ φύσιν τῷ κατὰ λόγον δεσμῷ περιληφθεῖσαν; ὡς, εἴ γε πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ φέρεσθαι καθ' ὃ πέφυκε, μήθ' ἥλιος κυκλοφορείσθω μήτε φωσφόρος μηδὲ τῶν ἄλλων ἀστέρων μηδείς· ἄνω γάρ, οὐ κύκλῳ τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν. εἰ δὲ τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστ' ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ, ὅταν δ' εἰς τὸν οὐρανὸν παραγένηται, τῇ δίνῃ συμπεριστρέφεσθαι, τί θαυμαστὸν εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ γενομένοις [927D] συμβέβηκεν ὡσαύτως εἰς ἄλλο κινήσεως εἶδος ὑπὸ τοῦ περιέχοντος ἐκνενικῆσθαι; οὐ γὰρ δὴ τῶν μὲν ἐλαφρῶν τὴν ἄνω φορὰν ἀφαιρεῖσθαι τῷ οὐρανῷ κατὰ φύσιν ἐστί, τῶν δὲ βαρέων καὶ κάτω ῥεπόντων οὐ δύναται κρατεῖν, ἀλλ' <ἧ> ποτ' ἐκεῖνα δυνάμει, καὶ ταῦτα μετακοσμήσας ἐχρήσατο τῇ φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον.
14. Οὐ μὴν ἀλλ' εἴ γε δεῖ τὰς καταδεδουλωμένας ἕξεις... δόξας ἀφέντας ἤδη τὸ φαινόμενον ἀδεῶς λέγειν, οὐδὲν ἔοικεν ὅλου μέρος αὐτὸ καθ' ἑαυτὸ τάξιν ἢ θέσιν ἢ κίνησιν ἰδίαν ἔχειν, ἣν ἄν τις ἁπλῶς κατὰ φύσιν προσαγορεύσειεν· [927E] ἀλλ' ὅταν ἕκαστον, οὗ χάριν γέγονε καὶ πρὸς ὃ πέφυκεν ἢ πεποίηται, τούτῳ <μέλλῃ> παρέχειν χρησίμως καὶ οἰκείως κινούμενον ἑαυτὸ καὶ πάσχον ἢ ποιοῦν ἢ διακείμενον, ὡς ἐκείνῳ πρὸς σωτηρίαν ἢ κάλλος ἢ δύναμιν ἐπιτήδειόν ἐστι, τότε δοκεῖ τὴν κατὰ φύσιν χώραν ἔχειν καὶ κίνησιν καὶ διάθεσιν. ὁ γοῦν ἄνθρωπος, ὡς εἴ τι τῶν ὄντων ἕτερον κατὰ φύσιν γεγονώς, [927F] ἄνω μὲν ἔχει τὰ ἐμβριθῆ καὶ γεώδη μάλιστα περὶ τὴν κεφαλήν, ἐν δὲ τοῖς μέσοις τὰ θερμὰ καὶ πυρώδη· τῶν δ' ὀδόντων οἱ μὲν ἄνωθεν οἱ δὲ κάτωθεν ἐκφύονται καὶ οὐδέτεροι παρὰ φύσιν ἔχουσιν· οὐδὲ τοῦ πυρὸς τὸ μὲν ἄνω περὶ τὰ ὄμματα ἀποστίλβον κατὰ φύσιν ἐστὶ τὸ δ' ἐν κοιλίᾳ καὶ καρδίᾳ παρὰ φύσιν, ἀλλ' ἕκαστον οἰκείως καὶ χρησίμως τέτακται. ‘ναὶ μὴν κηρύκων τε λιθορρίνων' χελωνῶν τε καὶ παντὸς ὀστρέου φύσιν, ὥς φησιν ὁ Ἐμπεδοκλῆς (B 76), καταμανθάνων
‘ἔνθ' ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν',
καὶ οὐ πιέζει τὸ λιθῶδες οὐδὲ καταθλίβει τὴν ἕξιν ἐπικείμενον, [928A] οὐδέ γε πάλιν τὸ θερμὸν ὑπὸ κουφότητος εἰς τὴν ἄνω χώραν ἀποπτάμενον οἴχεται, μέμικται δέ πως πρὸς ἄλληλα καὶ συντέτακται κατὰ τὴν ἑκάστου φύσιν. 15. ὥσπερ εἰκὸς ἔχειν καὶ τὸν κόσμον, εἴ γε δὴ ζῷόν ἐστι, πολλαχοῦ γῆν ἔχοντα πολλαχοῦ δὲ πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, οὐκ ἐξ ἀνάγκης ἀποτεθλιμμένον ἀλλὰ λόγῳ διακεκοσμημένον. οὐδὲ γὰρ ὀφθαλμὸς ἐνταῦθα τοῦ [928B] σώματός ἐστιν ὑπὸ κουφότητος ἐκπιεσθείς, οὐδ' ἡ καρδία τῷ βάρει ὀλισθοῦσα πέπτωκεν εἰς τὸ στῆθος, ἀλλ' ὅτι βέλτιον ἦν οὕτως ἑκάτερον τετάχθαι. μὴ τοίνυν μηδὲ τῶν τοῦ κόσμου μερῶν νομίζωμεν μήτε γῆν ἐνταῦθα κεῖσθαι συμπεσοῦσαν διὰ βάρος, μήτε τὸν ἥλιον, ὡς ὤετο Μητρόδωρος ὁ Χῖος, εἰς τὴν ἄνω χώραν ἀσκοῦ δίκην ὑπὸ κουφότητος ἐκτεθλῖφθαι, μήτε τοὺς ἄλλους ἀστέρας ὥσπερ ἐν ζυγῷ σταθμοῦ διαφορᾷ ῥέψαντας ἐν οἷς εἰσι γεγονέναι τόποις· ἀλλὰ τοῦ κατὰ λόγον κρατοῦντος οἱ μὲν ὥσπερ ‘ὄμματα φωσφόρα' τῷ προσώπῳ τοῦ παντὸς ‘ἐνδεδεμένοι' περιπολοῦσιν, ἥλιος δὲ καρδίας ἔχων δύναμιν [928C] ὥσπερ αἷμα καὶ πνεῦμα διαπέμπει καὶ διασκεδάννυσιν ἐξ ἑαυτοῦ θερμότητα καὶ φῶς, γῇ δὲ καὶ θαλάσσῃ χρῆται κατὰ φύσιν ὁ κόσμος, ὅσα κοιλίᾳ καὶ κύστει ζῷον. σελήνη δ' ἡλίου μεταξὺ καὶ γῆς ὥσπερ καρδίας καὶ κοιλίας ἧπαρ ἤ τι μαλθακὸν ἄλλο σπλάγχνον ἐγκειμένη τήν τ' ἄνωθεν ἀλέαν ἐνταῦθα διαπέμπει καὶ τὰς ἐντεῦθεν ἀναθυμιάσεις πέψει τινὶ καὶ καθάρσει λεπτύνουσα περὶ ἑαυτὴν ἀναδίδωσιν. εἰ δὲ καὶ πρὸς ἄλλα τὸ γεῶδες αὐτῆς καὶ στερέμνιον ἔχει τινὰ πρόσφορον χρείαν, ἄδηλον ἡμῖν. ἐν παντὶ δὲ κρατεῖ τὸ βέλτιον τοῦ κατηναγκασμένου. τί γὰρ <οὐχ> οὕτως λάβωμεν, ἐξ ὧν ἐκεῖνοι λέγουσι, τὸ εἰκός; λέγουσι δὲ τοῦ αἰθέρος [928D] τὸ μὲν αὐγοειδὲς καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυκνωθὲν καὶ συνειληθὲν ἄστρα· τούτων δὲ τὸ νωθρότατον εἶναι τὴν σελήνην καὶ θολερώτατον. ἀλλ' ὅμως ὁρᾶν πάρεστιν οὐκ ἀποκεκριμένην τοῦ αἰθέρος τὴν σελήνην, ἀλλ' ἔτι πολλῷ μὲν τῷ περὶ αὐτὴν ἐμφερομένην, πολλὴν δ' ὑφ' ἑαυτὴν ἔχουσαν ἀνέμων ... δινεῖσθαι καὶ κομήτας. οὕτως οὐ ταῖς ῥοπαῖς σεσήκωται κατὰ βάρος καὶ κουφότητα τῶν σωμάτων ἕκαστον, ἀλλ' ἑτέρῳ λόγῳ κεκόσμηται.”
16. Λεχθέντων δὲ τούτων κἀμοῦ τῷ Λευκίῳ τὸν [928E] λόγον παραδιδόντος ἐπὶ τὰς ἀποδείξεις βαδίζοντα τοῦ δόγματος, Ἀριστοτέλης μειδιάσας “μαρτύρομαι” εἶπεν “ὅτι τὴν πᾶσαν ἀντιλογίαν πεποίησαι πρὸς τοὺς αὐτὴν μὲν ἡμίπυρον εἶναι τὴν σελήνην ὑποτιθεμένους, κοινῇ δὲ τῶν σωμάτων τὰ μὲν ἄνω τὰ δὲ κάτω ῥέπειν ἐξ ἑαυτῶν φάσκοντας· εἰ δ' ἔστι τις ὁ λέγων κύκλῳ τε κινεῖσθαι κατὰ φύσιν τὰ ἄστρα καὶ πολὺ παρηλλαγμένης οὐσίας εἶναι τῶν τεττάρων, οὐδ' ἀπὸ τύχης ἦλθεν ἐπὶ μνήμην [928F] ἡμῖν, ὥστ' ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ ... Λεύκιος ‘<ἥκιστα,> ὠγαθέ' εἶπεν, ‘ἀλλὰ τὰ ἄλλα μὲν ἴσως ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς ... οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν· ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει τὴν ἀπάθειαν ἐν αὐτῇ καὶ τὸ κάλλος ἐκείνου τοῦ σώματος· ἀλλ' ἵνα τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει πως ἑτέρας ἐπιγέγονε· πάσχει δέ τι καὶ τὸ μιγνύμενον· ἀποβάλλει γὰρ τὸ [929A] εἰλικρινές, βίᾳ τοῦ χείρονος ἀναπιμπλάμενον. αὐγῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ᾧ κατὰ τὸν Ἴωνα
‘μέλας οὐ πεπαίνεται βότρυς',
εἰς τί θησόμεθα πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος; <πόθεν οὖν πάθους> ἀιδίῳ σώματι καὶ ὀλυμπίῳ μέτεστιν; ὅλως γάρ, ὦ φίλε Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον, ὡς δ' ἄστρον ἢ φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον δέδια μὴ ἄμορφος ἦ καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυμίαν· εἴ γε τῶν ἐν οὐρανῷ τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι, κατὰ Παρμενίδην
[929B] ‘ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο'.
ὁ μὲν οὖν ἑταῖρος ἐν τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνύς, ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν, ηὐδοκίμησεν· ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρ' ὑμῶν ἢ μεθ' ὑμῶν ἔμαθον, ἔχων δὲ τοῦτο πρὸς τὰ λοιπὰ βαδιοῦμαι.
Φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν, οὐδ' αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾷδες αὐξομένου τοῦ φωτός· οὕτως γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος ἡμῖν, [929C] εἰ μὴ στέγει μηδ' ἀντιφράττει τὸν ἥλιον, ἀλλὰ δίεισιν ὑπὸ μανότητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει καὶ συνεξάπτει περὶ αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδ' ἀποστροφὰς αὐτῆς, ὥσπερ ὅταν ἦ διχότομος καὶ ἀμφίκυρτος ἢ μηνοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον, ἀλλὰ κατὰ στάθμην, φησὶ Δημόκριτος, ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον, ὥστ' αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν· αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις, ‘ἀπεσκέδασεν δέ οἱ αὐγάς', ὥς φησιν Ἐμπεδοκλῆς,
[929D] ‘ἔσ τε αἶαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης
τόσσον, ὅσον τ' εὖρος γλαυκώπιδος ἔπλετο μήνης',
καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἕτερο<ν> τοῦ φωτὸς ἐμπεσόντος. ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται δι' αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς.
Ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει [929E] τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίνεσθαι τὸν ἐνταῦθα φωτισμὸν ἀπ' αὐτῆς. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκὸς ἐξάψεως καὶ μίξεως <δυοῖν> φώτων γεγενημένης ἀλλ' οἷον αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν ἠχὼ τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βελῶν μαλακώτεραι προσπίπτουσιν, ‘ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν' (εmpedocles β 43) ἀσθενῆ καὶ ἀμυδρὰν ἀνάρροιαν ἴσχει πρὸς ἡμᾶς, διὰ τὴν κλάσιν ἐκλυομένης τῆς δυνάμεως”.
17. Ὑπολαβὼν δ' ὁ Σύλλας “ἀμέλει ταῦτ'” εἶπεν [929F] “ἔχει τινὰς πιθανότητας· ὃ δ' ἰσχυρότατόν ἐστι τῶν ἀντιπιπτόντων, πότερον ἔτυχέ τινος παραμυθίας ἢ παρῆλθεν ἡμῶν τὸν ἑταῖρον;” “τί τοῦτο” ἔφη “λέγεις;” ὁ Λεύκιος· “ἦ τὸ πρὸς τὴν διχότομον ἀπορούμενον”; “πάνυ μὲν οὖν” ὁ Σύλλας εἶπεν· “ἔχει γάρ τινα λόγον τὸ πάσης ἐν ἴσαις γωνίαις γινομένης ἀνακλάσεως, ὅταν ἡ σελήνη διχοτομοῦσα μεσουρανῇ, μὴ φέρεσθαι τὸ φῶς ἐπὶ γῆς ἀπ' αὐτῆς ἀλλ' ὀλισθάνειν ἐπέκεινα τῆς γῆς· ὁ γὰρ ἥλιος ἐπὶ τοῦ ὁρίζοντος ὢν ἅπτεται τῇ ἀκτῖνι τῆς σελήνης· [930A] διὸ καὶ κλασθεῖσα πρὸς ἴσα<ς> ἐπὶ θάτερον ἐκπεσεῖται πέρας καὶ οὐκ ἀφήσει δεῦρο τὴν αὐγήν· ἢ διαστροφὴ μεγάλη καὶ παράλλαξις ἔσται τῆς γωνίας, ὅπερ ἀδύνατόν ἐστιν”. “ἀλλὰ νὴ Δί'” εἶπεν ὁ Λεύκιος “καὶ τοῦτ' ἐρρήθη”. καὶ πρός γε Μενέλαον ἀποβλέψας ἐν τῷ διαλέγεσθαι τὸν μαθηματικόν “αἰσχύνομαι μέν” ἔφη “σοῦ παρόντος, ὦ φίλε Μενέλαε, θέσιν ἀναιρεῖν μαθηματικὴν ὥσπερ θεμέλιον τοῖς κατοπτρικοῖς ὑποκειμένην πράγμασιν· ἀνάγκη δ' εἰπεῖν ὅτι τὸ πρὸς ἴσας γίνεσθαι γωνίας ἀνάκλασιν πᾶσαν οὔτε φαινόμενον αὐτόθεν οὔθ' ὁμολογούμενόν [930B] ἐστιν, ἀλλὰ διαβάλλεται μὲν ἐπὶ τῶν κυρτῶν κατόπτρων, ὅταν ἐμφάσεις ποιῇ μείζονας ἑαυτῶν πρὸς ἓν τὸ τῆς ὄψεως σημεῖον, διαβάλλεται δὲ τοῖς διπτύχοις κατόπτροις, ὧν ἐπικλιθέντων πρὸς ἄλληλα καὶ γωνίας ἐντὸς γενομένης ἑκάτερον τῶν ἐπιπέδων διττὴν ἔμφασιν ἀποδίδωσι καὶ ποιεῖ τέτταρας εἰκόνας ἀφ' ἑνὸς προσώπου, δύο μὲν ἀντιστρόφους τοῖς ἔξωθεν [ἀριστεροῖς] μέρεσι, δύο δὲ δεξιοφανεῖς <ἀλλ'> ἀμαυρὰς ἐν βάθει τῶν κατόπτρων. ὧν τῆς γενέσεως τὴν αἰτίαν [930C] Πλάτων ἀποδίδωσιν εἴρηκε γὰρ ὅτι τοῦ κατόπτρου ἔνθεν καὶ ἔνθεν ὕψος λαβόντος ὑπαλλάττουσιν αἱ ὄψεις τὴν ἀνάκλασιν ἀπὸ τῶν ἑτέρων ἐπὶ θάτερα μεταπίπτουσαν. εἴπερ οὖν τῶν ὄψεων εὐθὺς πρὸς ἡμᾶς ... ἀνατρέχουσιν, αἱ δ' ἐπὶ θάτερα μέρη τῶν κατόπτρων ὀλισθάνουσαι πάλιν ἐκεῖθεν ἀναφέρονται πρὸς ἡμᾶς, οὐ δυνατόν ἐστιν ἐν ἴσαις γωνίαις γίνεσθαι πάσας ἀνακλάσεις. οἷς οἱ ὁμόσε χωροῦντες ἀξιοῦσιν αὐτοῖς τοῖς ἀπὸ τῆς σελήνης ἐπὶ γῆν φερομένοις ῥεύμασι τὴν ἰσότητα τῶν γωνιῶν ἀναιρεῖν, [930D] πολλῷ τοῦτ' ἐκείνου πιθανώτερον εἶναι νομίζοντες. οὐ μὴν ἀλλ' εἰ δεῖ τοῦτο χαρίζεσθαι τῇ πολλὰ δὴ φίλῃ γεωμετρίᾳ καὶ δοῦναι, πρῶτον μὲν ἀπὸ τῶν ἠκριβωμένων ταῖς λειότησι συμπίπτειν ἐσόπτρων εἰκός ἐστιν, ἡ δὲ σελήνη πολλὰς ἀνωμαλίας ἔχει καὶ τραχύτητας, ὥστε τὰς αὐγὰς ἀπὸ σώματος μεγάλου προσφερομένας ὕψεσιν ἀξιολόγοις ἀντιλάμψεις καὶ διαδόσεις ἀπ' ἀλλήλων λαμβάνουσιν, ἀνακλᾶσθαί τε παντοδαπῶς καὶ περιπλέκεσθαι καὶ συνάπτειν αὐτὴν ἑαυτῇ τὴν ἀνταύγειαν, οἷον [930E] ἀπὸ πολλῶν φερομένην πρὸς ἡμᾶς κατόπτρων. ἔπειτα κἂν πρὸς αὐτῇ τῇ σελήνῃ τὰς ἀντανακλάσεις ἐν ἴσαις γωνίαις ποιῶμεν, οὐκ ἀδύνατον φερομένας ἐν διαστήματι τοσούτῳ τὰς αὐγὰς κλάσεις ἴσχειν καὶ περιολισθήσεις, ὡς συγχεῖσθαι καὶ κάμπτειν τὸ φῶς.
Ἔνιοι δὲ καὶ δεικνύουσι γράφοντες, ὅτι πολλὰ τῶν φώτων αὐγὴν ἀφίησι κατὰ γραμμῆς ὑπὸ τὴν κεκλιμένην ὑποταθείσης· σκευωρεῖσθαι δ' ἅμα λέγοντι διάγραμμα, καὶ ταῦτα πρὸς πολλούς, οὐκ ἐνῆν.
18. Τὸ δ' ὅλον” ἔφη “θαυμάζω πῶς τὴν διχότομον ἐφ' ἡμᾶς κινοῦσιν ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ [930F] τῆς μηνοειδοῦς. εἰ γὰρ αἰθέριον ὄγκον ἢ πύρινον ὄντα τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐτῆ<ς> σκιερὸν ἀεὶ καὶ ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθησιν, ἀλλ' εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιών, ὅλην ἀναπίμπλασθαι καὶ δι' ὅλης τρέπεσθαι τῷ φωτὶ πανταχόσε χωροῦντι δι' εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος ὕδατος θιγὼν κατὰ πέρας καὶ σταγὼν αἵματος εἰς ὑγρὸν ἐμπεσόντος ἀνέχρωσε πᾶν ἅμα ... φοινιχθέν, αὐτὸν δὲ τὸν ἀέρα λέγουσιν οὐκ ἀπορροίαις τισὶν οὐδ' ἀκτῖσι μεμιγμέναις ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι, πῶς ἄστρον ἄστρου καὶ φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι μηδὲ σύγχυσιν ποιεῖν [931A] δι' ὅλου καὶ μεταβολὴν ἀλλ' ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν; ὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην, νῦν μὲν ἐπιπίπτοντα τῷ διορίζοντι τὸ ὁρατὸν αὐτῆς καὶ τὸ ἀόρατον, νῦν δ' ἀνιστάμενον πρὸς ὀρθὰς ὥστε τέμνειν ἐκεῖνον ὑπ' ἐκείνου τε τέμνεσθαι, ἄλλαις <δὲ> κλίσεσι καὶ σχέσεσι τοῦ λαμπροῦ πρὸς τὸ σκιερὸν ἀμφικύρτους καὶ μηνοειδεῖς ἀποδιδόντα μορφὰς ἐν αὐτῇ, παντὸς μᾶλλον ἐπιδείκνυσιν οὐ σύγκρασιν ἀλλ' ἐπαφήν, οὐδὲ σύλλαμψιν ἀλλὰ περίλαμψιν αὐτῆς ὄντα τὸν φωτισμόν.
[931B] Ἐπεὶ δ' οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο τῆς αὐγῆς ἀναπέμπει τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυρίσασθαι τῷ λόγῳ περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνακλάσεις γίνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδ' ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον [ἢ] νοῆσαι ῥᾴδιον, ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ καὶ κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ καὶ ἀπ' αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδ' ἀντερείδων, ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων [931C] πολλὰς ἀντιλάμψεις καὶ περιλάμψεις ἀποδίδωσιν. οὕτω δὲ καὶ τὴν γῆν ὁρῶμεν ὑπ' αὐτοῦ φωτιζομένην· οὐ γὰρ εἰς βάθος ὥσπερ ὕδωρ οὐδὲ δι' ὅλης ὥσπερ ἀὴρ διίησι τὴν αὐγήν, ἀλλ' οἷος τὴν σελήνην περιστείχει κύκλος αὐτοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος ἕτερος περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολείπων ἕτερον ἀφώτιστον· ἡμισφαιρίου γὰρ ὀλίγῳ δοκεῖ μεῖζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν ὡς, εἰ τριῶν ὄντων οἷς τὸ ἀφ' ἡλίου φῶς πλησιάζει, γῆς σελήνης ἀέρος, ὁρῶμεν οὐχ ὡς ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ τὰ αὐτὰ πάσχειν ὑπὸ τοῦ αὐτοῦ πέφυκεν.”
[931D] 19. Ἐπεὶ δὲ πάντες ἐπῄνεσαν τὸν Λεύκιον, “εὖ γ'” ἔφην “ὅτι καλῷ λόγῳ καλὴν ἀναλογίαν προσέθηκας· οὐ γὰρ ἀποστερητέον σε τῶν ἰδίων”. κἀκεῖνος ἐπιμειδιάσας “οὐκοῦν” ἔφη “καὶ δεύτερον ἀναλογίᾳ προσχρηστέον, ὅπως μὴ <τῷ> τὰ αὐτὰ πάσχειν ὑπὸ τοῦ αὐτοῦ μόνον ἀλλὰ καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σελήνην προσεοικυῖαν. ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ τὸν ἥλιον γινομένων ὅμοιόν ἐστιν ὡς ἔκλειψις ἡλίου δύσει, δότε μοι ταύτης τῆς ἔναγχος συνόδου μνησθέντες, [931E] ἣ πολλὰ μὲν ἄστρα πολλαχόθεν τοῦ οὐρανοῦ διέφηνεν εὐθὺς ἐκ μεσημβρίας ἀρξαμένη, κρᾶσιν δ' οἵαν τὸ λυκαυγὲς τῷ ἀέρι παρέσχεν. εἰ δὲ μή, Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τούτοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον ἐν ταῖς ἐκλείψεσιν ὀλοφυρομένους ‘ἄστρον φανερώτατον κλεπτόμενον' καί ‘μέσῳ ἄματι νύκτα γινομένην' [931F] καὶ τὴν ‘ἀκτῖνα τοῦ ἡλίου σκότους ἀτραπὸν <ἐσσυμέναν>' φάσκοντας, ἐπὶ πᾶσι δὲ τὸν Ὅμηρον νυκτὶ καὶ ζόφῳ τὰ πρόσωπα κατέχεσθαι τῶν ἀνθρώπων λέγοντα καί ‘τὸν ἥλιον ἐξαπολωλέναι τοῦ οὐρανοῦ' περὶ τὴν σελήνην καὶ ... τοῦτο γίνεσθαι πέφυκε ‘τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δ' ἱσταμένου'. τὰ λοιπὰ δ' οἶμαι ταῖς μαθηματικαῖς ἀκριβείαις εἰς τὸν ... ἐξῆχθαι καὶ βέβαιον, ὡς ἥ γε νύξ ἐστι σκιὰ γῆς, ἡ δ' ἔκλειψις τοῦ ἡλίου σκιὰ σελήνης, ὅταν ἡ ὄψις ἐν αὐτῇ γένηται. δυόμενος γὰρ ὑπὸ τῆς γῆς ἀντιφράττεται πρὸς τὴν ὄψιν, ἐκλιπὼν δ' ὑπὸ τῆς σελήνης· [932A] ἀμφότεραι δ' εἰσὶν ἐπισκοτήσεις, ἀλλ' ἡ μὲν δυτικὴ τῆς γῆς ἡ δ' ἐκλειπτικὴ τῆς σελήνης τῇ σκιᾷ καταλαμβανούσης τὴν ὄψιν. ἐκ δὲ τούτων εὐθεώρητον τὸ γινόμενον. εἰ γὰρ ὅμοιον τὸ πάθος, ὅμοια τὰ ποιοῦντα· τῷ γὰρ αὐτῷ τὰ αὐτὰ συμβαίνειν ὑπὸ τῶν αὐτῶν ἀναγκαῖόν ἐστιν. εἰ δ' οὐχ οὕτως τὸ περὶ τὰς ἐκλείψεις σκότος βύθιόν ἐστιν οὐδ' ὁμοίως τῇ νυκτὶ πιέζει τὸν ἀέρα, μὴ θαυμάζωμεν· οὐσία μὲν γὰρ ἡ αὐτὴ τοῦ τὴν νύκτα ποιοῦντος καὶ τοῦ τὴν ἔκλειψιν σώματος, μέγεθος δ' οὐκ ἴσον· ἀλλ' Αἰγυπτίους μὲν ἑβδομηκοστόδυον οἶμαι [932B] φάναι μόριον εἶναι τὴν σελήνην, Ἀναξαγόραν δ' ὅση Πελοπόννησος. Ἀρίσταρχος δὲ <τὴν διάμετρον τῆς γῆς πρὸς> τὴν διάμετρον τῆς σελήνης λόγον ἔχουσαν ἀποδείκνυσιν, ὃς ἐλάττων μὲν ἢ ἑξήκοντα πρὸς δεκαεννέα, μείζων δ' ἢ ὡς ἑκατὸν ὀκτὼ πρὸς τεσσαράκοντα τρί' ἐστίν. ὅθεν ἡ μὲν γῆ παντάπασι τῆς ὄψεως τὸν ἥλιον ἀφαιρεῖται διὰ μέγεθος· μεγάλη γὰρ ἡ ἐπιπρόσθησις καὶ χρόνον ἔχουσα τὸν τῆς νυκτός· ἡ δὲ σελήνη κἂν ὅλον ποτὲ κρύψῃ τὸν ἥλιον, οὐκ ἔχει χρόνον οὐδὲ πλάτος ἡ ἔκλειψις, ἀλλὰ περιφαίνεταί τις αὐγὴ περὶ τὴν ἴτυν, οὐκ ἐῶσα βαθεῖαν γενέσθαι τὴν σκιὰν καὶ ἄκρατον. Ἀριστοτέλης δ' ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν σελήνην ἐκλείπουσαν [932C] ἢ τὸν ἥλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν· ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ ... . ὁ δὲ Ποσειδώνιος ὁρισάμενος οὕτω τόδε τὸ πάθος ‘ἔκλειψίς ἐστιν ἡλίου σύνοδος σκιᾶς σελήνης ἧς τὴν ἔκλειψιν ....'. ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξῃ πρὸς τὸν ἥλιον· ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς οὐκ οἶδ' ὅ τι λέγειν ἑαυτῷ καταλέλοιπεν ἄστρου δὲ σκιὰν ἀδύνατον γενέσθαι· τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλ' ἀναιρεῖν πέφυκεν.”
[932D] 20. “Ἀλλὰ τί δή” ἔφη “μετὰ τοῦτο τῶν τεκμηρίων ἐλέχθη”; κἀγώ “τὴν αὐτην” ἔφην “ἐλάμβανεν ἡ σελήνη ἔκλειψιν”. “ὀρθῶς” εἶπεν “ὑπέμνησας· ἀλλὰ δὴ πότερον ὡς πεπεισμένων ὑμῶν καὶ τιθέντων ἐκλείπειν τὴν σελήνην ὑπὸ τοῦ σκιάσματος ἁλισκομένην ἤδη τρέπωμαι πρὸς τὸν λόγον, ἢ βούλεσθε μελέτην ποιήσωμαι καὶ ἀπόδειξιν ὑμῖν τῶν ἐπιχειρημάτων ἕκαστον ἀπαριθμήσας”; “νὴ Δί'” εἶπεν ὁ Θέων “τούτοις καὶ ἐμμελέτησον· ἐγὼ δὲ καὶ πειθοῦς τινος δέομαι, ταύτῃ μόνον ἀκηκοὼς ὡς ἐπὶ μίαν [932E] [μὲν] εὐθεῖαν τῶν τριῶν σωμάτων γιγνομένων, γῆς καὶ ἡλίου καὶ σελήνης, αἱ ἐκλείψεις συντυγχάνουσιν· ἡ γὰρ γῆ τῆς σελήνης ἢ πάλιν ἡ σελήνη τῆς γῆς ἀφαιρεῖται τὸν ἥλιον· ἐκλείπει γὰρ οὗτος μὲν σελήνης, σελήνη δὲ γῆς ἐν μέσῳ τῶν τριῶν ἱσταμένης· ὧν γίνεται τὸ μὲν ἐν συνόδῳ τὸ δ' ἐν διχομηνίᾳ”. καὶ ὁ Λεύκιος ἔφη “σχεδὸν μέντοι τῶν λεγομένων κυριώτατα ταῦτ' ἐστί· πρόσλαβε δὲ πρῶτον, εἰ βούλει, τὸν ἀπὸ τοῦ σχήματος τῆς σκιᾶς λόγον· ἔστι γὰρ κῶνος, ἅτε δὴ μεγάλου πυρὸς ἢ φωτὸς σφαιροειδοῦς ἐλάττονα σφαιροειδῆ δὲ περιβάλλοντος ὄγκον. ὅθεν ἐν ταῖς ἐκλείψεσι τῆς σελήνης αἱ περιγραφαὶ τῶν μελαινομένων πρὸς τὰ λαμπρὰ τὰς ἀποτομὰς περιφερεῖς ἴσχουσιν· ἃς γὰρ ἂν στρογγύλον στρογγύλῳ [932F] προσμῖξαν ἢ δέξηται τομὰς ἢ παράσχῃ, πανταχόσε χωροῦσαι δι' ὁμοιότητα γίνονται κυκλοτερεῖς. δεύτερον οἶμαί σε γινώσκειν, ὅτι σελήνης μὲν ἐκλείπει πρῶτα μέρη τὰ πρὸς ἀπηλιώτην, ἡλίου δὲ τὰ πρὸς δύσιν, κινεῖται δ' ἡ μὲν σκιὰ τῆς γῆς ἐπὶ τὴν ἑσπέραν ἀπὸ τῶν ἀνατολῶν, [933A] ἥλιος δὲ καὶ σελήνη τοὐναντίον ἐπὶ τὰς ἀνατολάς. ταῦτα γὰρ ἰδεῖν τε παρέχει τῇ αἰσθήσει τὰ φαινόμενα κἀκ λόγων οὐ πάνυ τι μακρῶν μαθεῖν ἔστιν· ἐκ δὲ τούτων ἡ αἰτία βεβαιοῦται τῆς ἐκλείψεως. ἐπεὶ γὰρ ἥλιος μὲν ἐκλείπει καταλαμβανόμενος, σελήνη δ' ἀπαντῶσα τῷ ποιοῦντι τὴν ἔκλειψιν, εἰκότως μᾶλλον δ' ἀναγκαίως ὁ μὲν ὄπισθεν ἁλίσκεται πρῶτον ἡ δ' ἔμπροσθεν. ἄρχεται γὰρ ἐκεῖθεν ἡ ἐπιπρόσθησις, ὅθεν πρῶτον [μὲν] ἐπιβάλλει τὸ ἐπιπροσθοῦν· ἐπιβάλλει δ' ἐκείνῳ μὲν ἀφ' ἑσπέρας ἡ σελήνη πρὸς αὐτὸν ἁμιλλωμένη, ταύτῃ δ' ἀπὸ τῶν ἀνατολῶν, ὡς πρὸς τοὐναντίον ὑποφερομένη. τρίτον τοίνυν ἔτι τὸ τοῦ χρόνου λάβε καὶ τὸ τοῦ μεγέθους τῶν ἐκλείψεων αὐτῆς. [933B] ὑψηλὴ μὲν ἐκλείπουσα καὶ ἀπόγειος ὀλίγον ἀποκρύπτεται χρόνον, πρόσγειος δὲ καὶ ταπεινὴ αὐτὸ τοῦτο παθοῦσα σφόδρα πιέζεται καὶ βραδέως ἐκ τῆς σκιᾶς ἄπεισι. καίτοι ταπεινὴ μὲν οὖσα τοῖς μεγίστοις χρῆται κινήμασιν, ὑψηλὴ δὲ τοῖς ἐλαχίστοις· ἀλλὰ τὸ αἴτιον ἐν τῇ σκιᾷ τῆς διαφορᾶς ἔστιν. εὐρυτάτη γὰρ οὖσα περὶ τὴν βάσιν, ὥσπερ οἱ κῶνοι, συστελλομένη τε κατὰ μικρὸν εἰς ὀξὺ τῇ κορυφῇ καὶ λεπτὸν ἀπολήγει πέρας. ὅθεν ἡ σελήνη ταπεινὴ μὲν ἐμπεσοῦσα τοῖς μεγίστοις λαμβάνεται κύκλοις ὑπ' αὐτῆς καὶ διαπερᾷ [933C] τὸ βύθιον καὶ σκοτωδέστατον, ἄνω δ' οἷον ἐν τενάγει διὰ λεπτότητα τοῦ σκιεροῦ χρανθεῖσα ταχέως ἀπαλλάττεται. παρίημι δ' ὅσα χωρὶς ἰδίᾳ πρὸς τὰς βάσεις καὶ <τὰς> διαφορήσεις ἐλέχθη· καὶ γὰρ ἐκεῖναι μέχρι γε τοῦ ἐνδεχομένου προσίενται τὴν αἰτίαν· ἀλλ' ἐπανάγω πρὸς τὸν ὑποκείμενον λόγον ἀρχὴν ἔχοντα τὴν αἴσθησιν.
Ὁρῶμεν γὰρ ὅτι πῦρ ἐκ τόπου σκιεροῦ διαφαίνεται καὶ διαλάμπει μᾶλλον, εἴτε παχύτητι τοῦ σκοτώδους ἀέρος οὐ δεχομένου τὰς ἀπορρεύσεις καὶ διαχύσεις ἀλλὰ συνέχοντος ἐν ταὐτῷ τὴν οὐσίαν καὶ σφίγγοντος, εἴτε τῆς αἰσθήσεως τοῦτο πάθος ἐστίν, ὡς τὰ θερμὰ παρὰ τὰ ψυχρὰ θερμότερα καὶ τὰς ἡδονὰς παρὰ τοὺς πόνους σφοδροτέρας, οὕτω τὰ λαμπρὰ φαίνεσθαι παρὰ τὰ σκοτεινὰ φανερώτερα, τοῖς διαφόροις πάθεσιν ἀντεπιτείνοντα [933D] τὴν φαντασίαν. ἔοικε δὲ πιθανώτερον εἶναι τὸ πρότερον· ἐν γὰρ ἡλίῳ πᾶσα πυρὸς φύσις οὐ μόνον τὸ λαμπρὸν ἀπόλλυσιν, ἀλλὰ τῷ εἴκειν γίνεται δύσεργος καὶ ἀμβλυτέρα· σκίδνησι γὰρ ἡ θερμότης καὶ διαχέει τὴν δύναμιν. εἴπερ οὖν ἡ σελήνη πυρὸς εἴληχε βληχροῦ καὶ ἀδρανοῦς, ἄστρον οὖσα θολερώτερον, ὥσπερ αὐτοὶ λέγουσιν, οὐθὲν ὧν πάσχουσα φαίνεται νῦν, ἀλλὰ τὰ ἐναντία πάντα πάσχειν αὐτὴν προσῆκόν ἐστι, φαίνεσθαι μὲν ὅτε κρύπτεται, κρύπτεσθαι δ' ὁπηνίκα φαίνεται· [933E] τουτέστι κρύπτεσθαι μὲν τὸν ἄλλον χρόνον ὑπὸ τοῦ περιέχοντος αἰθέρος ἀμαυρουμένην, ἐκλάμπειν δὲ καὶ γίνεσθαι καταφανῆ δι' ἓξ μηνῶν καὶ πάλιν διὰ πέντε τῇ σκιᾷ τῆς γῆς ὑποδυομένην. αἱ γὰρ πέντε καὶ ἑξήκοντα καὶ τετρακόσιαι περίοδοι τῶν ἐκλειπτικῶν πανσελήνων τὰς τέσσαρας καὶ τετρακοσίας ἑξαμήνους ἔχουσι τὰς δ' ἄλλας πενταμήνους. ἔδει τοίνυν διὰ τοσούτων χρόνων φαίνεσθαι τὴν σελήνην ἐν τῇ σκιᾷ λαμπρυνομένην· ἡ δ' ἐν <τῇ σκιᾷ> μὲν ἐκλείπει καὶ ἀπόλλυσι τὸ φῶς, ἀναλαμβάνει δ' αὖθις, ὅταν ἐκφύγῃ τὴν σκιάν, καὶ φαίνεταί γε πολλάκις ἡμέρας, ὡς πάντα μᾶλλον ἢ πύρινον οὖσα σῶμα καὶ ἀστεροειδές.”
[933F] 21. Εἰπόντος δὲ τοῦτο τοῦ Λευκίου συνεξέδραμον ἅμα πως τῷ ... ὅ τε Φαρνάκης καὶ ὁ Ἀπολλωνίδης· εἶτα τοῦ Ἀπολλωνίδου παρέντος ὁ Φαρνάκης εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν· οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυράν, ἥτις ἴδιός ἐστιν αὐτῆς. ὁ δ' Ἀπολλωνίδης ἐνέστη περὶ τῆς σκιᾶς. ἀεὶ γὰρ οὕτως ... ὀνομάζειν τοὺς μαθηματικοὺς τὸν ἀλαμπῆ τόπον ... σκιάν τε μὴ δέχεσθαι τὸν οὐρανόν. [934A] ἐγὼ δέ “τοῦτο μὲν” ἔφην “πρὸς τοὔνομα μᾶλλον ἐριστικῶς ἢ πρὸς τὸ πρᾶγμα φυσικῶς καὶ μαθηματικῶς ἐνισταμένου. τὸν γὰρ ἀντιφραττόμενον ὑπὸ τῆς γῆς τόπον εἰ μὴ σκιάν τις ἐθέλοι καλεῖν ἀλλ' ἀφεγγὲς χωρίον, ὅμως ἀναγκαῖον ἐν αὐτῷ τὴν σελήνην γενομένην ... καὶ ὅλως” ἔφην “εὔηθές ἐστιν ἐκεῖ μὴ φάναι τῆς γῆς ἐξικνεῖσθαι τὴν σκιάν, ... ἡ σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῇ ὄψει καὶ <διήκουσα> πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖν. [934B] πρὸς σὲ δέ, ὦ Φαρνάκη, τρέψομαι. τὸ γὰρ ἀνθρακῶδες ἐκεῖνο καὶ διακαὲς χρῶμα τῆς σελήνης, ὃ φῂς ἴδιον αὐτῆς εἶναι, σώματός ἐστι πυκνότητα καὶ βάθος ἔχοντος· οὐθὲν γὰρ ἐθέλει τοῖς ἀραιοῖς ὑπόλειμμα φλογὸς οὐδ' ἴχνος ἐμμένειν οὐδ' ἔστιν ἄνθρακος γένεσις, οὗ μὴ στερέμνιον σῶμα δεξάμενον διὰ βάθους τὴν πύρωσιν καὶ σῷζον· ὥς που καὶ Ὅμηρος εἴρηκεν ‘αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλὸξ ἀνθρακιὴν στορέσασα'. ὁ γὰρ ἄνθραξ ἔοικεν οὐ πῦρ ἀλλὰ σῶμα πεπυρωμένον εἶναι καὶ πεπονθὸς ὑπὸ πυρὸς στερεῷ καὶ [934C] ῥίζαν ἔχοντι προσμένοντος ὄγκῳ καὶ προσδιατρίβοντος· αἱ δὲ φλόγες ἀραιᾶς εἰσιν ἔξαψις καὶ ῥεύματα τροφῆς καὶ ὕλης, ταχὺ δι' ἀσθένειαν ἀναλυομένης. ὥστ' οὐδὲν ἂν ὑπῆρχε τοῦ γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐναργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ ἀνθρακῶδες. ἀλλ' οὐκ ἔστιν, ὦ φίλε Φαρνάκη· πολλὰς γὰρ ἐκλείπουσα χρόας ἀμείβει καὶ διαιροῦσιν αὐτὰς οὕτως οἱ μαθηματικοὶ κατὰ χρόνον καὶ ὥραν ἀφορίζοντες· ἂν ἀφ' ἑσπέρας ἐκλείπῃ, φαίνεται μέλαινα δεινῶς ἄχρι τρίτης ὥρας καὶ ἡμισείας· ἂν δὲ μέσῃ, τοῦτο δὴ τὸ ἐπιφοινίσσον ἵησι καὶ [πῦρ καὶ] πυρωπόν· ἀπὸ δ' ἑβδόμης ὥρας καὶ ἡμισείας ἀνίσταται τὸ ἐρύθημα· [934D] καὶ τέλος ἤδη πρὸς ἕω λαμβάνει χρόαν κυανοειδῆ καὶ χαροπήν, ἀφ' ἧς δὴ καὶ μάλιστα ‘γλαυκῶπιν' αὐτὴν οἱ ποιηταὶ καὶ Ἐμπεδοκλῆς ἀνακαλοῦνται. τοσαύτας οὖν χρόας ἐν τῇ σκιᾷ τὴν σελήνην λαμβάνουσαν ὁρῶντες οὐκ ὀρθῶς ἐπὶ μόνον καταφέρονται τὸ ἀνθρακῶδες, ὃ μάλιστα φήσαι τις ἂν ἀλλότριον αὐτῆς εἶναι καὶ μᾶλλον ὑπόμιγμα καὶ λεῖμμα τοῦ φωτὸς διὰ τῆς σκιᾶς περιλάμποντος, ἴδιον δὲ τὸ μέλαν καὶ γεῶδες. ὅπου δὲ πορφυρίσιν ἐνταῦθα καὶ φοινικίσι λίμναις τε καὶ ποταμοῖς δεχομένοις ἥλιον ἐπίσκια χωρία γειτνιῶντα συγχρῴζεται καὶ περιλάμπεται, διὰ τὰς ἀνακλάσεις ἀποδιδόντα πολλοὺς καὶ διαφόρους ἀπαυγασμούς, τί [934F] θαυμαστὸν εἰ ῥεῦμα πολὺ σκιᾶς ἐμβάλλον ὥσπερ εἰς πέλαγος οὐράνιον οὐ σταθεροῦ φωτὸς οὐδ' ἠρεμοῦντος ἀλλὰ μυρίοις ἄστροις περιελαυνομένου μίξεις τε παντοδαπὰς καὶ μεταβολὰς λαμβάνοντος, ἄλλην ἄλλοτε χρόαν ἐκματτόμενον ἀπὸ τῆς σελήνης ἐνταῦθ' ἀποδίδωσιν; ἄστρον μὲν γὰρ ἢ πῦρ οὐκ ἂν ἐν σκιᾷ διαφανείη μέλαν ἢ γλαυκὸν ἢ κυανοειδές, ὄρεσι δὲ καὶ πεδίοις καὶ θαλάσσαις πολλαὶ μὲν ἀφ' ἡλίου μορφαὶ χρωμάτων ἐπιτρέχουσι καὶ σκιαῖς καὶ ὁμίχλαις, οἵας φαρμάκοις γραφικοῖς μιγνύμενον ἐπάγει βαφὰς τὸ λαμπρόν. ὧν τὰ μὲν τῆς θαλάττης ἐπικεχείρηκεν ἁμωσγέπως ἐξονομάζειν Ὅμηρος ‘ἰοειδέα' καλῶν καί ‘οἴνοπα πόντον', αὖθις δέ ‘πορφύρεον κῦμα' ‘γλαυκήν' τ' ἄλλως ‘θάλασσαν' καί ‘λευκὴν γαλήνην', τὰς δὲ περὶ τὴν γῆν διαφορὰς τῶν ἄλλοτ' ἄλλως ἐπιφαινομένων χρωμάτων παρῆκεν ὡς ἀπείρους τὸ πλῆθος οὔσας. τὴν δὲ σελήνην οὐκ εἰκὸς ὥσπερ τὴν θάλασσαν μίαν ἔχειν ἐπιφάνειαν, ἀλλ' ἐοικέναι μάλιστα τῇ γῇ τὴν φύσιν, ἣν ἐμυθολόγει Σωκράτης ὁ [935A] παλαιός, εἴτε δὴ ταύτην αἰνιττόμενος εἴτε δὴ ἄλλην τινὰ διηγούμενος. οὐ γὰρ ἄπιστον οὐδὲ θαυμαστόν, εἰ μηδὲν ἔχουσα διεφθορὸς <ἐν> ἑαυτῇ μηδ' ἰλυῶδες, ἀλλὰ φῶς τε καρπουμένη καθαρὸν ἐξ οὐρανοῦ καὶ θερμότητος οὐ διακαοῦς οὐδὲ μανικοῦ πυρὸς ἀλλὰ νοτεροῦ καὶ ἀβλαβοῦς καὶ κατὰ φύσιν ἔχοντος οὖσα πλήρης κάλλη τε θαυμαστὰ κέκτηται τόπων ὄρη τε φλογοειδῆ καὶ ζώνας ἁλουργοὺς ἔχει χρυσόν τε καὶ ἄργυρον οὐκ ἐν βάθει διεσπαρμένον, ἀλλὰ πρὸς τοῖς πεδίοις ἐξανθοῦντα πολὺν ἢ πρὸς ὕψεσι λείοις προφερόμενον.
[935B] Εἰ δὲ τούτων ὄψις ἀφικνεῖται διὰ τῆς σκιᾶς ἄλλοτ' ἄλλη πρὸς ἡμᾶς ἐξαλλαγῇ καὶ διαφορᾷ τινι τοῦ περιέχοντος, τό γε μὴν τίμιον οὐκ ἀπόλλυσι τῆς δόξης οὐδὲ τὸ θεῖον ἡ σελήνη, γῆ τις ... ἱερὰ πρὸς ἀνθρώπων νομιζομένη μᾶλλον ἢ πῦρ θολερόν, ὥσπερ οἱ Στωικοὶ λέγουσι, καὶ τρυγῶδες. πῦρ μέν γε παρὰ Μήδοις καὶ Ἀσσυρίοις βαρβαρικὰς ἔχει τιμάς, οἳ φόβῳ τὰ βλάπτοντα θεραπεύουσι πρὸ τῶν σεμνῶν ἀφοσιούμενοι, τὸ δὲ γῆς ὄνομα παντί που φίλον Ἕλληνι καὶ τίμιον, καὶ πατρῷον ἡμῖν [935C] ὥσπερ ἄλλον τινὰ θεῶν σέβεσθαι. πολλοῦ δὲ δέομεν ἄνθρωποι τὴν σελήνην, γῆν οὖσαν ὀλυμπίαν, ἄψυχον ἡγεῖσθαι σῶμα καὶ ἄνουν καὶ ἄμοιρον ὧν θεοῖς ἀπάρχεσθαι προσήκει, νόμῳ τε τῶν ἀγαθῶν ἀμοιβὰς τίνοντας καὶ κατὰ φύσιν σεβομένους τὸ κρεῖττον ἀρετῇ καὶ δυνάμει καὶ τιμιώτερον. ὥστε μηδὲν οἰώμεθα πλημμελεῖν γῆν αὐτὴν θέμενοι, τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς, ὥσπερ ἡ παρ' ἡμῖν ἔχει γῆ κόλπους τινὰς μεγάλους, οὕτως ἐκείνην ἀνεπτύχθαι βάθεσι μεγάλοις καὶ ῥήξεσιν ὕδωρ ἢ ζοφερὸν ἀέρα περιέχουσιν, ὧν ἐντὸς οὐ καθίησιν οὐδ' ἐπιψαύει τὸ τοῦ ἡλίου φῶς, ἀλλ' ἐκλείπει καὶ διεσπασμένην ἐνταῦθα τὴν ἀνάκλασιν ἀποδίδωσιν.”
[935D] 22. Ὑπολαβὼν δ' ὁ Ἀπολλωνίδης “εἶτ', ὦ πρὸς αὐτῆς” ἔφη “τῆς Σελήνης, δυνατὸν εἶναι δοκεῖ ὑμῖν ῥηγμάτων τινῶν ἢ φαράγγων εἶναι σκιὰς κἀκεῖθεν ἀφικνεῖσθαι δεῦρο πρὸς τὴν ὄψιν, ἢ τὸ συμβαῖνον οὐ λογίζεσθε κἀγὼ τουτὶ εἴπω; ἀκούοιτε δὲ καίπερ οὐκ ἀγνοοῦντες. ἡ μὲν διάμετρος τῆς σελήνης δυοκαίδεκα δακτύλους ἔχει τὸ φαινόμενον ἐν τοῖς μέσοις ἀποστήμασι μέγεθος. τῶν δὲ μελάνων καὶ σκιερῶν ἕκαστον ἡμιδακτυλίου φαίνεται μεῖζον, ὥστε τῆς διαμέτρου μεῖζον ἢ [935E] εἰκοστοτέταρτον εἶναι. καὶ μήν, εἰ μόνων ὑποθοίμεθα τὴν περίμετρον τῆς σελήνης τρισμυρίων σταδίων μυρίων δὲ τὴν διάμετρον, κατὰ τὸ ὑποκείμενον οὐκ ἔλαττον ἂν εἴη πεντακοσίων σταδίων ἐν αὐτῇ τῶν σκιερῶν ἕκαστον. ὅρα δὴ πρῶτον, ἂν ἦ δυνατὸν τῇ σελήνῃ τηλικαῦτα βάθη καὶ τηλικαύτας εἶναι τραχύτητας ὥστε σκιὰν ποιεῖν τοσαύτην, ἔπειτα πῶς οὖσαι τηλικαῦται τὸ μέγεθος ὑφ' ἡμῶν οὐχ ὁρῶνται.” κἀγὼ μειδιάσας πρὸς αὐτόν “εὖγ'” ἔφην “ὅτι τοιαύτην ἐξεύρηκας ἀπόδειξιν, ὦ Ἀπολλωνίδη, δι' ἧς [935F] κἀμὲ καὶ σαυτὸν ἀποδείξεις τῶν Ἀλωαδῶν ἐκείνων εἶναι μείζονας, οὐκ ἐν ἅπαντι μέντοι χρόνῳ τῆς ἡμέρας ἀλλὰ πρωὶ μάλιστα καὶ δείλης, <εἴ γ'> οἴει, τὰς σκιὰς ἡμῶν τοῦ ἡλίου ποιοῦντος ἠλιβάτους, τὸν καλὸν τοῦτο τῇ αἰσθήσει παρέχειν συλλογισμόν, ὡς, εἰ μέγα τὸ σκιαζόμενον, ὑπερμέγεθες τὸ σκιάζον. ἐν Λήμνῳ μὲν οὐδέτερος ἡμῶν εὖ οἶδ' ὅτι γέγονε, τουτὶ μέντοι τὸ τεθρυλημένον ἰαμβεῖον ἀμφότεροι πολλάκις ἀκηκόαμεν
‘Ἄθως καλύψει πλευρὰ Λημνίας βοός·'
ἐπιβάλλει γὰρ ἡ σκιὰ τοῦ ὄρους, ὡς ἔοικε, χαλκέῳ τινι [936A] βοιδίῳ, μῆκος ἀποτείνουσα διὰ τῆς θαλάττης οὐκ ἔλαττον ἑπτακοσίων σταδίων,*** τὸ κατασκιάζον ὕψος εἶναι. διὰ τίν' αἰτίαν; ὅτι πολλαπλασίους αἱ τοῦ φωτὸς ἀποστάσεις τῶν σωμάτων τὰς σκιὰς ποιοῦσι. δεῦρο δὴ θεῶ καὶ τῆς σελήνης, ὅτε πάμμηνός ἐστι καὶ μάλιστα τὴν ἰδέαν ἔναρθρον τοῦ προσώπου βαθύτητι τῆς σκιᾶς ἀποδίδωσι, τὸ μέγιστον ἀπέχοντα διάστημα τὸν ἥλιον· ἡ γὰρ ἀπόστασις τοῦ φωτὸς αὕτη τὴν σκιὰν μεγάλην, οὐ τὰ μεγέθη τῶν ὑπὲρ τὴν σελήνην ἀνωμαλιῶν πεποίηκε. καὶ μὴν οὐδὲ τῶν ὀρῶν τὰς ὑπεροχὰς ἐῶσι μεθ' ἡμέραν αἱ περιαυγαὶ [936B] τοῦ ἡλίου καθορᾶσθαι, τὰ μέντοι βαθέα καὶ κοῖλα φαίνεται καὶ σκιώδη πόρρωθεν. οὐδὲν οὖν ἄτοπον, εἰ καὶ τῆς σελήνης τὴν ἀντίλαμψιν καὶ τὸν ἐπιφωτισμὸν οὐκ ἔστι καθορᾶν ἀκριβῶς, αἱ δὲ τῶν σκιερῶν παραθέσεις παρὰ τὰ λαμπρὰ τῇ διαφορᾷ τὴν ὄψιν οὐ λανθάνουσιν.
23. Ἀλλ' ἐκεῖνο μᾶλλον” ἔφην “ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γὰρ αὐγῆς ἀφ' ὕδατος πρὸς τοῖχον ἁλλομένης ὄψις ἐν αὐτῷ τῷ [936C] πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τήν τ' ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἥλιον αὐτόν, ἀφ' οὗ τὸ φῶς τῷ ὕδατι προσπίπτον ἀνακέκλασται. τούτων δ' ὁμολογουμένων καὶ φαινομένων κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθ' ἡμέραν, ὅταν ἀνάκλασις ἀπ' αὐτοῦ γένηται· μὴ φαινομένου δὲ τούτου, κατ' ἄλλον [936D] οἴονται τρόπον, οὐκ ἀνακλάσει, γίνεσθαι τὸν φωτισμόν· εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην”. “τί οὖν” ἔφη “πρὸς αὐτοὺς λεκτέον”; ὁ Ἀπολλωνίδης· “κοινὰ γὰρ ἔοικε καὶ πρὸς ἡμᾶς εἶναι τὰ τῆς ἀνακλάσεως.” “ἀμέλει τρόπον τινά” ἔφην ἐγώ “κοινά, τρόπον δ' ἄλλον οὐ κοινά. πρῶτον δ' ὅρα τὰ τῆς εἰκόνος ὡς ‘ἄνω ποταμῶν' καὶ τραπέμπαλιν λαμβάνουσιν. ἐπὶ γῆς γάρ ἐστι καὶ κάτω τὸ ὕδωρ, ὑπὲρ γῆς δὲ σελήνη καὶ μετέωρος· ὅθεν ἀντίστροφον αἱ κεκλασμέναι τὸ σχῆμα τῆς γωνίας ποιοῦσι, τῆς μὲν ἄνω πρὸς τῇ σελήνῃ τῆς δὲ κάτω πρὸς τῇ γῇ τὴν κορυφὴν ἐχούσης. μὴ ἅπασαν οὖν ἰδέαν κατόπτρων μηδ' ἐκ πάσης ἀποστάσεως ὁμοίαν ἀνάκλασιν [936E] ποιεῖν ἀξιούτωσαν, ἐπεὶ μάχονται πρὸς τὴν ἐνάργειαν. οἱ δὲ σῶμα μὴ λεπτὸν μηδὲ λεῖον, ὥσπερ ἐστὶ τὸ ὕδωρ, ἀποφαίνοντες τὴν σελήνην ἀλλ' ἐμβριθὲς καὶ γεῶδες οὐκ οἶδ' ὅπως ἀπαιτοῦνται τοῦ ἡλίου τὴν ἔμφασιν ἐν αὐτῇ πρὸς τὴν ὄψιν. οὐδὲ γὰρ τὸ γάλα τοὺς τοιούτους ἐσοπτρισμοὺς ἀποδίδωσιν οὐδὲ ποιεῖ τῆς ὄψεως ἀνακλάσεις διὰ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν μορίων· πόθεν γε τὴν σελήνην δυνατόν ἐστιν ἀναπέμπειν [936F] ἀφ' ἑαυτῆς τὴν ὄψιν, ὥσπερ ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων; καίτοι καὶ ταῦτα δήπουθεν, ἐὰν ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης καταλάβῃ τὸ σημεῖον [ἂν], ἀφ' οὗ πέφυκεν ἡ ὄψις ἀνακλασθῆναι, τυφλοῦται, καὶ βλέπεται μὲν αὐτά, τὴν δ' ἀνταύγειαν οὐκ ἀποδίδωσιν. ὁ δ' ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφ' ἡμᾶς ἀνακλᾶν ἀφ' ἑαυτῆς τὴν σελήνην ἡδύς ἐστι τὸν ὀφθαλμὸν ἥλιον ἀξιῶν εἶναι φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν ἄνθρωπον. τοῦ μὲν γὰρ ἡλίου δι' εὐτονίαν καὶ λαμπρότητα πρὸς τῇ σελήνῃ γινομένην μετὰ πληγῆς τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς εἰκός ἐστιν· ἡ δ' ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλιγοστὴ τί θαυμαστὸν εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ μήτ' ἀφαλλομένης τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται καὶ ἀπολείπει, [937A] πλῆθος οὐκ ἔχουσα φωτὸς ὥστε μὴ διασπᾶσθαι περὶ τὰς ἀνωμαλίας καὶ τραχύτητας; ἀπὸ μὲν γὰρ ὕδατος καὶ τῶν ἄλλων ἐσόπτρων ἰσχύουσαν ἔτι τῆς ἀρχῆς ἐγγὺς οὖσαν ἐπὶ τὸν ἥλιον ἅλλεσθαι τὴν ἀνάκλασιν οὐκ ἀδύνατόν ἐστιν· ἀπὸ δὲ τῆς σελήνης, κἂν γίνωνταί τινες ὀλισθήσεις αὐτῆς, ἀσθενεῖς ἔσονται καὶ ἀμυδραὶ καὶ προαπολείπουσαι διὰ τὸ μῆκος τῆς ἀποστάσεως. καὶ γὰρ ἄλλως τὰ μὲν κοῖλα τῶν ἐσόπτρων εὐτονωτέραν ποιεῖ τῆς προηγουμένης αὐγῆς τὴν ἀνακλωμένην, ὥστε [937B] καὶ φλόγας ἀναπέμπειν πολλάκις, τὰ δὲ κυρτὰ καὶ τὰ σφαιροειδῆ τῷ μὴ πανταχόθεν ἀντερείδειν ἀσθενῆ καὶ ἀμαυράν ... . ὁρᾶτε δήπουθεν, ὅταν ἴριδες δύο φανῶσι, νέφους νέφος ἐμπεριέχοντος, ἀμαυρὰ ποιοῦσαν καὶ ἀσαφῆ τὰ χρώματα τὴν περιέχουσαν· τὸ γὰρ ἐκτὸς νέφος ἀπωτέρω τῆς ὄψεως κείμενον οὐκ εὔτονον οὐδ' ἰσχυρὰν τὴν ἀνάκλασιν ἀποδίδωσι. καὶ τί δεῖ πλείονα λέγειν; ὅπου γὰρ τὸ τοῦ ἡλίου φῶς ἀνακλώμενον ἀπὸ τῆς σελήνης τὴν μὲν θερμότητα πᾶσαν ἀποβάλλει, τῆς δὲ λαμπρότητος αὐτοῦ λεπτὸν ἀφικνεῖται μόλις πρὸς ἡμᾶς καὶ ἀδρανὲς λείψανον, ἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι [937C] πρὸς τὸν ἥλιον ἀπὸ τῆς σελήνης; ἐγὼ μὲν οὐκ οἶμαι. σκοπεῖτε δ'” εἶπον “καὶ ὑμεῖς· εἰ τὰ αὐτὰ πρὸς τὸ ὕδωρ καὶ τὴν σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον, οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων· εἰ δ' οὐ γίνονται πρὸς ταῦτα τῆς ὄψεως ἀνακλάσεις δι' ἀσθένειαν αὐτῆς ἢ τραχύτητα τῆς σελήνης, μηδὲ πρὸς τὸν ἥλιον ἀπαιτῶμεν.
24. Ἡμεῖς μὲν οὖν” ἔφην, “ὅσα μὴ διαπέφευγε τὴν μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν· ὥρα δὲ καὶ Σύλλαν παρακαλεῖν μᾶλλον δ' ἀπαιτεῖν τὴν διήγησιν, οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον· ὥστε, εἰ δοκεῖ, [937D] καταπαύσαντες τὸν περίπατον καὶ καθίσαντες ἐπὶ τῶν βάθρων ἑδραῖον αὐτῷ παράσχωμεν ἀκροατήριον.” ἔδοξε δὴ ταῦτα, καὶ καθισάντων ἡμῶν ὁ Θέων “ἐγώ τοι, ὦ Λαμπρία” εἶπεν “ἐπιθυμῶ μὲν οὐδενὸς ἧττον ὑμῶν ἀκοῦσαι τὰ λεχθησόμενα, πρότερον δ' ἂν ἡδέως ἀκούσαιμι περὶ τῶν οἰκεῖν λεγομένων ἐπὶ τῆς σελήνης, οὐκ εἰ κατοικοῦσί τινες ἀλλ' εἰ δυνατὸν ἐκεῖ κατοικεῖν. εἰ γὰρ οὐ δυνατόν, ἄλογον καὶ τὸ γῆν εἶναι τὴν σελήνην. δόξει γὰρ πρὸς οὐθὲν ἀλλὰ μάτην γεγονέναι μήτε καρποὺς ἐκφέρουσα μήτ' ἀνθρώποις τισὶν ἕδραν παρέχουσα καὶ γένεσιν καὶ δίαιταν· ὧν ἕνεκα καὶ ταύτην γεγονέναι φαμὲν κατὰ [937E] Πλάτωνα ‘τροφὸν ἡμετέραν ἡμέρας τε καὶ νυκτὸς ἀτρεκῆ φύλακα καὶ δημιουργόν'. ὁρᾷς δ' ὅτι πολλὰ λέγεται καὶ σὺν γέλωτι καὶ μετὰ σπουδῆς περὶ τούτων. τοῖς μὲν γὰρ ὑπὸ τὴν σελήνην οἰκοῦσιν ὥσπερ Ταντάλοις ἐκ κεφαλῆς ἐκκρέμασθαί φασι, τοὺς δ' οἰκοῦντας αὖ πάλιν ἐπ' αὐτῆς [937F] ὥσπερ Ἰξίονας ἐνδεδεμένους ῥύμῃ τόση... . καίτοι μίαν οὐ κινεῖται κίνησιν, ἀλλ', ὥς που καὶ λέγεται, Τριοδῖτίς ἐστιν, ἅμα μῆκος ἐπὶ τοῦ ζῳδιακοῦ καὶ πλάτος φερομένη καὶ βάθος· ὧν τὴν μὲν περιδρομὴν τὴν δ' ἕλικα τὴν δ' οὐκ οἶδα πῶς ἀνωμαλίαν ὀνομάζουσιν οἱ μαθηματικοί, καίπερ οὐδεμίαν ὁμαλὴν οὐδὲ τεταγμένην ταῖς ἀποκαταστάσεσιν ὁρῶντες ἔχουσαν. οὔκουν εἰ λέων τις ἔπεσεν ὑπὸ ῥύμης εἰς Πελοπόννησον, ἄξιόν ἐστι θαυμάζειν, ἀλλ' ὅπως οὐ μυρί’ ὁρῶμεν ἀεὶ ‘πεσήματ' ἀνδρῶν καὶ ἀπολακτισμοὺς βίων’ ἐκεῖθεν οἷον ἐκκυβιστώντων καὶ περιτρεπομένων.
[938A] Καὶ γὰρ γελοῖον περὶ μονῆς τῶν ἐκεῖ διαπορεῖν, εἰ μὴ γένεσιν μηδὲ σύστασιν ἔχειν δύνανται. ὅπου γὰρ Αἰγύπτιοι καὶ Τρωγλοδῦται, οἷς ἡμέρας μιᾶς ἀκαρὲς ἵσταται κατὰ κορυφὴν ὁ ἥλιος ἐν τροπαῖς εἶτ' ἄπεισιν, ὀλίγον ἀπέχουσι τοῦ κατακεκαῦσθαι ξηρότητι τοῦ περιέχοντος, ἦπου τοὺς ἐπὶ τῆς σελήνης εἰκός ἐστι δώδεκα θερείας ὑπομένειν ἔτους ἑκάστου, κατὰ μῆνα τοῦ ἡλίου πρὸς κάθετον αὐτοῖς ἐφισταμένου καὶ στηρίζοντος, ὅταν [938B] ἦ πανσέληνος; πνεύματά γε μὴν καὶ νέφη καὶ ὄμβρους, ὧν χωρὶς οὔτε γένεσις φυτῶν ἔστιν οὔτε σωτηρία γενομένοις, ἀμήχανον ἐκεῖ διανοηθῆναι συνιστάμενα διὰ θερμότητα καὶ λεπτότητα τοῦ περιέχοντος. οὐδὲ γὰρ ἐνταῦθα τῶν ὀρῶν τὰ ὑψηλὰ δέχεται τοὺς ἀγρίους καὶ ἐναντίους χειμῶνας, ἀλλ' ... ἤδη καὶ σάλον ἔχων ὑπὸ κουφότητος ὁ ἀὴρ ἐκφεύγει τὴν σύστασιν ταύτην καὶ πύκνωσιν. εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένῳ τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι [937C] τοὺς θεούς. τὴν μὲν γὰρ Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς <μήτ' ἐσθίοντας> μήτε πίνοντας ἀλλ' ἀστόμους ὄντας ὑποτύφειν καὶ θυμιᾶν καὶ τρέφεσθαι τῇ ὀσμῇ, πόθεν ἄν τις ἐκεῖ φυομένην λάβοι μὴ βρεχομένης τῆς σελήνης;”
25. Ταῦτα τοῦ Θέωνος εἰπόντος <“κάλλιστά> γε” ἔφην “καὶ ἄριστα τῇ παιδιᾷ τοῦ λόγου τὰς ὀφρῦς <ἡμῶν ἔλυσας· δι'> ἃ καὶ θάρσος ἡμῖν ἐγγίνεται πρὸς τὴν ἀπόκρισιν, μὴ πάνυ πικρὰν μηδ' αὐστηρὰν εὐθύνην προσδοκῶσι. καὶ γὰρ ὡς ἀληθῶς τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα διαφέρουσιν <οὐδὲν> οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς καὶ διαπιστοῦντες ἀλλὰ μὴ πράως τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἐθέλοντες ἐπισκοπεῖν. εὐθὺς οὖν τὸ πρῶτον οὐκ ἀναγκαῖόν ἐστιν, εἰ μὴ κατοικοῦσιν [938D] ἄνθρωποι τὴν σελήνην, μάτην γεγονέναι καὶ πρὸς μηθέν. οὐδὲ γὰρ τήνδε τὴν γῆν δι' ὅλης ἐνεργὸν οὐδὲ προσοικουμένην ὁρῶμεν, ἀλλὰ μικρὸν αὐτῆς μέρος ὥσπερ ἄκροις τισὶν ἢ χερρονήσοις ἀνέχουσιν ἐκ βυθοῦ γόνιμόν ἐστι ζῴων καὶ φυτῶν, τῶν δ' ἄλλων τὰ μὲν ἔρημα καὶ ἄκαρπα χειμῶσι καὶ αὐχμοῖς, τὰ δὲ πλεῖστα κατὰ τῆς μεγάλης δέδυκε θαλάσσης. ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγινώσκοντος
‘Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται
ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν.'
[938E] ἀλλὰ πολλοῦ δεῖ μάτην ταῦτα γεγονέναι· καὶ γὰρ ἀναθυμιάσεις ἡ θάλασσα μαλακὰς ἀνίησι, καὶ τῶν πνευμάτων τὰ ἥδιστα θέρους ἀκμάζοντος ἐκ τῆς ἀοικήτου καὶ κατεψυγμένης αἱ χιόνες ἀτρέμα διατηκόμεναι χαλῶσι καὶ διασπείρουσιν, ‘ἡμέρας τε καὶ νυκτὸς' ἕστηκεν ἀτρεκὴς ἐν μέσῳ ‘φύλαξ' κατὰ Πλάτωνα ‘καὶ δημιουργός'. οὐδὲν οὖν κωλύει καὶ τὴν σελήνην ζῴων μὲν ἔρημον εἶναι, παρέχειν δ' ἀνακλάσεις τε τῷ φωτὶ περὶ αὐτὴν [938F] διαχεομένῳ καὶ συρροὴν ταῖς τῶν ἀστέρων αὐγαῖς ἐν αὐτῇ καὶ σύγκρασιν, ἧ συνεκπέττει τε τὰς ἀπὸ τῆς γῆς ἀναθυμιάσεις ἅμα τε καὶ τοῦ ἡλίου τὸ ἔμπυρον ἄγαν καὶ σκληρὸν ἀνίησι. καί πού τι καὶ παλαιᾷ φήμῃ διδόντες Ἄρτεμιν αὐτὴν νομισθῆναι φήσομεν ὡς παρθένον καὶ ἄγονον, ἄλλως δὲ βοηθητικὴν καὶ ὠφέλιμον.
Ἐπεὶ τῶν γ' εἰρημένων οὐδέν, ὦ φίλε Θέων, ἀδύνατον δείκνυσι τὴν λεγομένην ἐπ' αὐτῆς οἴκησιν. ἥ τε γὰρ δίνη πολλὴν ἔχουσα πραότητα καὶ γαλήνην ἐπιλεαίνει τὸν ἀέρα καὶ διανέμει συγκατακοσμούμενον, [939A] ὥστε μηδὲν εἶναι δέος ἐκπεσεῖν καὶ ἀποσφαλῆναι τοὺς ἐκεῖ βεβηκότας, εἰ δὲ μὴ δὲ αὐτὴ καὶ τὸ ποικίλον τοῦτο τῆς φορᾶς καὶ πεπλανημένον οὐκ ἀνωμαλίας οὐδὲ ταραχῆς ἐστιν, ἀλλὰ θαυμαστὴν ἐπιδείκνυνται τάξιν ἐν τούτοις καὶ πορείαν οἱ ἀστρολόγοι κύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττομένοις συνάγοντες, <οἳ ἄγουσιν> αὐτὴν οἱ μὲν ἀτρεμοῦσαν, οἱ δὲ λείως καὶ ὁμαλῶς ἀεὶ τάχεσι τοῖς αὐτοῖς ἀνθυποφερομένην· αὗται γὰρ αἱ τῶν κύκλων ἐπιβάσεις καὶ περιαγωγαὶ καὶ σχέσεις πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς τὰ φαινόμενα τῆς κινήσεως ὕψη καὶ βάθη καὶ τὰς κατὰ πλάτος παραλλάξεις ἅμα ταῖς κατὰ [939B] μῆκος αὐτῆς περιόδοις ἐμμελέστατα συμπεραίνουσι.
Τὴν δὲ πολλὴν θερμότητα καὶ συνεχῆ πύρωσιν ὑφ' ἡλίου [οὐ] παύσῃ φοβούμενος, ἂν πρῶτον μὲν ἀντιθῇς ταῖς ἕνδεκα θεριναῖς συνόδοις τὰς πανσελήνους· εἴσῃ δὲ τὸ συνεχὲς τῆς μεταβολῆς ταῖς ὑπερβολαῖς χρόνον οὐκ ἐχούσαις πολὺν ἐμποιεῖν κρᾶσιν οἰκείαν καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρεῖν· διὰ μέσου δὲ τούτων, ὡς εἰκός, ὥραν ἔαρι προσφορωτάτην ἔχουσιν. ἔπειτα πρὸς μὲν ἡμᾶς καθίησι δι' ἀέρος θολεροῦ καὶ συνεπερείδοντος τὴν θερμότητα ταῖς ἀναθυμιάσεσι τρεφομένην, ἐκεῖ δὲ [939C] λεπτὸς ὢν καὶ διαυγὴς ὁ ἀὴρ σκίδνησι καὶ διαχεῖ τὴν αὐγήν, ὑπέκκαυμα καὶ σῶμα μηδὲν ἔχουσαν.
υλην δὲ καὶ καρποὺς αὐτόθι μὲν ὄμβροι τρέφουσιν, ἑτέρωθι δέ, ὥσπερ ἄνω περὶ Θήβας παρ' ὑμῖν καὶ Συήνην, οὐκ ὄμβριον ὕδωρ ἀλλὰ γηγενὲς ἡ γῆ πίνουσα καὶ χρωμένη πνεύμασι καὶ δρόσοις οὐκ ἂν ἐθελήσειεν οἶμαι τῇ πλεῖστον ὑομένῃ πολυκαρπίας ὑφίεσθαι δι' ἀρετήν τινα καὶ κρᾶσιν. τὰ δ' αὐτὰ φυτὰ τῷ γένει παρ' ἡμῖν μέν, ἐὰν σφόδρα πιεσθῇ χειμῶσιν, ἐκφέρει πολὺν [939D] καὶ καλὸν καρπόν, ἐν δὲ Λιβύῃ καὶ παρ' ὑμῖν ἐν Αἰγύπτῳ δύσριγα κομιδῇ καὶ δειλὰ πρὸς χειμῶνάς ἐστι. τῆς δὲ Γεδρωσίας καὶ Τρωγλοδύτιδος, ἣ καθήκει πρὸς τὸν ὠκεανόν, ἀφόρου διὰ ξηρότητα καὶ ἀδένδρου παντάπασιν οὔσης, ἐν τῇ παρακειμένῃ καὶ περικεχυμένῃ θαλάττῃ θαυμαστὰ μεγέθη φυτῶν τρέφεται καὶ κατὰ βυθοῦ τέθηλεν, ὧν τὰ μὲν ἐλαίας τὰ δὲ δάφνας τὰ δ' Ἴσιδος τρίχας καλοῦσιν. οἱ δ' ἀνακαμψέρωτες οὗτοι προσαγορευόμενοι τῆς γῆς ἐξαιρεθέντες οὐ μόνον ζῶσι κρεμάμενοι χρόνον ὅσον βούλεταί τις, ἀλλὰ βλαστάνουσιν. ... σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶνος τὰ δὲ θέρους ἀκμάζοντος, [939E] ὥσπερ σήσαμον καὶ μελίνη· τὸ δὲ θύμον ἢ τὸ κενταύριον ἂν εἰς ἀγαθὴν καὶ πίονα σπαρῇ χώραν καὶ βρέχηται καὶ ἄρδηται, τῆς κατὰ φύσιν ἐξίσταται ποιότητος καὶ ἀποβάλλει τὴν δύναμιν, αὐχμῷ δὲ χαίρει καὶ πρὸς τὸ οἰκεῖον ἐπιδίδωσιν. εἰ δ' ὥς φασιν οὐδὲ τὰς δρόσους ἀνέχεται, καθάπερ τὰ πλεῖστα τῶν Ἀραβικῶν, ἀλλ' ἐξαμαυροῦται διαινόμενα καὶ φθείρεται, τί δὴ θαυμαστόν ἐστιν εἰ γίνονται περὶ τὴν σελήνην ῥίζαι καὶ σπέρματα καὶ ὗλαι μηθὲν ὑετῶν δεόμεναι μηδὲ χιόνων ἀλλὰ πρὸς θερινὸν ἀέρα καὶ λεπτὸν εὐφυῶς ἔχουσαι;
Πῶς δ' οὐκ εἰκὸς ἀνιέναι τε πνεύματα θαλπόμενα τῇ σελήνῃ καὶ τῷ σάλῳ τῆς περιφορᾶς αὔρας τε παρομαρτεῖν [939F] ἀτρέμα καὶ δρόσους [καὶ] ὑγρότητας ἐλαφρὰς περιχεούσας καὶ διασπειρομένας ἐπαρκεῖν τοῖς βλαστάνουσιν, αὐτὴν δὲ τῇ κράσει μὴ πυρώδη μηδ' αὐχμηρὰν ἀλλὰ μαλακὴν καὶ ὑδροποιὸν εἶναι; ξηρότητος μὲν γὰρ οὐδὲν ἀφικνεῖται πάθος ἀπ' αὐτῆς πρὸς ἡμᾶς, ὑγρότητος δὲ πολλὰ καὶ θηλύτητος, αὐξήσεις φυτῶν, σήψεις κρεῶν, τροπαὶ καὶ ἀνέσεις οἴνων, μαλακότητες ξύλων, εὐτοκίαι γυναικῶν. δέδοικα δ' ἡσυχάζοντα Φαρνάκην αὖθις [940A] ἐρεθίζειν καὶ κινεῖν, ὠκεανοῦ τε πλημμύρας, ὡς λέγουσιν αὐτοί, καὶ πορθμῶν ἐπιδόσεις διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῷ ἀνυγραίνεσθαι παρατιθέμενος. διὸ πρὸς σὲ τρέψομαι μᾶλλον, ὦ φίλε Θέων· λέγεις γὰρ ἡμῖν ἐξηγούμενος ταυτὶ τὰ Ἀλκμᾶνος
‘<οἷα Διὸς> θυγάτηρ Ἔρσα τρέφει καὶ <δίας> Σελάνας',
ὅτι νῦν τὸν ἀέρα καλεῖ Δία καί φησιν αὐτὸν ὑπὸ τῆς σελήνης καθυγραινόμενον εἰς δρόσους τρέπεσθαι. κινδυνεύει γάρ, [940B] ὦ ἑταῖρε, πρὸς τὸν ἥλιον ἀντιπαθῆ φύσιν ἔχειν, εἴγε μὴ μόνον, ὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος, αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν, ἀλλὰ καὶ τὴν ἀπ' ἐκείνου θερμότητα καθυγραίνειν καὶ καταψύχειν προσπίπτουσαν αὐτῇ καὶ συμμιγνυμένην.
Οἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν, οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν ἐοίκασιν ἀθεάτοις τῶν περὶ τὴν φύσιν ἀνωμαλιῶν, ἐν αἷς μείζονας ἔστι καὶ πλέονας πρὸς ἄλληλα τῶν ζῴων ἢ πρὸς τὰ μὴ ζῷα διαφορὰς καὶ ἀνομοιότητας εὑρεῖν. καὶ ἄστομοι μὲν ἄνθρωποι καὶ [940C] ὀσμαῖς τρεφόμενοι μὴ ἔστωσαν, εἰ μὴ ... μὴ δοκοῦσι, τὴν δ' ἄλιμον, ἧς ἡμῖν αὐτὸς ἐξηγεῖτο δύναμιν, ᾐνίξατο μὲν Ἡσίοδος εἰπών
‘οὐδ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ' ὄνειαρ,'
ἔργῳ δ' ἐμφανῆ παρέσχεν Ἐπιμενίδης, διδάξας ὅτι μικρῷ παντάπασιν ἡ φύσις ὑπεκκαύματι ζωπυρεῖ καὶ συνέχει τὸ ζῷον, ἂν ὅσον ἐλαίας μέγεθος λάβῃ, μηδεμιᾶς ἔτι τροφῆς δεόμενον. τοὺς δ' ἐπὶ τῆς σελήνης, εἴπερ εἰσίν, εὐσταλεῖς εἶναι τοῖς σώμασι καὶ διαρκεῖς ὑπὸ τῶν τυχόντων τρέφεσθαι πιθανόν ἐστι. καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἥλιον ζῷον ὄντα πύρινον καὶ τῆς γῆς [940D] ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι καὶ τοὺς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν. ἀλλ' οὔτε ταῦτα συνορῶμεν οὔθ' ὅτι καὶ χώρα καὶ φύσις καὶ κρᾶσις ἄλλη πρόσφορός ἐστιν αὐτοῖς. ὥσπερ οὖν εἰ τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδ' ἅψασθαι, μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ‘ζῷα πολλὰ [940E] καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βυθοῦ καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ἡμεῖς ἀέρι', μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν, οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ τινας ἀνθρώπους κατοικεῖν. ἐκείνους δ' ἂν οἴομαι πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν γῆν ἀφορῶντας οἷον ὑποστάθμην καὶ ἰλὺν τοῦ παντὸς ἐν ὑγροῖς καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῷα φύει καὶ τρέφει [940F] μετέχοντα κινήσεως ἀναπνοῆς θερμότητος· κἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι (Υ 65)
‘σμερδαλέ', εὐρώεντα, τά τε στυγέουσι θεοί περ',
καί (Θ 16)
‘τόσσον ἔνερθ' Ἀίδαο, ὅσον οὐρανὸς ἔστ' ἀπὸ γαίης',
ταῦτα φήσουσιν ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγεσθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον ἀπῳκίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.”
26. Ἔτι δέ μου σχεδὸν λέγοντος ὁ Σύλλας ὑπολαβών “ἐπίσχες” εἶπεν “ὦ Λαμπρία, καὶ παραβαλοῦ τὸ θυρίον τοῦ λόγου, μὴ λάθῃς τὸν μῦθον ὥσπερ εἰς γῆν ἐξοκείλας καὶ συγχέῃς τὸ δρᾶμα τοὐμὸν ἑτέραν ἔχον σκηνὴν καὶ διάθεσιν. [941A] ἐγὼ μὲν οὖν ὑποκριτής εἰμι, πρότερον δ' αὐτοῦ φράσω τὸν ποιητὴν ὑμῖν εἰ μή τι κωλύει, καθ' Ὅμηρον ἀρξάμενος.
‘Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται',
δρόμον ἡμερῶν πέντε Βρεττανίας ἀπέχουσα πλέοντι πρὸς ἑσπέραν· ἕτεραι δὲ τρεῖς ἴσον ἐκείνης ἀφεστῶσαι καὶ ἀλλήλων πρόκεινται μάλιστα κατὰ δυσμὰς ἡλίου θερινάς. ὧν ἐν μιᾷ τὸν Κρόνον οἱ βάρβαροι καθεῖρχθαι μυθολογοῦσιν ὑπὸ τοῦ Διός, τὸν δ' ὡς υἱὸν ἔχοντα φρουρὸν τῶν τε νήσων ἐκείνων καὶ τῆς θαλάττης, ἣν Κρόνιον [941B] πέλαγος ὀνομάζουσι, παρακατῳκίσθαι. τὴν δὲ μεγάλην ἤπειρον, ὑφ' ἧς ἡ μεγάλη περιέχεται κύκλῳ θάλαττα, τῶν μὲν ἄλλων ἔλαττον ἀπέχει<ν>, τῆς δ' Ὠγυγίας περὶ πεντακισχιλίους σταδίους κωπήρεσι πλοίοις κομιζομένῳ· (βραδύπορον γὰρ εἶναι καὶ πηλῶδες ὑπὸ πλήθους ῥευμάτων τὸ πέλαγος· τὰ δὲ ῥεύματα τὴν μεγάλην ἐξιέναι γῆν καὶ γίνεσθαι προχώσεις ἀπ' αὐτῶν καὶ βαρεῖαν εἶναι καὶ γεώδη τὴν θάλατταν, ἧ καὶ πεπηγέναι δόξαν ἔσχε). τῆς δ' ἠπείρου τὰ πρὸς τῇ θαλάττῃ κατοικεῖν Ἕλληνας περὶ κόλπον οὐκ ἐλάττονα τῆς Μαιώτιδος, οὗ τὸ στόμα [941C] τῷ στόματι τοῦ Κασπίου πελάγους μάλιστα κατ' εὐθεῖαν κεῖσθαι· καλεῖν δὲ καὶ νομίζειν ἐκείνους ἠπειρώτας μὲν αὑτοὺς <νησιώτας δὲ τοὺς> ταύτην τὴν γῆν κατοικοῦντας, ὡς καὶ κύκλῳ περίρρυτον οὖσαν ὑπὸ τῆς θαλάσσης· οἴεσθαι δὲ τοῖς Κρόνου λαοῖς ἀναμιχθέντας ὕστερον τοὺς μεθ' Ἡρακλέους παραγενομένους καὶ ὑπολειφθέντας ἤδη σβεννύμενον τὸ Ἑλληνικὸν ἐκεῖ καὶ κρατούμενον γλώττῃ τε βαρβαρικῇ καὶ νόμοις καὶ διαίταις οἷον ἀναζωπυρῆσαι πάλιν ἰσχυρὸν καὶ πολὺ γενόμενον· διὸ τιμὰς ἔχειν πρώτας τὸν Ἡρακλέα, δευτέρας δὲ τὸν Κρόνον.
Ὅταν οὖν ὁ τοῦ Κρόνου ἀστήρ, ὃν Φαίνοντα μὲν ἡμεῖς, ἐκείνους δὲ Νυκτοῦρον ἔφη καλεῖν, εἰς Ταῦρον παραγένηται δι' ἐτῶν τριάκοντα, παρασκευασαμένους ἐν [941D] χρόνῳ πολλῷ τὰ περὶ τὴν θυσίαν καὶ τὸν ἀ... ἐκπέμπειν κλήρῳ λαχόντας ἐν πλοίοις τοσούτοις θεραπείαν τε πολλὴν καὶ παρασκευὴν ἀναγκαίαν μέλλουσι πλεῖν πέλαγος τοσοῦτον εἰρεσίᾳ καὶ χρόνον ἐπὶ ξένης βιοτεύειν πολὺν ἐμβαλλομένους. ἀναχθέντας οὖν χρῆσθαι τύχαις, ὡς εἰκός, ἄλλους ἄλλαις, τοὺς δὲ διασωθέντας ἐκ τῆς θαλάττης πρῶτον μὲν ἐπὶ τὰς προκειμένας νήσους οἰκουμένας δ' ὑφ' Ἑλλήνων κατίσχειν καὶ τὸν ἥλιον ὁρᾶν κρυπτόμενον ὥρας μιᾶς ἔλαττον ἐφ' ἡμέρας τριάκοντα· καὶ νύκτα τοῦτ' εἶναι, σκότος ἔχουσαν ἐλαφρὸν καὶ λυκαυγὲς ἀπὸ δυσμῶν περιλαμπόμενον. ἐκεῖ δὲ [941E] διατρίψαντας ἡμέρας ἐνενήκοντα μετὰ τιμῆς καὶ φιλοφροσύνης, ἱεροὺς νομιζομένους καὶ προσαγορευομένους, ὑπὸ πνευμάτων ἤδη περαιοῦσθαι· μηδ' ἄλλους τινὰς ἐνοικεῖν ἢ σφᾶς τ' αὐτοὺς καὶ τοὺς πρὸ αὐτῶν ἀποπεμφθέντας. ἐξεῖναι μὲν γὰρ ἀποπλεῖν οἴκαδε τοὺς τῷ θεῷ τὰ τρὶς δέκ' ἔτη συλλατρεύσαντας, αἱρεῖσθαι δὲ τοὺς πλείστους ἐπιεικῶς αὐτόθι κατοικεῖν, τοὺς μὲν ὑπὸ συνηθείας τοὺς δ' ὅτι πόνου δίχα καὶ πραγμάτων ἄφθονα πάρεστι πάντα, πρὸς θυσίαις καὶ χορηγίαις ἢ περὶ λόγους [941F] τινὰς ἀεὶ καὶ φιλοσοφίαν διατρίβουσι· θαυμαστὴν γὰρ εἶναι τῆς τε νήσου τὴν φύσιν καὶ τὴν πραότητα τοῦ περιέχοντος ἀέρος· ἐνίοις δὲ καὶ τὸ θεῖον ἐμποδὼν γίνεσθαι διανοηθεῖσιν ἀποπλεῖν ὥσπερ συνήθεσι καὶ φίλοις ἐπιδεικνύμενον. οὐκ ὄναρ <γὰρ> μόνον οὐδὲ διὰ συμβόλων, ἀλλὰ καὶ φανερῶς ἐντυγχάνειν πολλοὺς ὄψεσι δαιμόνων καὶ φωναῖς. αὐτὸν μὲν γὰρ τὸν Κρόνον ἐν ἄντρῳ βαθεῖ περιέχεσθαι πέτρας χρυσοειδοῦς καθεύδοντα (τὸν γὰρ ὕπνον αὐτῷ μεμηχανῆσθαι δεσμὸν ὑπὸ τοῦ Διός), ὄρνιθας δὲ τῆς πέτρας κατὰ κορυφὴν εἰσπετομένους ἀμβροσίαν ἐπιφέρειν αὐτῷ, καὶ τὴν νῆσον εὐωδίᾳ κατέχεσθαι πᾶσαν, ὥσπερ ἐκ πηγῆς σκιδναμένῃ τῆς πέτρας· [942A] τοὺς δὲ δαίμονας ἐκείνους περιέπειν καὶ θεραπεύειν τὸν Κρόνον, ἑταίρους αὐτῷ γενομένους, ὅτε δὴ θεῶν καὶ ἀνθρώπων ἐβασίλευε· καὶ πολλὰ μὲν ἀφ' ἑαυτῶν μαντικοὺς ὄντας προλέγειν, τὰ δὲ μέγιστα καὶ περὶ τῶν μεγίστων ὡς ὀνείρατα τοῦ Κρόνου κατιόντας ἐξαγγέλλειν· ὅσα γὰρ ὁ Ζεὺς προδιανοεῖται, ταῦτ' ὀνειροπολεῖν τὸν Κρόνον, ἐπειδὰν στασιάσαντα τὰ τιτανικὰ πάθη καὶ κινήματα τῆς ψυχῆς ἐν αὐτῷ παντάπασιν ὁ [942B] ὕπνος <κατακοιμήσῃ> καὶ γένηται τὸ βασιλικὸν καὶ θεῖον αὐτὸ καθ' ἑαυτὸ καθαρὸν καὶ ἀκήρατον.
Ἐνταῦθα δὴ κομισθείς, ὡς ἔλεγεν, ὁ ξένος καὶ θεραπεύων τὸν θεὸν ἐπὶ σχολῆς, ἀστρολογίας μὲν ἐφ' ὅσον γεωμετρήσαντι πορρωτάτω προελθεῖν δυνατόν ἐστιν ἐμπειρίαν ἔσχε, φιλοσοφίας δὲ τῆς ἄλλης τῷ φυσικῷ χρώμενος. ἐπιθυμίαν δέ τινα καὶ πόθον ἔχων γενέσθαι τῆς μεγάλης νήσου θεατής (οὕτως γὰρ ὡς ἔοικε τὴν παρ' ἡμῖν οἰκουμένην ὀνομάζουσιν), ἐπεὶ δὴ τὰ τριάκοντ' ἔτη διῆλθεν, ἀφικομένων τῶν διαδόχων οἴκοθεν ἀσπασάμενος τοὺς φίλους ἐξέπλευσε, τὰ μὲν ἄλλα κατεσκευασμένος εὐσταλῶς ἐφόδιον δὲ συχνὸν ἐν χρυσοῖς ἐκπώμασι κομίζων. ἃ μὲν οὖν ἔπαθε καὶ ὅσους ἀνθρώπους διῆλθεν, [942C] ἱεροῖς τε γράμμασιν ἐντυγχάνων ἐν τελεταῖς τε πάσαις τελούμενος, οὐ μιᾶς ἡμέρας ἔργον ἐστὶ διελθεῖν, ὡς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν εὖ μάλα καὶ καθ' ἕκαστον ἀπομνημονεύων· ὅσα δ' οἰκεῖα τῆς ἐνεστώσης διατριβῆς ἐστιν, ἀκούσατε. πλεῖστον γὰρ ἐν Καρχηδόνι χρόνον διέτριψεν, ἅτε δὴ παρ' ἡμῖν μεγάλας <τοῦ Κρόνου τιμὰς> ἔχοντος, καί τινας, ὅθ' ἡ προτέρα πόλις ἀπώλλυτο, διφθέρας ἱερὰς ὑπεκκομισθείσας κρύφα καὶ διαλαθούσας πολὺν χρόνον ἐν γῇ κειμένας ἐξευρών, τῶν τε φαινομένων θεῶν ἔφη χρῆναι καί μοι παρεκελεύετο τιμᾶν διαφερόντως τὴν Σελήνην ὡς τοῦ βίου κυριωτάτην οὖσαν ... ἐχομένην.”
27. Θαυμάζοντος δέ μου ταῦτα καὶ δεομένου σαφέστερον [942D] ἀκοῦσαι “πολλά” εἶπεν “ὦ Σύλλα, περὶ θεῶν οὐ πάντα δὲ καλῶς λέγεται παρ' Ἕλλησιν. οἷον εὐθὺς ὀρθῶς Δήμητραν καὶ Κόρην ὀνομάζοντες οὐκ ὀρθῶς ὁμοῦ καὶ περὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τόπον νομίζουσιν. ἡ μὲν γὰρ ἐν γῇ καὶ κυρία τῶν περὶ γῆν ἐστιν, ἡ δ' ἐν σελήνῃ καὶ τῶν περὶ σελήνην, Κόρη τε καὶ Φερσεφόνη κέκληται, τὸ μὲν ὡς φωσφόρος οὖσα, Κόρη δ' ὅτι καὶ τοῦ ὄμματος, ἐν ᾧ τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος, ὥσπερ τὸ ἡλίου φέγγος ἐνορᾶται τῇ σελήνῃ, κόρην προσαγορεύομεν. [942E] τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν αὐτῶν λεγομένοις ἔνεστι <μέν τι καὶ> ἀληθές· ἀλλήλων γὰρ ἐφίενται χωρὶς οὖσαι καὶ συμπλέκονται περὶ τὴν σκιὰν πολλάκις· τὸ δὲ νῦν μὲν ἐν οὐρανῷ καὶ φωτὶ νῦν δ' ἐν σκότῳ καὶ νυκτὶ γενέσθαι [περὶ] τὴν Κόρην ψεῦδος μὲν οὐκ ἔστιν, τοῦ δὲ χρόνου τῷ ἀριθμῷ πλάνην παρέσχηκεν· οὐ γὰρ ἓξ μῆνας ἀλλὰ παρ' ἓξ μῆνας ὁρῶμεν αὐτὴν ὑπὸ τῆς γῆς ὥσπερ ὑπὸ τῆς μητρὸς τῇ σκιᾷ λαμβανομένην, [942F] ὀλιγάκις δὲ τοῦτο διὰ πέντε μηνῶν πάσχουσαν. ἐπεὶ τόν γ' Ἅιδην ἀπολιπεῖν ἀδύνατόν ἐστιν αὐτήν, τοῦ Ἅιδου πέρας οὖσαν· ὥσπερ καὶ Ὅμηρος ἐπικρυψάμενος οὐ φαύλως τοῦτ' εἶπεν
‘ἀλλά <σ'> ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης'.
ὅπου γὰρ ἡ σκιὰ τῆς γῆς ἐπινεμομένη παύεται, τοῦτο τέρμα τῆς γῆς ἔθετο καὶ πέρας. εἰς δὲ τοῦτο φαῦλος μὲν οὐδεὶς οὐδ' ἀκάθαρτος ἄνεισιν, οἱ δὲ χρηστοὶ μετὰ τὴν τελευτὴν κομισθέντες αὐτόθι ῥᾷστον μὲν οὕτως βίον, οὐ μὴν μακάριον οὐδὲ θεῖον ἔχοντες ἄχρι τοῦ δευτέρου θανάτου διατελοῦσι.”
28. “Τίς δ' οὗτός ἐστιν, ὦ Σύλλα;” “μὴ περὶ τούτων ἔρῃ, μέλλω γὰρ αὐτὸς διηγεῖσθαι.
[943A] Τὸν ἄνθρωπον οἱ πολλοὶ σύνθετον μὲν ὀρθῶς, ἐκ δυοῖν δὲ μόνων σύνθετον οὐκ ὀρθῶς ἡγοῦνται. μόριον γὰρ εἶναί πως ψυχῆς οἴονται τὸν νοῦν, οὐδὲν ἧττον ἐκείνων ἁμαρτάνοντες, οἷς ἡ ψυχὴ δοκεῖ μόριον εἶναι τοῦ σώματος. νοῦς γὰρ ψυχῆς, ὅσῳ ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειότερον. ποιεῖ δ' ἡ μὲν ψυχῆς <καὶ σώματος μῖξις αἴσθησιν ἡ δὲ νοῦ καὶ ψυχῆς> σύνοδος λόγον· ὧν τὸ μὲν ἡδονῆς ἀρχὴ καὶ πόνου τὸ δ' ἀρετῆς καὶ κακίας. τριῶν δὲ τούτων συμπαγέντων, τὸ μὲν σῶμα ἡ γῆ τὴν δὲ ψυχὴν ἡ σελήνη, τὸν δὲ νοῦν ὁ ἥλιος παρέσχεν εἰς τὴν γένεσιν ... ὥσπερ αὖ τῇ σελήνῃ τὸ φέγγος. ὃν δ' ἀποθνήσκομεν θάνατον, [943B] ὁ μὲν ἐκ τριῶν δύο ποιεῖ τὸν ἄνθρωπον ὁ δ' ἓν ἐκ δυοῖν, καὶ ὁ μέν ἐστιν ἐν τῇ <γῇ> τῆς Δήμητρος, ... ἐν αὐτῇ τελεῖν καὶ τοὺς νεκροὺς Ἀθηναῖοι Δημητρείους ὠνόμαζον τὸ παλαιόν· <ὁ> δ' ἐν τῇ σελήνῃ τῆς Φερσεφόνης· καὶ σύνοικός ἐστι τῆς μὲν χθόνιος ὁ Ἑρμῆς τῆς δ' οὐράνιος. λύει δ' αὕτη μὲν ταχὺ καὶ μετὰ βίας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἡ δὲ Φερσεφόνη πράως καὶ χρόνῳ πολλῷ τὸν νοῦν ἀπὸ τῆς ψυχῆς καὶ διὰ τοῦτο μονογενὴς κέκληται· μόνον γὰρ γίνεται τὸ βέλτιστον τοῦ ἀνθρώπου [943C] διακρινόμενον αὐτῆς. συντυγχάνει δ' οὕτως κατὰ φύσιν ἑκάτερον. Πᾶσαν ψυχήν, ἄνουν τε καὶ σὺν νῷ, σώματος ἐκπεσοῦσαν εἱμαρμένον ἐστὶν <ἐν> τῷ μεταξὺ γῆς καὶ σελήνης χωρίῳ πλανηθῆναι χρόνον_οὐκ ἴσον, ἀλλ' αἱ μὲν ἄδικοι καὶ ἀκόλαστοι δίκας τῶν ἀδικημάτων τίνουσι, τὰς δ' ἐπιεικεῖς, ὅσον ἀφαγνεῦσαι καὶ ἀποπνεῦσαι <τοὺς> ἀπὸ τοῦ σώματος ὥσπερ ἀτμοῦ πονηροῦ μιασμούς, ἐν τῷ πραοτάτῳ τοῦ ἀέρος, ὃν λειμῶνας Ἅιδου καλοῦσι, δεῖ γίνεσθαι χρόνον τινὰ τεταγμένον. <ἔνθ'> οἷον ἐξ ἀποδημίας ἀνακομιζόμεναι φυγαδικῆς εἰς πατρίδα γεύονται χαρᾶς, οἵαν οἱ τελούμενοι μάλιστα [943D] θορύβῳ καὶ πτοήσει συγκεκραμένην μετ' ἐλπίδος ἡδείας ἔχουσι· πολλὰς γὰρ ἐξωθεῖ καὶ ἀποκυματίζει γλιχομένας ἤδη τῆς σελήνης, ἐνίας δὲ καὶ τῶν ἐκεῖ περικάτω τρεπομένας οἷον εἰς βυθὸν αὖθις ὁρῶσι καταδυομένας. αἱ δ' ἄνω γενόμεναι καὶ βεβαίως ἱδρυθεῖσαι πρῶτον μέν, ὥσπερ οἱ νικηφόροι, περιίασιν ἀναδούμεναι στεφάνοις πτερῶν εὐσταθείας λεγομένοις, ὅτι τῆς ψυχῆς τὸ ἄλογον καὶ τὸ παθητικὸν εὐήνιον ἐπιεικῶς τῷ λόγῳ καὶ κεκοσμημένον ἐν τῷ βίῳ παρέσχοντο. δεύτερον <δ'> ἀκτῖνι τὴν ὄψιν ἐοικυῖαι, πυρὶ δὲ τὴν ψυχὴν ἄνω κουφιζομένην [943E] ὥσπερ ἐνταῦθα, *** τῷ περὶ τὴν σελήνην αἰθέρι καὶ τόνον ἀπ' αὐτοῦ καὶ δύναμιν, οἷον τὰ στομούμενα βαφήν, ἴσχουσι· τὸ γὰρ ἀραιὸν ἔτι καὶ διακεχυμένον ῥώννυται καὶ γίνεται σταθερὸν καὶ διαυγές, ὥσθ' ὑπὸ τῆς τυχούσης ἀναθυμιάσεως τρέφεσθαι· καὶ καλῶς Ἡράκλειτος εἶπεν ὅτι ‘αἱ ψυχαὶ ὀσμῶνται καθ' Ἅιδην'.
29. Ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν φύσιν οὐχ ἁπλῆν οὐδ' ἄμικτον, ἀλλ' οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν. ὡς γὰρ ἡ γῆ πνεύματι μεμιγμένη καὶ ὑγρῷ ... μαλακὴ γέγονε καὶ τὸ αἷμα τῇ σαρκὶ παρέχει τὴν αἴσθησιν ἐγκεκραμένον, οὕτως τῷ αἰθέρι λέγουσι τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον εἶναι καὶ [943F] γόνιμον, ἅμα δ' ἰσόρροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος. καὶ γὰρ αὐτὸν οὕτως τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι παντάπασι τῆς κατὰ τόπον κινήσεως. ταῦτα δὲ καὶ Ξενοκράτης ἔοικεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ, τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν ὁ καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι διὰ τῶν <δυοῖν> μεταξὺ φύσεων ἀναλογίᾳ δεθεισῶν ἀποφηνάμενος· οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικνεῖσθαι, ᾧ μή τι γῆς ἐμμέμικται καὶ φωτός. ὁ δὲ Ξενοκράτης τὰ μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι [944A] καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ ἀέρος καὶ τοῦ τρίτου τῶν πυκνῶν· ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθ' αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν. καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης.
Εὖρος δὲ καὶ μέγεθος οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν, ἀλλὰ μεῖζον πολλάκις ἐστί· καταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν οὐχ ὑπὸ σμικρότητος, ἀλλὰ θερμ<ότητος, ἧ κατ>επείγει τὴν κίνησιν ὅπως ταχὺ διεκπερᾷ τὸν σκοτώδη τόπον ὑπεκφέρουσα τῶν ἀγαθῶν <τὰς ψυχὰς> σπευδούσας καὶ βοώσας. οὐκέτι γὰρ ἐξακούουσιν ἐν τῇ σκιᾷ γενόμεναι [944B] τῆς περὶ τὸν οὐρανὸν ἁρμονίας· ἅμα δὲ καὶ κάτωθεν αἱ τῶν κολαζομένων ψυχαὶ τηνικαῦτα διὰ τῆς σκιᾶς ὀδυρόμεναι <καὶ> ἀλαλάζουσαι προσφέρονται (διὸ καὶ κροτεῖν ἐν ταῖς ἐκλείψεσιν εἰώθασιν οἱ πλεῖστοι χαλκώματα καὶ ψόφον ποιεῖν καὶ πάταγον ἐπὶ τὰς φαύλας)· ἐκφοβεῖ δ' αὐτὰς καὶ τὸ καλούμενον πρόσωπον, ὅταν ἐγγὺς γένωνται, βλοσυρόν τι καὶ φρικῶδες ὁρώμενον. ἔστι δ' οὐ τοιοῦτον, ἀλλ' ὥσπερ ἡ παρ' ἡμῖν ἔχει γῆ κόλπους βαθεῖς καὶ μεγάλους, ἕνα μὲν ἐνταῦθα [944C] διὰ στηλῶν Ἡρακλείων ἀναχεόμενον εἴσω πρὸς ἡμᾶς, ἔξω δὲ τὸν Κάσπιον καὶ τοὺς περὶ τὴν Ἐρυθρὰν θάλατταν, οὕτως βάθη ταῦτα τῆς σελήνης ἐστὶ καὶ κοιλώματα. καλοῦσι δ' αὐτῶν τὸ μὲν μέγιστον Ἑκάτης μυχόν, ὅπου καὶ δίκας διδόασιν αἱ ψυχαὶ καὶ λαμβάνουσιν ὧν ἂν ἤδη γεγενημέναι δαίμονες ἢ πάθωσιν ἢ δράσωσι, τὰς δὲ δύο Μακράς· περαιοῦνται γὰρ αἱ ψυχαὶ δι' αὐτῶν, νῦν μὲν εἰς τὰ πρὸς οὐρανὸν τῆς σελήνης, νῦν δὲ πάλιν εἰς τὰ πρὸς γῆν· ὀνομάζεσθαι δὲ τὰ μὲν πρὸς οὐρανὸν τῆς σελήνης Ἠλύσιον πεδίον, τὰ δ' ἐνταῦθα Φερσεφόνης οὐκ ἀντίχθονος.
30. Οὐκ ἀεὶ δὲ διατρίβουσιν ἐπ' αὐτὴν οἱ δαίμονες, ἀλλὰ χρηστηρίων δεῦρο κατίασιν ἐπιμελησόμενοι, καὶ [944D] ταῖς ἀνωτάτω συμπάρεισι καὶ συνοργιάζουσι τῶν τελετῶν, κολασταί τε γίνονται καὶ φύλακες ἀδικημάτων καὶ σωτῆρες ἔν τε πολέμοις καὶ κατὰ θάλατταν ἐπιλάμπουσιν. ὅ τι δ' ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλ' ὑπ' ὀργῆς ἢ πρὸς ἄδικον χάριν ἢ φθόνῳ, δίκην τίνουσιν· ὠθοῦνται γὰρ αὖθις ἐπὶ γῆν συνειργνύμενοι σώμασιν ἀνθρωπίνοις. ἐκ δὲ τῶν βελτιόνων ἐκείνων οἵ τε περὶ τὸν Κρόνον ὄντες ἔφασαν αὐτοὺς εἶναι καὶ πρότερον ἐν τῇ Κρήτῃ τοὺς Ἰδαίους Δακτύλους, ἔν τε Φρυγίᾳ τοὺς [944E] Κορύβαντας γενέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιάδας καὶ μυρίους ἄλλους πολλαχόθι τῆς οἰκουμένης· ὧν ἱερὰ καὶ τιμαὶ καὶ προσηγορίαι διαμένουσιν, αἱ δὲ δυνάμεις <ἐξέλιπον> ἐνίων εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων.
Τυγχάνουσι δ' οἱ μὲν πρότερον οἱ δ' ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῇ τῆς ψυχῆς· ἀποκρίνεται δ' ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, δι' ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δ' ἄλλως ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίνεσθαι ὀρεγομένην ἀπ' αὐτοῦ τὸ γονιμώτατον. [944F] λείπεται δ' ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σελήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα· καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχθαι τό ‘ψυχὴ δ' ἠύτ' ὄνειρος ἀποπταμένη πεπότηται'. οὐδὲ γὰρ εὐθὺς οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν ἀλλ' ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη γένηται. καὶ Ὅμηρος ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθ' Ἅιδου
‘τὸν δὲ μετ' εἰσενόησα βίην Ἡρακληείην,
εἴδωλον· αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσιν.'
αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν οὐδὲ φόβος οὐδ' ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδ' ὑγρότητες, ἀλλ' ᾧ [945A] διανοούμεθα καὶ φρονοῦμεν, ἥ τε ψυχὴ τυπουμένη μὲν ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ τὸ σῶμα καὶ περιπτύσσουσα πανταχόθεν ἐκμάττεται τὸ εἶδος· ὥστε κἂν χωρὶς ἑκατέρου γένηται, πολὺν χρόνον διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον εἴδωλον ὀρθῶς ὀνομάζεται.
Τούτων δ' ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν. ἀναλύονται γὰρ εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγμονα καὶ φιλόσοφον στέρξασαι βίον (ἀφεθεῖσαι γὰρ ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐθὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπομαραίνονται)· τῶν δὲ φιλοτίμων καὶ πρακτικῶν [945B] ἐρωτικῶν τε περὶ σώματα καὶ θυμοειδῶν αἱ μὲν οἷον ἐν ὕπνῳ ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ Ἐνδυμίωνος· εἰ δ' αὐτὰς τὸ ἄστατον καὶ τὸ εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς ἄλλην γένεσιν, οὐκ ἐᾷ ... ἀλλ' ἀνακαλεῖται καὶ καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδ' ἥσυχον οὐδ' ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται. Τιτυοὶ δὲ καὶ Τυφῶνες ὅ τε Δελφοὺς κατασχὼν καὶ συνταράξας τὸ χρηστήριον ὕβρει καὶ βίᾳ Πύθων ἐξ ἐκείνων ἄρα τῶν ψυχῶν ἦσαν, ἐρήμων [945C] λόγου καὶ τύφῳ πλανηθέντι τῷ παθητικῷ χρησαμένων.
Χρόνῳ δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς, ἡ δὲ γῆ τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσιν <ἀλλ' ἀποδίδωσιν> μετὰ θάνατον ὅσα λαμβάνει πρὸς γένεσιν· ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντίθησι καὶ διαιρεῖ [καὶ] κατ' ἄλλην καὶ ἄλλην δύναμιν· ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις δ' ἣ διαιρεῖ καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν Ἄτροπος περὶ τὸν ἥλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν, ἐσχάτη δὲ συνεφάπτεται περὶ γῆν ἡ Λάχεσις· ἧ πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπ' ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ, μικτὸν δὲ καὶ [945D] μέσον ἡ ψυχὴ καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμμιγμα καὶ μετακέρασμα ὑπὸ τοῦ θεοῦ γέγονε, τοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον ὃν ἔχει γῆ πρὸς σελήνην.
Ταῦτ'” εἶπεν ὁ Σύλλας “ἐγὼ μὲν ἤκουσα τοῦ ξένου διεξιόντος, ἐκείνῳ δ' οἱ τοῦ Κρόνου κατευνασταὶ καὶ θεράποντες, ὡς ἔλεγεν αὐτός, ἐξήγγειλαν. ὑμῖν δ', ὦ Λαμπρία, χρῆσθαι τῷ λόγῳ πάρεστιν ἧ βούλεσθε.”


ΠΛΟΥΤΑΡΧΟΣ - ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ


568C Τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθ’ ἡμῖν ὡς οἷόν τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτ’ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν.
[1] Πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δ’ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ λέγων ‘θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν <ψυχὴ> θεῷ ξυνοπαδὸς γενομένη ………’ ἔν τε τῷ Τιμαίῳ ‘νόμους’ οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· ἐν δὲ τῇ Πολιτείᾳ 568D ‘Ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον’ φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ, λέγοιτ’ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος δι’ αἰτίαν ἀνεμπόδιστον, ὡς δ’ ἐν τῷ Τιμαίῳ, νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθ’ ὃν διεξάγεται τὰ γινόμενα. *** Τοῦτο γὰρ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ ὕστερον ἔτι μᾶλλον εἰσόμεθ’ ἐν τοῖς κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν ἡ κατ’ ἐνέργειαν εἱμαρμένη. 568E [2] Ἡ <δὲ> κατ’ οὐσίαν ἔοικεν εἶναι σύμπασ’ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην καὶ τρίτην [εἰς] τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν· ὧν ἡ μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετ’ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δ’ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ὑπ’ αὐτῇ τεταγμένα τὰ ἐπίγεια. δυνάμει μὲν οὖν εἴρηται, 568F ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατ’ οὐσίαν εἱμαρμένης· καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται· τὰ δὲ καθ’ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτ’ ἐπειράθημεν ἐξηγήσασθαι.
[3] Πάλιν γε μὴν τὴν κατ’ ἐνέργειαν εἱμαρμένην ἀναλαβόντες λέγωμεν· περὶ γὰρ ταύτην τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα. τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται· ὁποία δ’ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται. 569A ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον <ὄντων> τῶν γινομένων τὰ πάντα περιβαλοῦσ’ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος ἀλλὰ πεπερασμένη ἐστίν· οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον ἄπειρον ἂν εἴη. ἔτι δ’ ἂν μάθοις τὸ λεγόμενον νοήσας τήν τε ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον, ‘ὅταν τῶν ὀκτὼ περιόδων’ ὥς φησιν ὁ Τίμαιος ‘τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ <τοῦ> ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.’ ἐν γὰρ τούτῳ τῷ χρόνῳ ὡρισμένῳ τ’ ὄντι καὶ θεωρουμένῳ πάνθ’ ὅσα τε κατ’ οὐρανὸν ἅ τ’ ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, 569B πάλιν μὲν εἰς τὸ αὐτὸ καταστήσεται, πάλιν δ’ ἐξ ἀρχῆς ὅλα κατὰ τὰ αὐτὰ ὡσαύτως ἀποδοθήσεται. μόνη γοῦν ἡ κατ’ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ· αἵ τε μετ’ αὐτὴν ἐφεξῆς καὶ [ἐχόμεναι ἀλλήλαις] ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι. ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμβαίνει ἀπὸ τῶν οὐρανίων ὡς πάντων αἰτιῶν ὄντων καὶ τὸ ἐμὲ γράφειν 569C νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων· πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, τὰ αὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν, οὕτω δὲ καὶ πάντες ἄνθρωποι· καὶ τά θ’ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθ’ ὅσα <καὶ> κατὰ μίαν τὴν ὅλην περίοδον καὶ καθ’ ἑκάστην τῶν ὅλων, ὡσαύτως ἀποδοθήσεται. φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται· ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γινομένων ὁ λόγος κύκλος ἂν νομισθείη.
569D [4] Σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ μέρος οὐδ’ ἡ καθ’ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατ’ αὐτὸ δὴ τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος, <ὃς> πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει, ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὴ τούτων ἑκάτερον ὁποῖόν τί ἐστι, σκεπτέον. ἀκολούθως τοίνυν ὁ πολιτικὸς νόμος περί τ’ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως, ἀλλ’ οὐ περὶ τοῦδ’ ἢ τοῦδ’ <ᾗ> νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, 569E τὰ δ’ ὑποπίπτοντα τούτοις ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου, ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθ’ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· 569F οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθ’ ἕκαστα ἑπομένως. ἔστι θ’ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντ’ ἐκείνοις συνειμαρμένα. τάχα δ’ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καὶ τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθ’ ἕκαστα, εἶναί τε τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις σκεπτέον· ὅτι δ’ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλ’ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. 570A τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται (τοιοῦτος μέντοι γε ὁ θεῖος νόμος καὶ ὁ πολιτικός), τὸ δ’ ἄπειρον ἐν τῷ καθ’ ἕκαστα. μετὰ δὴ ταῦτα, οἷον μέν ἐστι <τὸ> ἐξ ὑποθέσεως, ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, ὁριζέσθω. ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθ’ ἑαυτὸ τιθέμενον, ἀλλά πως ἑτέρῳ τινὶ ὡς ἀληθῶς ὑποτεθέν, ὁπόσα ἀκολουθίαν σημαίνει. ‘θεσμός τε Ἀδραστείας ὅδε· ἥτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, μέχρι τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, 570B <ἀεὶ> ἀβλαβῆ εἶναι’. τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γινομένοις πολιτικῶς διατετάχθαι.
[5] Ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τό γ’ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ 570C ψεῦδος τό ‘πάντα καθ’ εἱμαρμένην.’ εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴ θ’ ὅσα περὶ ἀνθρώπους εἴτε κατὰ γῆν ἅπαντα εἴτε κατ’ οὐρανὸν γινόμενα βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθ’ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω· εἰ δ’, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθ’ εἱμαρμένην οὐχ ἅπαντα, ἀλλ’ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῇ σημαίνει, οὐ πάντα ῥητέον καθ’ εἱμαρμένην, οὐδ’ εἰ καθ’ εἱμαρμένην πάντα. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθ’ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν 570D καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον, ὁπότ’ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὰ δ’ εἴπερ ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμά τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντ’ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις· 570E μόνα δ’ εἱμαρμένα καὶ καθ’ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γινόμεν’ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται οὐκ ὀρθὸν λέγειν καθ’ εἱμαρμένην.
[6] Τούτων δ’ οὕτως ἐχόντων ἑξῆς ῥητέον, ὡς τό γ’ ἐφ’ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά τε σῴζοιτ’ ἂν καὶ τὴν εἱμαρμένην σῴζοι. ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δ’ οὐκ ἐξ ἀνάγκης γενήσεται, ἀλλ’ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι. 570F πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου, τὸ <δ’> ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφ’ ἡμῖν προϋποκεῖσθαι, τὸ δ’ ἐφ’ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφ’ ἡμῖν διὰ τὴν ἐφ’ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δ’ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γινόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, 571A ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας. οἷον <ἀνθρώπου> εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη δὲ περὶ ἄνθρωπον, οὐσία δ’ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γινόμενον ἄμφω δυνατά. τριῶν τοίνυν τούτων, δυνάμεως καὶ δυναμένου καὶ δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δ’ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτως τὸ δυνατόν· τύπῳ δ’ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, 571B ὁπόταν μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίνεσθαι ἐμποδών. τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατ’ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δ’ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων. τὰ μὲν οὖν πρότερ’ ὡς ἐξ ἀνάγκης γινόμεν’ ἀναγκαῖα προσαγορεύεται, ἃ δέ πως τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα. ἀφορίζοιτο δ’ ἂν κατὰ ταῦτα· τὸ μὲν ἀναγκαῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, 571C τὸ δ’ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν. τὸ μὲν γὰρ καταδῦναι τὸν ἥλιον ἀναγκαῖόν θ’ ἅμα καὶ δυνατόν, ἀντίκειται <γὰρ> ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι <καὶ μὴ γενέσθαι>, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δ’ ὡς ἐπ’ ἔλαττον, τὸ δ’ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχε· τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφ’ ἡμῖν δὲ τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμ’ ἢ ψῦχος, <ὧν τὸ μὲν> ὡς ἐπὶ τὸ πολὺ τὸ δ’ ὡς ἐπ’ ἔλαττον, 571D τῇ φύσει ἄμφω ὑποτέτακται· τὸ δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπί<σης>, τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφ’ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφ’ ἡμῖν· δύο γὰρ ἔχει εἴδη, τό τ’ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας τό τ’ ἐξ ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν <ἄν> τις εἴποι. ἔχει δὲ λόγον μὴ τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο, ὅπερ καθ’ ὁρμὴν καὶ ἐφ’ ἡμῖν εἴρηται, [μὴ] τὸ αὐτὸ κατ’ ἄλλο λέγεται· κατὰ μὲν γὰρ τὸ μέλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ παρὸν ἐφ’ ἡμῖν τε καὶ καθ’ ὁρμήν. ἀφορίζοιτο δ’ ἂν ὧδε· τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δ’ ἐφ’ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γινόμενον. 571E ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ φύσει τὸ δ’ ἐνδεχόμενον τοῦ ἐφ’ ἡμῖν προϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται.
[7] Περὶ δὲ τῆς τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον. αἴτιον μὲν δή τι ἡ τύχη. τῶν δ’ αἰτίων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός· οἷον οἰκίας ἢ νεὼς καθ’ αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικὸν καὶ τὸ ναυπηγικόν, 571F κατὰ συμβεβηκὸς δὲ τὸ μουσικὸν ἢ γεωμετρικόν, καὶ πᾶν ὅ τι ἂν τῷ οἰκοδομικῷ ἢ ναυπηγικῷ εἴδει συμβεβήκῃ, εἴτε κατὰ σῶμα εἴτε κατὰ ψυχὴν εἴτε κατὰ τὰ ἐκτός. ὅθεν καὶ δῆλον, ὡς τὸ καθ’ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμβεβηκὸς οὐχ ἕν τε καὶ ἀόριστον· 572A πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα. τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ καὶ [τὸ] ἀπὸ τύχης προσαγορεύεται· οἷον τὸ εὑρεῖν χρυσίον σκάπτονθ’ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντ’ ἢ διώκοντ’ ἢ ἄλλως βαδίζοντ’ ἢ αὐτὸ μόνον ἐπιστραφέντ’ οὐ τούτου ἕνεκα, ὅπερ συνέπεσεν, ἀλλ’ ἑτέρου τινὸς χάριν. διὸ καὶ ἀπρονόητον αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπέδοσαν τῶν παλαιῶν ἔνιοι. 572B κατὰ δὲ τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας αὐτῆς τῷ λόγῳ οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν· ἔπειτ’ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασιν. καίτοι γε κατὰ τὰ αὐτὰ καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός· οἷον δ’ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν ἄρτι ῥηθέντων, ἀλλ’ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι γεγραμμένων σαφέστατα προσπίπτει. γέγραπται δ’ ὧδε · ‘οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο ὃν τρόπον ἐγένετο; Ναί· ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις· καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι αὐτῆς γενομένης ὕστερον φαίνεται ἀποθανών· τί ἦν τοῦτο, ὦ Φαίδων; 572C Τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου, ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν.’ ἐν γὰρ τούτοις τό ‘συνέβη’ οὐκ ἀντὶ τοῦ ‘γέγονεν’ ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη ἄλλου πρὸς ἄλλο γεγονότος. ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλ’ οὐ Σωκράτους· οἱ δὲ δι’ ἕτερον κατεψηφίσαντ’ αὐτοῦ· αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτο ἀπέβη, οἷον κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν ἔτι κρειττόνων. καὶ περὶ μὲν τῆς τύχης ταῦθ’ ἱκανά· 572D <ἑξῆς δὲ σκεπτέον> ὡς συνυφίστασθαι <αὐτὴν> ἀνάγκη. τὸ μὲν ἀπ’ αὐτοῦ παρωνύμως καὶ τοῦ ἐφ’ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη, τὸ δ’ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης· εἰ γὰρ καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτ’ ἄλλως συμπίπτειν πεφυκότων. ἔστι δὲ κατ’ ὄνομα, ὅπερ αὐτόματον λέγεται, τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρ……… ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος. ποτὲ γὰρ ψῦχος οὐ μάτην, οὐδὲ ……… τὸ δ’ ὅλον, ὡς τὸ ἐφ’ ἡμῖν μέρος τοῦ ἐνδεχομένου, 572E οὕτως ἡ τύχη τοῦ αὐτομάτου. ἔστι δ’ ἑκατέρου ἑκάτερον σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου, ἡ δὲ τύχη τοῦ ἐφ’ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλ’ ὅπερ ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται . διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν ἐμψύχων τε καὶ ἀψύχων, ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου. τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται· ἡ δὲ εὐδαιμονία εὐπραξία τις ἡ δ’ εὐπραξία περὶ μόνον καὶ τέλειον ἄνθρωπον.
[8] Καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης τοιαῦτα, τό τ’ ἐνδεχόμενον καὶ δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ ἐφ’ ἡμῖν, 572F ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμεν’ αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δ’ αὐτῶν ἐστι καθ’ εἱμαρμένην. λοιπὸν δ’ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην.
[9] Ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθ’ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται, 573A ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατ’ οὐρανὸν ἰόντων, καθ’ ἣν τά τε θνητὰ γίνεται τεταγμένως καὶ ὅσα πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν, τρίτη δ’ ἂν εἰκότως ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθ’ εἱμαρμένην καὶ κατὰ πρόνοιαν, 573B οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλ’ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατ’ ἄλλην, ἔνια δὲ καθ’ εἱμαρμένην. καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθ’ εἱμαρμένην (ἔστω δ’ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω)· τὸ μὲν <γὰρ> κατά τι ὕστερον ἐκείνου, καθ’ ὅ τι ἂν καὶ λέγηται, οἷον τὸ κατὰ νόμον τοῦ νόμου καὶ τὸ κατὰ φύσιν τῆς φύσεως· οὕτω δὲ καὶ τὸ καθ’ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη· ἡ δ’ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. ἔστι δ’ ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. 573C ‘λέγωμεν γὰρ δή’ φησὶν ὁ Τίμαιος ‘δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς ἐγγίγνεται φθόνος· τούτου δ’ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ. ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστ’ ἄν τις ἀρχὴν κυριωτάτην παρ’ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατ’ ἀποδέχοιτ’ ἄν. βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε πάντως ἄμεινον. 573D θέμις δὲ οὔτ’ ἦν οὔτ’ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον.’ ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι· τὰ δ’ ἐντεῦθεν οὕτω λεγόμενα ‘συστήσας δὲ τὸ πᾶν ἰσαρίθμους τοῖς ἄστροις ἔταξεν ……… διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε νόμους τε τοὺς εἱμαρμένους <εἶπεν αὐταῖς>·’ ταῦτα δὲ τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατ’ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται λέγων ‘διαθεσμοθετήσας πάντα αὐτοῖς, 573E ἵνα τοῖς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δ’ εἰς τὴν σελήνην, τοὺς δ’ εἰς τὰ ἄλλα <ὅσα> ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τό τ’ ἐπίλοιπον, ὅσον ἐστὶ ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθ’ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, 573F ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίνοιτο αἴτιον.’ ἐν γὰρ τούτοις τὸ μέν ‘ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ’ σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης, ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ· καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, ‘ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος·’ θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθ’ εἱμαρμένης ἐπιδέοιτ’ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ· 574A ταῦτα δ’ ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι εἶναι φανερά μοι δοκεῖ μαρτύρια τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα· ‘ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ ἀρξόντων· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ <νοῦν> οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.
[10] Ἐγὼ μὲν οὖν τὰ [πρὸς] τοῦ Πλάτωνος ταύτῃ τῇ παροιμίᾳ λαμβάνω. 574B τριττῆς γὰρ οὔσης τῆς προνοίας ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην τρόπον τινὰ αὐτὴν περιλαμβάνει, ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως αὐτῇ συμπεριλαμβάνεται, ἡ δ’ ὡς ὕστερον τῆς εἱμαρμένης γενομένη κατὰ τὰ αὐτὰ δὴ ἐμπεριέχεται ὑπ’ αὐτῆς, καθ’ ἃ καὶ τὸ ἐφ’ ἡμῖν καὶ ἡ τύχη εἴρηται. ‘οἷς γὰρ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις’, ὥς φησι Σωκράτης μονονουχὶ θεσμόν τινα καίτοι οὐ τὸν Ἀδραστείας διεξιὼν πρὸς τὸν Θεάγην, ‘οὗτοί εἰσιν, ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν.’ 574C οὐκοῦν ἐν τούτῳ τὸ μέν ‘συλλαμβάνειν τισὶ τὸ δαιμόνιον’ κατὰ τὴν τρίτην πρόνοιαν [ἀνα]θετέον, τὸ δέ ‘ταχὺ παραχρῆμα ἐπιδιδόναι’ καθ’ εἱμαρμένην, τὸ δ’ ὅλον οὐκ ἄδηλον, ὡς αὐτὸ τοῦθ’ εἱμαρμένη τίς ἐστιν. τάχα δ’ ἂν αὖ τῳ πολὺ πιθανώτερον δόξειε καὶ τὴν δευτέραν πρόνοιαν ὑπὸ τῆς εἱμαρμένης περιέχεσθαι καὶ πάνθ’ ἁπλῶς τὰ γινόμενα, εἴ γε καὶ ἡ κατ’ οὐσίαν εἱμαρμένη ὀρθῶς ἡμῖν εἰς τὰς τρεῖς μοίρας διανενέμηται καὶ ὁ τῆς ἁλύσεως λόγος τὰς περὶ οὐρανὸν περιόδους τοῖς ἐξ ὑποθέσεως ἀποβαίνουσι συγκαταλέγει. ἀλλὰ περὶ μὲν 574D τούτων οὐκ <ἂν> ἔγωγ’ ἐπὶ πλέον διενεχθείην πότερον ἐξ ὑποθέσεως λεγόμενα ἢ ὡς μᾶλλον σὺν εἱμαρμένῃ προκατάρχοντος αὐτῆς τῆς εἱμαρμένης εἱμαρμένου.
[11] Ὁ <μὲν> οὖν ἡμέτερος λόγος ἐπὶ κεφαλαίων εἰπεῖν τοιοῦτός τις ἂν εἴη, ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθ’ εἱμαρμένην πάντα τίθεται, πάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θατέρῳ. κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον <πρῶτον> εἴρηται καὶ τό γ’ ἐφ’ ἡμῖν δεύτερον καὶ τρίτον ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατ’ αὐτά· ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα, 574E πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω· ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθ’ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα. κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον <ἄν> ἶναι δόξειε τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας, δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα, τρίτον δέ, ἃ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι· μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῷ <συν>υπάρχουσα, 574F ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα, δευτέρα, τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές. τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ τὰ τῆς εἱμαρμένης <κεφάλαια δηλωθείη>· ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθ’ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.



ΠΛΟΥΤΑΡΧΟΣ - ΕΙ ΔΙΔΑΚΤΟΝ Η ΑΡΕΤΗ
________________________________________
439.Α Περί τής αρετής βουλευόμεθα καί διαπορούμεν, εί διδακτόν εστί τό φρονείν τό δικαιοπραγείν τό εύ ζήν: είτα θαυμάζομεν, ει ρητόρων μέν έργα καί κυβερνητών καί αρμονικών καί οικοδόμων καί γεωργών μυρί' εστίν,
439.Β αγαθοί δ' άνδρες ονομάζονται καί λέγονται μόνον, ως ιπποκένταυροι καί γίγαντες καί κύκλωπες, έργον δ' αμεμφές εις αρετήν [καί ακέραιον] ουκ έστιν ευρείν ουδέ πάθους ακέραιον ήθος ουδ' άθικτον αισχρού βίον, αλλ' ει καί τι καλόν η φύσις αυτομάτως εκφέρει, τούτο πολλώ τώ αλλοτρίω, καθάπερ ύλη καρπός αγρία καί ακαθάρτω μιγνύμενος, εξαμαυρούται; ψάλλειν μανθάνουσιν οι άνθρωποι καί ορχείσθαι καί αναγιγνώσκειν γράμματα καί γεωργείν καί ιππεύειν: καί τί δεινόν; υποδείσθαι μανθάνουσι περιβάλλεσθαι, οινοχοείν διδάσκουσιν οψοποιείν: ταύτ'
439.C άνευ τού μαθείν ουκ έστι χρησίμως ποιείν, δι' ό δέ ταύτα πάντα, τό εύ βιούν, αδίδακτον καί άλογον καί άτεχνον καί αυτόματον;
Ώ άνθρωποι, τί τήν αρετήν λέγοντες αδίδακτον είναι ποιούμεν ανύπαρκτον; ει γάρ η μάθησις γένεσίς εστιν, η τού μαθείν κώλυσις αναίρεσις. καίτοι γ', ώς φησιν ο Πλάτων (Clit. 407c), διά τήν τού ποδός πρός τήν λύραν αμετρίαν καί αναρμοστίαν ούτ' αδελφός αδελφώ πολεμεί ούτε φίλος φίλω διαφέρεται ούτε πόλεις πόλεσι δι' απεχθείας γινόμεναι τά έσχατα [κακά] δρωσί τε καί
439.D πάσχουσιν υπ' αλλήλων, ουδέ περί προσωδίας έχει τις ειπείν στάσιν εν πόλει γενομένην, ποτέρως Τελχινας αναγνωστέον, ουδ' εν οικία διαφοράν ανδρός καί γυναικός υπέρ κρόκης ή στήμονος: αλλ' όμως ούτ' άν ιστόν ούτε βιβλίον ή λύραν ο μή μαθών μεταχειρίσαιτο, καίπερ εις ουδέν μέγα βλαβησόμενος, αλλ' αιδείται γενέσθαι καταγέλαστος ("αμαθίην" γάρ Ηράκλειτός (Β 95) φησι "κρύπτειν άμεινον"), οίκον δέ καί γάμον καί πολιτείαν καί αρχήν οίεται καλώς μεταχειρίσασθαι <μή παισί μαθών ορθώς συμφέρεσθαι> μή γυναικί μή θεράποντι μή πολίτη μή αρχομένω μή άρχοντι; παιδός οψοφαγούντος ο Διογένης τώ παιδαγωγώ κόνδυλον έδωκεν, ορθώς ου τού μή μα-
439.Ε θόντος αλλά του μή διδάξαντος τό αμάρτημα ποιήσας. είτα παροψίδος μέν ή κύλικος ουκ έστι κοινωνείν επιδεξίως, άν μή μάθη τις ευθύς εκ παίδων αρξάμενος, ως Αριστοφάνης (Nub. 979), "μή κιχλίζειν μηδ' οψοφαγείν μηδ' ίσχειν τώ πόδ' επαλλάξ", οίκου δέ καί πόλεως καί γάμου καί βίου καί αρχής κοινωνίαν ανέγκλητον ενδέχεται γενέσθαι μή μαθόντων όντινα χρή τρόπον αλλήλοις συμφέρεσθαι;
Ο Αρίστιππος ερωτηθείς υπό τινος "πανταχού σύ άρ' εί" γελάσας "ουκούν" έφη "παραπόλλυμι τό ναύλον, εί γε πανταχού ειμι". τί ούν; ουκ άν είποις καί αυτός "ει μή
439.F γίνονται μαθήσει βελτίονες άνθρωποι, παραπόλλυται ο μισθός τών παιδαγωγών"; πρώτοι γάρ ούτοι παραλαμβάνοντες εκ γάλακτος, ώσπερ αι τίτθαι ταίς χερσί τό σώμα πλάττουσιν, ούτω τό ήθος ρυθμίζουσι τοίς έθεσιν εις ίχνος τι πρώτον αρετής καθιστάντες. καό ο Λάκων ερωτηθείς τί παρέχει παιδαγωγών, "τά καλά" έφη "τοίς παισίν ηδέα ποιώ." καίτοι τί διδάσκουσιν οι παιδαγωγοί; κεκυφότας εν ταίς οδοίς παριπατείν, ενί δακτύλω
440.Α τού ταρίχους άψασθαι, δυσί τόν ιχθύν | σίτον κρέας, ούτω καθήσθαι, τό ιμάτιον ούτως αναλαβείν. τί ούν; ο λέγων λειχήνος ιατρικήν είναι καί παρωνυχίας, πλευρίτιδος δε καί πυρετού καί φρενίτιδος μή είναι, τί διαφέρει
τού λέγοντος ότι τών μικρών καί παιδικών καθηκόντων εισί διδασκαλεία καί λόγοι καί υποθήκαι, τών δέ μεγάλων καί τελείων άλογος τριβή καί περίπτωσίς εστιν; ως γάρ ο λέγων ότι δεί κώπην ελαύνειν μαθόντα <κυβερνάν δέ καί μή μαθόντα> γελοιός εστιν, ούτως ο μέν τών άλλων απολείπων τεχνών μάθησιν αρετής δ' αναιρών τουναντίον έοικε τοίς Σκύθαις ποιείν. εκείνοι μέν γάρ, ώς φησιν
Ηρόδοτος (IV 2), τους οικέτας εκτυφλούσιν όπως παραδώσιν αυτοίς, ούτος δέ ταίς δούλαις καί υπηρέτισι τέχναις
440.Β ώσπερ όμμα τόν λόγον εντιθείς τής αρετής αφαιρεί. καίτοι γ' ο στρατηγός Ιφικράτης πρός τόν Χαβρίου Καλλίαν ερωτώντα καί λέγοντα "τίς εί; τοξότης; πελταστής; ιππεύς; οπλίτης;" "ουδείς" έφη "τούτων αλλά τούτοις πάσιν ο επιτάττων." γελοίος ούν ο λέγων, ότι τοξική καί οπλιτική καί τό σφενδονάν καί τό ιππεύειν διδακτόν εστι, στρατηγική δέ καί τό στρατηγείν ως έτυχε παραγίνεται καί οίς έτυχε μή μάθουσιν. ουκούν έτι γελοιότερος ο μόνην τήν φρόνησιν μή διδακτήν αποφαίνων, ής άνευ τών άλλων τεχνών όφελος ουδέν ουδ' όνησίς εστιν. ει δ' ηγεμών αύτη καί κόσμος ούσα πασών καί τάξις εις τό χρήσιμον έκα
440.C στον καθίστησιν, αυτίκα τίς δείπνου χάρις, ησκημένων καί μεμαθηκότων παίδων "δαιτρεύσαι καί οπτήσαι καί οινοχοήσαι, "ει μή διάθεσις μηδέ τάξις είη περί τούς διακονούντας;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου